Платоновское философское общество
Plato
О нас
Академии
Конференции
Летние школы
Научные проекты
Диссертации
Тексты платоников
Исследования по платонизму
Справочные издания
Партнеры

МОО «Платоновское философское общество»

ΠΡΩΤΑΓΟΡΑΣ

309a     {ΕΤ.} Πόθεν, ὦ Σώκρατες, φαίνῃ; ἢ δῆλα δὴ ὅτι ἀπὸ

κυνηγεσίου τοῦ περὶ τὴν Ἀλκιβιάδου ὥραν; καὶ μήν μοι

καὶ πρῴην ἰδόντι καλὸς μὲν ἐφαίνετο ἀνὴρ ἔτι, ἀνὴρ μέντοι,

ὦ Σώκρατες, ὥς γ’ ἐν αὐτοῖς ἡμῖν εἰρῆσθαι, καὶ πώγωνος

(5)ἤδη ὑποπιμπλάμενος.

     {ΣΩ.} Εἶτα τί τοῦτο; οὐ σὺ μέντοι Ὁμήρου ἐπαινέτης εἶ,

309bὃς ἔφη χαριεστάτην ἥβην εἶναι τοῦ [πρῶτον] ὑπηνήτου, ἣν

νῦν Ἀλκιβιάδης ἔχει;

     {ΕΤ.} Τί οὖν τὰ νῦν; ἦ παρ’ ἐκείνου φαίνῃ; καὶ πῶς

πρός σε ὁ νεανίας διάκειται;

(5)     {ΣΩ.} Εὖ, ἔμοιγε ἔδοξεν, οὐχ ἥκιστα δὲ καὶ τῇ νῦν ἡμέρᾳ·

καὶ γὰρ πολλὰ ὑπὲρ ἐμοῦ εἶπε βοηθῶν ἐμοί, καὶ οὖν καὶ

ἄρτι ἀπ’ ἐκείνου ἔρχομαι. ἄτοπον μέντοι τί σοι ἐθέλω

εἰπεῖν· παρόντος γὰρ ἐκείνου, οὔτε προσεῖχον τὸν νοῦν,

ἐπελανθανόμην τε αὐτοῦ θαμά.

309c     {ΕΤ.} Καὶ τί ἂν γεγονὸς εἴη περὶ σὲ κἀκεῖνον τοσοῦτον

πρᾶγμα; οὐ γὰρ δήπου τινὶ καλλίονι ἐνέτυχες ἄλλῳ ἔν γε

τῇδε τῇ πόλει.

     {ΣΩ.} Καὶ πολύ γε.

(5)     {ΕΤ.} Τί φῄς; ἀστῷ ἢ ξένῳ;

     {ΣΩ.} Ξένῳ.

     {ΕΤ.} Ποδαπῷ;

     {ΣΩ.} Ἀβδηρίτῃ.

     {ΕΤ.} Καὶ οὕτω καλός τις ὁ ξένος ἔδοξέν σοι εἶναι, ὥστε

(10)τοῦ Κλεινίου ὑέος καλλίων σοι φανῆναι;

     {ΣΩ.} Πῶς δ’ οὐ μέλλει, ὦ μακάριε, τὸ σοφώτατον κάλλιον

φαίνεσθαι;

     {ΕΤ.} Ἀλλ’ ἦ σοφῷ τινι ἡμῖν, ὦ Σώκρατες, ἐντυχὼν πάρει;

309d     {ΣΩ.} Σοφωτάτῳ μὲν οὖν δήπου τῶν γε νῦν, εἴ σοι δοκεῖ

σοφώτατος εἶναι Πρωταγόρας.

     {ΕΤ.} Ὢ τί λέγεις; Πρωταγόρας ἐπιδεδήμηκεν;

     {ΣΩ.} Τρίτην γε ἤδη ἡμέραν.

(5)     {ΕΤ.} Καὶ ἄρτι ἄρα ἐκείνῳ συγγεγονὼς ἥκεις;

310a     {ΣΩ.} Πάνυ γε, πολλὰ καὶ εἰπὼν καὶ ἀκούσας.

     {ΕΤ.} Τί οὖν οὐ διηγήσω ἡμῖν τὴν συνουσίαν, εἰ μή σέ

τι κωλύει, καθεζόμενος ἐνταυθί, ἐξαναστήσας τὸν παῖδα

τουτονί;

(5)     {ΣΩ.} Πάνυ μὲν οὖν· καὶ χάριν γε εἴσομαι, ἐὰν ἀκούητε.

     {ΕΤ.} Καὶ μὴν καὶ ἡμεῖς σοί, ἐὰν λέγῃς.

     {ΣΩ.} Διπλῆ ἂν εἴη ἡ χάρις. ἀλλ’ οὖν ἀκούετε.

     Τῆς γὰρ παρελθούσης νυκτὸς ταυτησί, ἔτι βαθέος ὄρθρου,

Ἱπποκράτης, ὁ Ἀπολλοδώρου ὑὸς Φάσωνος δὲ ἀδελφός, τὴν

310bθύραν τῇ βακτηρίᾳ πάνυ σφόδρα ἔκρουε, καὶ ἐπειδὴ αὐτῷ

ἀνέῳξέ τις, εὐθὺς εἴσω ᾔει ἐπειγόμενος, καὶ τῇ φωνῇ μέγα

λέγων, "Ὦ Σώκρατες," ἔφη, "ἐγρήγορας ἢ καθεύδεις;"

Καὶ ἐγὼ τὴν φωνὴν γνοὺς αὐτοῦ, "Ἱπποκράτης," ἔφην,

(5)"οὗτος· μή τι νεώτερον ἀγγέλλεις;" "Οὐδέν γ’," ἦ δ’ ὅς,

"εἰ μὴ ἀγαθά γε." "Εὖ ἂν λέγοις," ἦν δ’ ἐγώ· "ἔστι δὲ

τί, καὶ τοῦ ἕνεκα τηνικάδε ἀφίκου;" "Πρωταγόρας," ἔφη,

"ἥκει," στὰς παρ’ ἐμοί. "Πρῴην," ἔφην ἐγώ· "σὺ δὲ

ἄρτι πέπυσαι;" "Νὴ τοὺς θεούς," ἔφη, "ἑσπέρας γε."

310cΚαὶ ἅμα ἐπιψηλαφήσας τοῦ σκίμποδος ἐκαθέζετο παρὰ τοὺς

πόδας μου, καὶ εἶπεν· "Ἑσπέρας δῆτα, μάλα γε ὀψὲ ἀφι-

κόμενος ἐξ Οἰνόης. ὁ γάρ τοι παῖς με ὁ Σάτυρος ἀπέδρα·

καὶ δῆτα μέλλων σοι φράζειν ὅτι διωξοίμην αὐτόν, ὑπό τινος

(5)ἄλλου ἐπελαθόμην. ἐπειδὴ δὲ ἦλθον καὶ δεδειπνηκότες ἦμεν

καὶ ἐμέλλομεν ἀναπαύεσθαι, τότε μοι ἁδελφὸς λέγει ὅτι

ἥκει Πρωταγόρας. καὶ ἔτι μὲν ἐνεχείρησα εὐθὺς παρὰ σὲ

ἰέναι, ἔπειτά μοι λίαν πόρρω ἔδοξε τῶν νυκτῶν εἶναι· ἐπειδὴ

310dδὲ τάχιστά με ἐκ τοῦ κόπου ὁ ὕπνος ἀνῆκεν, εὐθὺς ἀναστὰς

οὕτω δεῦρο ἐπορευόμην." Καὶ ἐγὼ γιγνώσκων αὐτοῦ τὴν

ἀνδρείαν καὶ τὴν πτοίησιν, "Τί οὖν σοι," ἦν δ’ ἐγώ,

"τοῦτο; μῶν τί σε ἀδικεῖ Πρωταγόρας;" Καὶ ὃς γελάσας,

(5)"Νὴ τοὺς θεούς," ἔφη, "ὦ Σώκρατες, ὅτι γε μόνος ἐστὶ

σοφός, ἐμὲ δὲ οὐ ποιεῖ." "Ἀλλὰ ναὶ μὰ Δία," ἔφην ἐγώ,

"ἂν αὐτῷ διδῷς ἀργύριον καὶ πείθῃς ἐκεῖνον, ποιήσει καὶ

σὲ σοφόν." "Εἰ γάρ," ἦ δ’ ὅς, "ὦ Ζεῦ καὶ θεοί, ἐν

310eτούτῳ εἴη· ὡς οὔτ’ ἂν τῶν ἐμῶν ἐπιλίποιμι οὐδὲν οὔτε τῶν

φίλων· ἀλλ’ αὐτὰ ταῦτα καὶ νῦν ἥκω παρὰ σέ, ἵνα ὑπὲρ

ἐμοῦ διαλεχθῇς αὐτῷ. ἐγὼ γὰρ ἅμα μὲν καὶ νεώτερός εἰμι,

ἅμα δὲ οὐδὲ ἑώρακα Πρωταγόραν πώποτε οὐδ’ ἀκήκοα οὐδέν·

(5)ἔτι γὰρ παῖς ἦ ὅτε τὸ πρότερον ἐπεδήμησε. ἀλλὰ γάρ, ὦ

Σώκρατες, πάντες τὸν ἄνδρα ἐπαινοῦσιν καί φασιν σοφώ-

τατον εἶναι λέγειν· ἀλλὰ τί οὐ βαδίζομεν παρ’ αὐτόν, ἵνα

311aἔνδον καταλάβωμεν; καταλύει δ’, ὡς ἐγὼ ἤκουσα, παρὰ

Καλλίᾳ τῷ Ἱππονίκου· ἀλλ’ ἴωμεν." Καὶ ἐγὼ εἶπον·

"Μήπω, ἀγαθέ, ἐκεῖσε ἴωμεν_πρῲ γάρ ἐστιν_ἀλλὰ δεῦρο

ἐξαναστῶμεν εἰς τὴν αὐλήν, καὶ περιιόντες αὐτοῦ διατρί-

(5)ψωμεν ἕως ἂν φῶς γένηται· εἶτα ἴωμεν. καὶ γὰρ τὰ πολλὰ

Πρωταγόρας ἔνδον διατρίβει, ὥστε, θάρρει, καταληψόμεθα

αὐτόν, ὡς τὸ εἰκός, ἔνδον."

     Μετὰ ταῦτα ἀναστάντες εἰς τὴν αὐλὴν περιῇμεν· καὶ ἐγὼ

311bἀποπειρώμενος τοῦ Ἱπποκράτους τῆς ῥώμης διεσκόπουν αὐτὸν

καὶ ἠρώτων, Εἰπέ μοι, ἔφην ἐγώ, ὦ Ἱππόκρατες, παρὰ

Πρωταγόραν νῦν ἐπιχειρεῖς ἰέναι, ἀργύριον τελῶν ἐκείνῳ

μισθὸν ὑπὲρ σεαυτοῦ, ὡς παρὰ τίνα ἀφιξόμενος καὶ τίς

(5)γενησόμενος; ὥσπερ ἂν εἰ ἐπενόεις παρὰ τὸν σαυτοῦ ὁμώ-

νυμον ἐλθὼν Ἱπποκράτη τὸν Κῷον, τὸν τῶν Ἀσκληπιαδῶν,

ἀργύριον τελεῖν ὑπὲρ σαυτοῦ μισθὸν ἐκείνῳ, εἴ τίς σε ἤρετο·

"Εἰπέ μοι, μέλλεις τελεῖν, ὦ Ἱππόκρατες, Ἱπποκράτει

311cμισθὸν ὡς τίνι ὄντι;" τί ἂν ἀπεκρίνω; — Εἶπον ἄν, ἔφη,

ὅτι ὡς ἰατρῷ. — "Ὡς τίς γενησόμενος;" — Ὡς ἰατρός, ἔφη. —

Εἰ δὲ παρὰ Πολύκλειτον τὸν Ἀργεῖον ἢ Φειδίαν τὸν Ἀθη-

ναῖον ἐπενόεις ἀφικόμενος μισθὸν ὑπὲρ σαυτοῦ τελεῖν ἐκεί-

(5)νοις, εἴ τίς σε ἤρετο· "Τελεῖν τοῦτο τὸ ἀργύριον ὡς τίνι

ὄντι ἐν νῷ ἔχεις Πολυκλείτῳ τε καὶ Φειδίᾳ;" τί ἂν ἀπε-

κρίνω; — Εἶπον ἂν ὡς ἀγαλματοποιοῖς. — "Ὡς τίς δὲ γενησό-

μενος αὐτός;" — Δῆλον ὅτι ἀγαλματοποιός. — Εἶεν, ἦν δ’ ἐγώ·

311dπαρὰ δὲ δὴ Πρωταγόραν νῦν ἀφικόμενοι ἐγώ τε καὶ σὺ

ἀργύριον ἐκείνῳ μισθὸν ἕτοιμοι ἐσόμεθα τελεῖν ὑπὲρ σοῦ,

ἂν μὲν ἐξικνῆται τὰ ἡμέτερα χρήματα καὶ τούτοις πείθωμεν

αὐτόν, εἰ δὲ μή, καὶ τὰ τῶν φίλων προσαναλίσκοντες. εἰ

(5)οὖν τις ἡμᾶς περὶ ταῦτα οὕτω σφόδρα σπουδάζοντας ἔροιτο·

"Εἰπέ μοι, ὦ Σώκρατές τε καὶ Ἱππόκρατες, ὡς τίνι ὄντι

τῷ Πρωταγόρᾳ ἐν νῷ ἔχετε χρήματα τελεῖν;" τί ἂν αὐτῷ

311eἀποκριναίμεθα; τί ὄνομα ἄλλο γε λεγόμενον περὶ Πρω-

ταγόρου ἀκούομεν; ὥσπερ περὶ Φειδίου ἀγαλματοποιὸν καὶ

περὶ Ὁμήρου ποιητήν, τί τοιοῦτον περὶ Πρωταγόρου ἀκούο-

μεν; — Σοφιστὴν δή τοι ὀνομάζουσί γε, ὦ Σώκρατες, τὸν

(5)ἄνδρα εἶναι, ἔφη. — Ὡς σοφιστῇ ἄρα ἐρχόμεθα τελοῦντες τὰ

χρήματα; — Μάλιστα. — Εἰ οὖν καὶ τοῦτό τίς σε προσέροιτο·

312a"Αὐτὸς δὲ δὴ ὡς τίς γενησόμενος ἔρχῃ παρὰ τὸν Πρωτα-

γόραν;" — Καὶ ὃς εἶπεν ἐρυθριάσας_ἤδη γὰρ ὑπέφαινέν τι

ἡμέρας, ὥστε καταφανῆ αὐτὸν γενέσθαι_ Εἰ μέν τι τοῖς

ἔμπροσθεν ἔοικεν, δῆλον ὅτι σοφιστὴς γενησόμενος. — Σὺ δέ,

(5)ἦν δ’ ἐγώ, πρὸς θεῶν, οὐκ ἂν αἰσχύνοιο εἰς τοὺς Ἕλληνας

σαυτὸν σοφιστὴν παρέχων; — Νὴ τὸν Δία, ὦ Σώκρατες, εἴπερ

γε ἃ διανοοῦμαι χρὴ λέγειν. — Ἀλλ’ ἄρα, ὦ Ἱππόκρατες, μὴ

οὐ τοιαύτην ὑπολαμβάνεις σου τὴν παρὰ Πρωταγόρου μά-

312bθησιν ἔσεσθαι, ἀλλ’ οἵαπερ ἡ παρὰ τοῦ γραμματιστοῦ ἐγένετο

καὶ κιθαριστοῦ καὶ παιδοτρίβου; τούτων γὰρ σὺ ἑκάστην

οὐκ ἐπὶ τέχνῃ ἔμαθες, ὡς δημιουργὸς ἐσόμενος, ἀλλ’ ἐπὶ

παιδείᾳ, ὡς τὸν ἰδιώτην καὶ τὸν ἐλεύθερον πρέπει. — Πάνυ

(5)μὲν οὖν μοι δοκεῖ, ἔφη, τοιαύτη μᾶλλον εἶναι ἡ παρὰ

Πρωταγόρου μάθησις.

     Οἶσθα οὖν ὃ μέλλεις νῦν πράττειν, ἤ σε λανθάνει; ἦν δ’

ἐγώ. — Τοῦ πέρι; — Ὅτι μέλλεις τὴν ψυχὴν τὴν σαυτοῦ παρα-

312cσχεῖν θεραπεῦσαι ἀνδρί, ὡς φῄς, σοφιστῇ· ὅτι δέ ποτε ὁ σοφι-

στής ἐστιν, θαυμάζοιμ’ ἂν εἰ οἶσθα. καίτοι εἰ τοῦτ’ ἀγνοεῖς,

οὐδὲ ὅτῳ παραδίδως τὴν ψυχὴν οἶσθα, οὔτ’ εἰ ἀγαθῷ οὔτ’ εἰ

κακῷ πράγματι. — Οἶμαί γ’, ἔφη, εἰδέναι. — Λέγε δή, τί ἡγῇ

(5)εἶναι τὸν σοφιστήν; — Ἐγὼ μέν, ἦ δ’ ὅς, ὥσπερ τοὔνομα λέγει,

τοῦτον εἶναι τὸν τῶν σοφῶν ἐπιστήμονα. — Οὐκοῦν, ἦν δ’

ἐγώ, τοῦτο μὲν ἔξεστι λέγειν καὶ περὶ ζωγράφων καὶ περὶ

τεκτόνων, ὅτι οὗτοί εἰσιν οἱ τῶν σοφῶν ἐπιστήμονες· ἀλλ’

312dεἴ τις ἔροιτο ἡμᾶς, "Τῶν τί σοφῶν εἰσιν οἱ ζωγράφοι ἐπι-

στήμονες," εἴποιμεν ἄν που αὐτῷ ὅτι τῶν πρὸς τὴν ἀπεργα-

σίαν τὴν τῶν εἰκόνων, καὶ τἆλλα οὕτως. εἰ δέ τις ἐκεῖνο

ἔροιτο, "Ὁ δὲ σοφιστὴς τῶν τί σοφῶν ἐστιν;" τί ἂν

(5)ἀποκρινοίμεθα αὐτῷ; ποίας ἐργασίας ἐπιστάτης; — Τί ἂν

εἴποιμεν αὐτὸν εἶναι, ὦ Σώκρατες, ἢ ἐπιστάτην τοῦ ποιῆσαι

δεινὸν λέγειν; — Ἴσως ἄν, ἦν δ’ ἐγώ, ἀληθῆ λέγοιμεν, οὐ

μέντοι ἱκανῶς γε· ἐρωτήσεως γὰρ ἔτι ἡ ἀπόκρισις ἡμῖν δεῖται,

περὶ ὅτου ὁ σοφιστὴς δεινὸν ποιεῖ λέγειν· ὥσπερ ὁ κιθα-

312eριστὴς δεινὸν δήπου ποιεῖ λέγειν περὶ οὗπερ καὶ ἐπιστήμονα,

περὶ κιθαρίσεως· ἦ γάρ; — Ναί. — Εἶεν· ὁ δὲ δὴ σοφιστὴς

περὶ τίνος δεινὸν ποιεῖ λέγειν; — Δῆλον ὅτι περὶ οὗπερ καὶ

ἐπίστασθαι; — Εἰκός γε. τί δή ἐστιν τοῦτο περὶ οὗ αὐτός τε

(5)ἐπιστήμων ἐστὶν ὁ σοφιστὴς καὶ τὸν μαθητὴν ποιεῖ; — Μὰ

Δί’, ἔφη, οὐκέτι ἔχω σοι λέγειν.

313a     Καὶ ἐγὼ εἶπον μετὰ τοῦτο· Τί οὖν; οἶσθα εἰς οἷόν τινα

κίνδυνον ἔρχῃ ὑποθήσων τὴν ψυχήν; ἢ εἰ μὲν τὸ σῶμα

ἐπιτρέπειν σε ἔδει τῳ διακινδυνεύοντα ἢ χρηστὸν αὐτὸ

γενέσθαι ἢ πονηρόν, πολλὰ ἂν περιεσκέψω εἴτ’ ἐπιτρεπτέον

(5)εἴτε οὔ, καὶ εἰς συμβουλὴν τούς τε φίλους ἂν παρεκάλεις

καὶ τοὺς οἰκείους σκοπούμενος ἡμέρας συχνάς· ὃ δὲ περὶ

πλείονος τοῦ σώματος ἡγῇ, τὴν ψυχήν, καὶ ἐν ᾧ πάντ’ ἐστὶν

τὰ σὰ ἢ εὖ ἢ κακῶς πράττειν, χρηστοῦ ἢ πονηροῦ αὐτοῦ

γενομένου, περὶ δὲ τούτου οὔτε τῷ πατρὶ οὔτε τῷ ἀδελφῷ

313bἐπεκοινώσω οὔτε ἡμῶν τῶν ἑταίρων οὐδενί, εἴτ’ ἐπιτρεπτέον

εἴτε καὶ οὐ τῷ ἀφικομένῳ τούτῳ ξένῳ τὴν σὴν ψυχήν, ἀλλ’

ἑσπέρας ἀκούσας, ὡς φῄς, ὄρθριος ἥκων περὶ μὲν τούτου

οὐδένα λόγον οὐδὲ συμβουλὴν ποιῇ, εἴτε χρὴ ἐπιτρέπειν

(5)σαυτὸν αὐτῷ εἴτε μή, ἕτοιμος δ’ εἶ ἀναλίσκειν τά τε σαυτοῦ

καὶ τὰ τῶν φίλων χρήματα, ὡς ἤδη διεγνωκὼς ὅτι πάντως

συνεστέον Πρωταγόρᾳ, ὃν οὔτε γιγνώσκεις, ὡς φῄς, οὔτε

313cδιείλεξαι οὐδεπώποτε, σοφιστὴν δ’ ὀνομάζεις, τὸν δὲ σοφι-

στὴν ὅτι ποτ’ ἔστιν φαίνῃ ἀγνοῶν, ᾧ μέλλεις σαυτὸν ἐπιτρέ-

πειν; — Καὶ ὃς ἀκούσας, Ἔοικεν, ἔφη, ὦ Σώκρατες, ἐξ ὧν

σὺ λέγεις. — Ἆρ’ οὖν, ὦ Ἱππόκρατες, ὁ σοφιστὴς τυγχάνει

(5)ὢν ἔμπορός τις ἢ κάπηλος τῶν ἀγωγίμων, ἀφ’ ὧν ψυχὴ

τρέφεται; φαίνεται γὰρ ἔμοιγε τοιοῦτός τις. — Τρέφεται δέ,

ὦ Σώκρατες, ψυχὴ τίνι; — Μαθήμασιν δήπου, ἦν δ’ ἐγώ. καὶ

ὅπως γε μή, ὦ ἑταῖρε, ὁ σοφιστὴς ἐπαινῶν ἃ πωλεῖ ἐξα-

πατήσῃ ἡμᾶς, ὥσπερ οἱ περὶ τὴν τοῦ σώματος τροφήν, ὁ

313dἔμπορός τε καὶ κάπηλος. καὶ γὰρ οὗτοί που ὧν ἄγουσιν

ἀγωγίμων οὔτε αὐτοὶ ἴσασιν ὅτι χρηστὸν ἢ πονηρὸν περὶ τὸ

σῶμα, ἐπαινοῦσιν δὲ πάντα πωλοῦντες, οὔτε οἱ ὠνούμενοι

παρ’ αὐτῶν, ἐὰν μή τις τύχῃ γυμναστικὸς ἢ ἰατρὸς ὤν.

(5)οὕτω δὲ καὶ οἱ τὰ μαθήματα περιάγοντες κατὰ τὰς πόλεις

καὶ πωλοῦντες καὶ καπηλεύοντες τῷ ἀεὶ ἐπιθυμοῦντι ἐπαι-

νοῦσιν μὲν πάντα ἃ πωλοῦσιν, τάχα δ’ ἄν τινες, ὦ ἄριστε,

καὶ τούτων ἀγνοοῖεν ὧν πωλοῦσιν ὅτι χρηστὸν ἢ πονηρὸν

313eπρὸς τὴν ψυχήν· ὡς δ’ αὕτως καὶ οἱ ὠνούμενοι παρ’ αὐτῶν,

ἐὰν μή τις τύχῃ περὶ τὴν ψυχὴν αὖ ἰατρικὸς ὤν. εἰ

μὲν οὖν σὺ τυγχάνεις ἐπιστήμων τούτων τί χρηστὸν καὶ

πονηρόν, ἀσφαλές σοι ὠνεῖσθαι μαθήματα καὶ παρὰ Πρω-

(5)ταγόρου καὶ παρ’ ἄλλου ὁτουοῦν· εἰ δὲ μή, ὅρα, ὦ μακάριε,

314aμὴ περὶ τοῖς φιλτάτοις κυβεύῃς τε καὶ κινδυνεύῃς. καὶ γὰρ

δὴ καὶ πολὺ μείζων κίνδυνος ἐν τῇ τῶν μαθημάτων ὠνῇ ἢ

ἐν τῇ τῶν σιτίων. σιτία μὲν γὰρ καὶ ποτὰ πριάμενον παρὰ

τοῦ καπήλου καὶ ἐμπόρου ἔξεστιν ἐν ἄλλοις ἀγγείοις ἀπο-

(5)φέρειν, καὶ πρὶν δέξασθαι αὐτὰ εἰς τὸ σῶμα πιόντα ἢ

φαγόντα, καταθέμενον οἴκαδε ἔξεστιν συμβουλεύσασθαι,

παρακαλέσαντα τὸν ἐπαΐοντα, ὅτι τε ἐδεστέον ἢ ποτέον καὶ

ὅτι μή, καὶ ὁπόσον καὶ ὁπότε· ὥστε ἐν τῇ ὠνῇ οὐ μέγας ὁ

314bκίνδυνος. μαθήματα δὲ οὐκ ἔστιν ἐν ἄλλῳ ἀγγείῳ ἀπενεγ-

κεῖν, ἀλλ’ ἀνάγκη καταθέντα τὴν τιμὴν τὸ μάθημα ἐν αὐτῇ

τῇ ψυχῇ λαβόντα καὶ μαθόντα ἀπιέναι ἢ βεβλαμμένον ἢ

ὠφελημένον. ταῦτα οὖν σκοπώμεθα καὶ μετὰ τῶν πρεσβυ-

(5)τέρων ἡμῶν· ἡμεῖς γὰρ ἔτι νέοι ὥστε τοσοῦτον πρᾶγμα

διελέσθαι. νῦν μέντοι, ὥσπερ ὡρμήσαμεν, ἴωμεν καὶ ἀκού-

σωμεν τοῦ ἀνδρός, ἔπειτα ἀκούσαντες καὶ ἄλλοις ἀνακοι-

νωσώμεθα· καὶ γὰρ οὐ μόνος Πρωταγόρας αὐτόθι ἐστίν,

314cἀλλὰ καὶ Ἱππίας ὁ Ἠλεῖος_οἶμαι δὲ καὶ Πρόδικον τὸν

Κεῖον_καὶ ἄλλοι πολλοὶ καὶ σοφοί.

     Δόξαν ἡμῖν ταῦτα ἐπορευόμεθα· ἐπειδὴ δὲ ἐν τῷ προθύρῳ

ἐγενόμεθα, ἐπιστάντες περί τινος λόγου διελεγόμεθα, ὃς ἡμῖν

(5)κατὰ τὴν ὁδὸν ἐνέπεσεν· ἵν’ οὖν μὴ ἀτελὴς γένοιτο, ἀλλὰ

διαπερανάμενοι οὕτως ἐσίοιμεν, στάντες ἐν τῷ προθύρῳ

διελεγόμεθα ἕως συνωμολογήσαμεν ἀλλήλοις. δοκεῖ οὖν

μοι, ὁ θυρωρός, εὐνοῦχός τις, κατήκουεν ἡμῶν, κινδυνεύει δὲ

314dδιὰ τὸ πλῆθος τῶν σοφιστῶν ἄχθεσθαι τοῖς φοιτῶσιν εἰς τὴν

οἰκίαν· ἐπειδὴ γοῦν ἐκρούσαμεν τὴν θύραν, ἀνοίξας καὶ ἰδὼν

ἡμᾶς, "Ἔα," ἔφη, "σοφισταί τινες· οὐ σχολὴ αὐτῷ·" καὶ ἅμα

ἀμφοῖν τοῖν χεροῖν τὴν θύραν πάνυ προθύμως ὡς οἷός τ’ ἦν ἐπή-

(5)ραξεν. καὶ ἡμεῖς πάλιν ἐκρούομεν, καὶ ὃς ἐγκεκλῃμένης τῆς

θύρας ἀποκρινόμενος εἶπεν, "Ὦ ἄνθρωποι," ἔφη, "οὐκ ἀκη-

κόατε ὅτι οὐ σχολὴ αὐτῷ;" "Ἀλλ’ ὠγαθέ," ἔφην ἐγώ, "οὔτε

παρὰ Καλλίαν ἥκομεν οὔτε σοφισταί ἐσμεν. ἀλλὰ θάρρει·

314eΠρωταγόραν γάρ τοι δεόμενοι ἰδεῖν ἤλθομεν· εἰσάγγειλον

οὖν." μόγις οὖν ποτε ἡμῖν ἅνθρωπος ἀνέῳξεν τὴν θύραν.

     Ἐπειδὴ δὲ εἰσήλθομεν, κατελάβομεν Πρωταγόραν ἐν τῷ

προστῴῳ περιπατοῦντα, ἑξῆς δ’ αὐτῷ συμπεριεπάτουν ἐκ μὲν

(5)τοῦ ἐπὶ θάτερα Καλλίας ὁ Ἱππονίκου καὶ ὁ ἀδελφὸς αὐτοῦ

315aὁ ὁμομήτριος, Πάραλος ὁ Περικλέους, καὶ Χαρμίδης ὁ Γλαύ-

κωνος, ἐκ δὲ τοῦ ἐπὶ θάτερα ὁ ἕτερος τῶν Περικλέους

Ξάνθιππος, καὶ Φιλιππίδης ὁ Φιλομήλου καὶ Ἀντίμοιρος ὁ

Μενδαῖος, ὅσπερ εὐδοκιμεῖ μάλιστα τῶν Πρωταγόρου μαθη-

(5)τῶν καὶ ἐπὶ τέχνῃ μανθάνει, ὡς σοφιστὴς ἐσόμενος. τούτων

δὲ οἳ ὄπισθεν ἠκολούθουν ἐπακούοντες τῶν λεγομένων τὸ

μὲν πολὺ ξένοι ἐφαίνοντο_οὓς ἄγει ἐξ ἑκάστων τῶν πόλεων

ὁ Πρωταγόρας, δι’ ὧν διεξέρχεται, κηλῶν τῇ φωνῇ ὥσπερ

315bὈρφεύς, οἱ δὲ κατὰ τὴν φωνὴν ἕπονται κεκηλημένοι_

ἦσαν δέ τινες καὶ τῶν ἐπιχωρίων ἐν τῷ χορῷ. τοῦτον τὸν

χορὸν μάλιστα ἔγωγε ἰδὼν ἥσθην, ὡς καλῶς ηὐλαβοῦντο

μηδέποτε ἐμποδὼν ἐν τῷ πρόσθεν εἶναι Πρωταγόρου, ἀλλ’

(5)ἐπειδὴ αὐτὸς ἀναστρέφοι καὶ οἱ μετ’ ἐκείνου, εὖ πως καὶ ἐν

κόσμῳ περιεσχίζοντο οὗτοι οἱ ἐπήκοοι ἔνθεν καὶ ἔνθεν,

καὶ ἐν κύκλῳ περιιόντες ἀεὶ εἰς τὸ ὄπισθεν καθίσταντο

κάλλιστα.

     <Τὸν δὲ μετ’ εἰσενόησα>, ἔφη Ὅμηρος, Ἱππίαν τὸν

315cἨλεῖον, καθήμενον ἐν τῷ κατ’ ἀντικρὺ προστῴῳ ἐν θρόνῳ·

περὶ αὐτὸν δ’ ἐκάθηντο ἐπὶ βάθρων Ἐρυξίμαχός τε ὁ

Ἀκουμενοῦ καὶ Φαῖδρος ὁ Μυρρινούσιος καὶ Ἄνδρων ὁ

Ἀνδροτίωνος καὶ τῶν ξένων πολῖταί τε αὐτοῦ καὶ ἄλλοι

(5)τινές. ἐφαίνοντο δὲ περὶ φύσεώς τε καὶ τῶν μετεώρων

ἀστρονομικὰ ἄττα διερωτᾶν τὸν Ἱππίαν, ὁ δ’ ἐν θρόνῳ καθή-

μενος ἑκάστοις αὐτῶν διέκρινεν καὶ διεξῄει τὰ ἐρωτώμενα.

     Καὶ μὲν δὴ <καὶ Τάνταλόν> γε <εἰσεῖδον>_ἐπεδήμει

315dγὰρ ἄρα καὶ Πρόδικος ὁ Κεῖος_ἦν δὲ ἐν οἰκήματί τινι, ᾧ

πρὸ τοῦ μὲν ὡς ταμιείῳ ἐχρῆτο Ἱππόνικος, νῦν δὲ ὑπὸ τοῦ

πλήθους τῶν καταλυόντων ὁ Καλλίας καὶ τοῦτο ἐκκενώσας

ξένοις κατάλυσιν πεποίηκεν. ὁ μὲν οὖν Πρόδικος ἔτι κατέ-

(5)κειτο, ἐγκεκαλυμμένος ἐν κῳδίοις τισὶν καὶ στρώμασιν καὶ

μάλα πολλοῖς, ὡς ἐφαίνετο· παρεκάθηντο δὲ αὐτῷ ἐπὶ ταῖς

πλησίον κλίναις Παυσανίας τε ὁ ἐκ Κεραμέων καὶ μετὰ

Παυσανίου νέον τι ἔτι μειράκιον, ὡς μὲν ἐγᾦμαι καλόν τε

315eκἀγαθὸν τὴν φύσιν, τὴν δ’ οὖν ἰδέαν πάνυ καλός. ἔδοξα

ἀκοῦσαι ὄνομα αὐτῷ εἶναι Ἀγάθωνα, καὶ οὐκ ἂν θαυμάζοιμι

εἰ παιδικὰ Παυσανίου τυγχάνει ὤν. τοῦτό τ’ ἦν τὸ μειρά-

κιον, καὶ τὼ Ἀδειμάντω ἀμφοτέρω, ὅ τε Κήπιδος καὶ ὁ

(5)Λευκολοφίδου, καὶ ἄλλοι τινὲς ἐφαίνοντο· περὶ δὲ ὧν διελέ-

γοντο οὐκ ἐδυνάμην ἔγωγε μαθεῖν ἔξωθεν, καίπερ λιπαρῶς

ἔχων ἀκούειν τοῦ Προδίκου_πάσσοφος γάρ μοι δοκεῖ ἁνὴρ

316aεἶναι καὶ θεῖος_ἀλλὰ διὰ τὴν βαρύτητα τῆς φωνῆς βόμβος

τις ἐν τῷ οἰκήματι γιγνόμενος ἀσαφῆ ἐποίει τὰ λεγόμενα.

     Καὶ ἡμεῖς μὲν ἄρτι εἰσεληλύθεμεν, κατόπιν δὲ ἡμῶν

ἐπεισῆλθον Ἀλκιβιάδης τε ὁ καλός, ὡς φῂς σὺ καὶ ἐγὼ

(5)πείθομαι, καὶ Κριτίας ὁ Καλλαίσχρου.

     Ἡμεῖς οὖν ὡς εἰσήλθομεν, ἔτι σμίκρ’ ἄττα διατρίψαντες

καὶ ταῦτα διαθεασάμενοι προσῇμεν πρὸς τὸν Πρωταγόραν,

316bκαὶ ἐγὼ εἶπον· Ὦ Πρωταγόρα, πρὸς σέ τοι ἤλθομεν ἐγώ τε

καὶ Ἱπποκράτης οὗτος.

     Πότερον, ἔφη, μόνῳ βουλόμενοι διαλεχθῆναι ἢ καὶ μετὰ

τῶν ἄλλων;

(5)     Ἡμῖν μέν, ἦν δ’ ἐγώ, οὐδὲν διαφέρει· ἀκούσας δὲ οὗ

ἕνεκα ἤλθομεν, αὐτὸς σκέψαι.

     Τί οὖν δή ἐστιν, ἔφη, οὗ ἕνεκα ἥκετε;

     Ἱπποκράτης ὅδε ἐστὶν μὲν τῶν ἐπιχωρίων, Ἀπολλοδώρου

ὑός, οἰκίας μεγάλης τε καὶ εὐδαίμονος, αὐτὸς δὲ τὴν φύσιν

(10)δοκεῖ ἐνάμιλλος εἶναι τοῖς ἡλικιώταις. ἐπιθυμεῖν δέ μοι

316cδοκεῖ ἐλλόγιμος γενέσθαι ἐν τῇ πόλει, τοῦτο δὲ οἴεταί οἱ

μάλιστ’ ἂ[ν] γενέσθαι, εἰ σοὶ συγγένοιτο· ταῦτ’ οὖν ἤδη σὺ

σκόπει, πότερον περὶ αὐτῶν μόνος οἴει δεῖν διαλέγεσθαι πρὸς

μόνους, ἢ μετ’ ἄλλων.

(5)     Ὀρθῶς, ἔφη, προμηθῇ, ὦ Σώκρατες, ὑπὲρ ἐμοῦ. ξένον

γὰρ ἄνδρα καὶ ἰόντα εἰς πόλεις μεγάλας, καὶ ἐν ταύταις

πείθοντα τῶν νέων τοὺς βελτίστους ἀπολείποντας τὰς τῶν

ἄλλων συνουσίας, καὶ οἰκείων καὶ ὀθνείων, καὶ πρεσβυτέρων

καὶ νεωτέρων, ἑαυτῷ συνεῖναι ὡς βελτίους ἐσομένους διὰ

316dτὴν ἑαυτοῦ συνουσίαν, χρὴ εὐλαβεῖσθαι τὸν ταῦτα πράτ-

τοντα· οὐ γὰρ σμικροὶ περὶ αὐτὰ φθόνοι τε γίγνονται καὶ

ἄλλαι δυσμένειαί τε καὶ ἐπιβουλαί. ἐγὼ δὲ τὴν σοφιστικὴν

τέχνην φημὶ μὲν εἶναι παλαιάν, τοὺς δὲ μεταχειριζομένους

(5)αὐτὴν τῶν παλαιῶν ἀνδρῶν, φοβουμένους τὸ ἐπαχθὲς αὐτῆς,

πρόσχημα ποιεῖσθαι καὶ προκαλύπτεσθαι, τοὺς μὲν ποίησιν,

οἷον Ὅμηρόν τε καὶ Ἡσίοδον καὶ Σιμωνίδην, τοὺς δὲ αὖ

τελετάς τε καὶ χρησμῳδίας, τοὺς ἀμφί τε Ὀρφέα καὶ Μου-

σαῖον· ἐνίους δέ τινας ᾔσθημαι καὶ γυμναστικήν, οἷον Ἴκκος

(10)τε ὁ Ταραντῖνος καὶ ὁ νῦν ἔτι ὢν οὐδενὸς ἥττων σοφιστὴς

316eἩρόδικος ὁ Σηλυμβριανός, τὸ δὲ ἀρχαῖον Μεγαρεύς· μου-

σικὴν δὲ Ἀγαθοκλῆς τε ὁ ὑμέτερος πρόσχημα ἐποιήσατο,

μέγας ὢν σοφιστής, καὶ Πυθοκλείδης ὁ Κεῖος καὶ ἄλλοι πολ-

λοί. οὗτοι πάντες, ὥσπερ λέγω, φοβηθέντες τὸν φθόνον ταῖς

(5)τέχναις ταύταις παραπετάσμασιν ἐχρήσαντο. ἐγὼ δὲ τούτοις

317aἅπασιν κατὰ τοῦτο εἶναι οὐ συμφέρομαι· ἡγοῦμαι γὰρ αὐτοὺς

οὔ τι διαπράξασθαι ὃ ἐβουλήθησαν_οὐ γὰρ λαθεῖν τῶν

ἀνθρώπων τοὺς δυναμένους ἐν ταῖς πόλεσι πράττειν, ὧνπερ

ἕνεκα ταῦτ’ ἐστὶν τὰ προσχήματα· ἐπεὶ οἵ γε πολλοὶ ὡς

(5)ἔπος εἰπεῖν οὐδὲν αἰσθάνονται, ἀλλ’ ἅττ’ ἂν οὗτοι διαγγέλ-

λωσι, ταῦτα ὑμνοῦσιν_τὸ οὖν ἀποδιδράσκοντα μὴ δύνασθαι

ἀποδρᾶναι, ἀλλὰ καταφανῆ εἶναι, πολλὴ μωρία καὶ τοῦ ἐπι-

317bχειρήματος, καὶ πολὺ δυσμενεστέρους παρέχεσθαι ἀνάγκη

τοὺς ἀνθρώπους· ἡγοῦνται γὰρ τὸν τοιοῦτον πρὸς τοῖς ἄλλοις

καὶ πανοῦργον εἶναι. ἐγὼ οὖν τούτων τὴν ἐναντίαν ἅπασαν

ὁδὸν ἐλήλυθα, καὶ ὁμολογῶ τε σοφιστὴς εἶναι καὶ παιδεύειν

(5)ἀνθρώπους, καὶ εὐλάβειαν ταύτην οἶμαι βελτίω ἐκείνης εἶναι,

τὸ ὁμολογεῖν μᾶλλον ἢ ἔξαρνον εἶναι· καὶ ἄλλας πρὸς ταύτῃ

ἔσκεμμαι, ὥστε, σὺν θεῷ εἰπεῖν, μηδὲν δεινὸν πάσχειν διὰ

317cτὸ ὁμολογεῖν σοφιστὴς εἶναι. καίτοι πολλά γε ἔτη ἤδη εἰμὶ

ἐν τῇ τέχνῃ· καὶ γὰρ καὶ τὰ σύμπαντα πολλά μοί ἐστιν_

οὐδενὸς ὅτου οὐ πάντων ἂν ὑμῶν καθ’ ἡλικίαν πατὴρ εἴην

_ὥστε πολύ μοι ἥδιστόν ἐστιν, εἴ τι βούλεσθε, περὶ τούτων

(5)ἁπάντων ἐναντίον τῶν ἔνδον ὄντων τὸν λόγον ποιεῖσθαι.

     Καὶ ἐγώ_ὑπώπτευσα γὰρ βούλεσθαι αὐτὸν τῷ τε Προδίκῳ

καὶ τῷ Ἱππίᾳ ἐνδείξασθαι καὶ καλλωπίσασθαι ὅτι ἐρασταὶ

317dαὐτοῦ ἀφιγμένοι εἶμεν_ Τί οὖν, ἔφην ἐγώ, οὐ καὶ Πρό-

δικον καὶ Ἱππίαν ἐκαλέσαμεν καὶ τοὺς μετ’ αὐτῶν, ἵνα

ἐπακούσωσιν ἡμῶν;

     Πάνυ μὲν οὖν, ἔφη ὁ Πρωταγόρας.

(5)     Βούλεσθε οὖν, ὁ Καλλίας ἔφη, συνέδριον κατασκευάσωμεν,

ἵνα καθεζόμενοι διαλέγησθε;

     Ἐδόκει χρῆναι· ἅσμενοι δὲ πάντες ἡμεῖς, ὡς ἀκουσόμενοι

ἀνδρῶν σοφῶν, καὶ αὐτοί τε ἀντιλαβόμενοι τῶν βάθρων

καὶ τῶν κλινῶν κατεσκευάζομεν παρὰ τῷ Ἱππίᾳ_ἐκεῖ γὰρ

(10)προϋπῆρχε τὰ βάθρα_ἐν δὲ τούτῳ Καλλίας τε καὶ Ἀλκι-

317eβιάδης ἡκέτην ἄγοντε τὸν Πρόδικον, ἀναστήσαντες ἐκ τῆς

κλίνης, καὶ τοὺς μετὰ τοῦ Προδίκου.

     Ἐπεὶ δὲ πάντες συνεκαθεζόμεθα, ὁ Πρωταγόρας, Νῦν δὴ

ἄν, ἔφη, λέγοις, ὦ Σώκρατες, ἐπειδὴ καὶ οἵδε πάρεισιν, περὶ

(5)ὧν ὀλίγον πρότερον μνείαν ἐποιοῦ πρὸς ἐμὲ ὑπὲρ τοῦ

νεανίσκου.

318a     Καὶ ἐγὼ εἶπον ὅτι Ἡ αὐτή μοι ἀρχή ἐστιν, ὦ Πρωταγόρα,

ἥπερ ἄρτι, περὶ ὧν ἀφικόμην. Ἱπποκράτης γὰρ ὅδε τυγχάνει

ἐν ἐπιθυμίᾳ ὢν τῆς σῆς συνουσίας· ὅτι οὖν αὐτῷ ἀποβήσεται,

ἐάν σοι συνῇ, ἡδέως ἄν φησι πυθέσθαι. τοσοῦτος ὅ γε

(5)ἡμέτερος λόγος.

     Ὑπολαβὼν οὖν ὁ Πρωταγόρας εἶπεν· Ὦ νεανίσκε, ἔσται

τοίνυν σοι, ἐὰν ἐμοὶ συνῇς, ᾗ ἂν ἡμέρᾳ ἐμοὶ συγγένῃ, ἀπιέναι

οἴκαδε βελτίονι γεγονότι, καὶ ἐν τῇ ὑστεραίᾳ ταὐτὰ ταῦτα·

καὶ ἑκάστης ἡμέρας ἀεὶ ἐπὶ τὸ βέλτιον ἐπιδιδόναι.

318b     Καὶ ἐγὼ ἀκούσας εἶπον· Ὦ Πρωταγόρα, τοῦτο μὲν οὐδὲν

θαυμαστὸν λέγεις, ἀλλὰ εἰκός, ἐπεὶ κἂν σύ, καίπερ τηλι-

κοῦτος ὢν καὶ οὕτως σοφός, εἴ τίς σε διδάξειεν ὃ μὴ τυγ-

χάνοις ἐπιστάμενος, βελτίων ἂν γένοιο. ἀλλὰ μὴ οὕτως,

(5)ἀλλ’ ὥσπερ ἂν εἰ αὐτίκα μάλα μεταβαλὼν τὴν ἐπιθυμίαν

Ἱπποκράτης ὅδε ἐπιθυμήσειεν τῆς συνουσίας τούτου τοῦ

νεανίσκου τοῦ νῦν νεωστὶ ἐπιδημοῦντος, Ζευξίππου τοῦ

Ἡρακλεώτου, καὶ ἀφικόμενος παρ’ αὐτόν, ὥσπερ παρὰ σὲ

318cνῦν, ἀκούσειεν αὐτοῦ ταὐτὰ ταῦτα ἅπερ σοῦ, ὅτι ἑκάστης

ἡμέρας συνὼν αὐτῷ βελτίων ἔσται καὶ ἐπιδώσει, εἰ αὐτὸν

ἐπανέροιτο· "Τί δὴ φῂς βελτίω ἔσεσθαι καὶ εἰς τί ἐπιδώ-

σειν;" εἴποι ἂν αὐτῷ ὁ Ζεύξιππος ὅτι πρὸς γραφικήν· κἂν

(5)εἰ Ὀρθαγόρᾳ τῷ Θηβαίῳ συγγενόμενος, ἀκούσας ἐκείνου

ταὐτὰ ταῦτα ἅπερ σοῦ, ἐπανέροιτο αὐτὸν εἰς ὅτι βελτίων

καθ’ ἡμέραν ἔσται συγγιγνόμενος ἐκείνῳ, εἴποι ἂν ὅτι εἰς

αὔλησιν· οὕτω δὴ καὶ σὺ εἰπὲ τῷ νεανίσκῳ καὶ ἐμοὶ ὑπὲρ

318dτούτου ἐρωτῶντι, Ἱπποκράτης ὅδε Πρωταγόρᾳ συγγενόμενος,

ᾗ ἂν αὐτῷ ἡμέρᾳ συγγένηται, βελτίων ἄπεισι γενόμενος

καὶ τῶν ἄλλων ἡμερῶν ἑκάστης οὕτως ἐπιδώσει εἰς τί, ὦ

Πρωταγόρα, καὶ περὶ τοῦ;

(5)     Καὶ ὁ Πρωταγόρας ἐμοῦ ταῦτα ἀκούσας, Σύ τε καλῶς

ἐρωτᾷς, ἔφη, ὦ Σώκρατες, καὶ ἐγὼ τοῖς καλῶς ἐρωτῶσι

χαίρω ἀποκρινόμενος. Ἱπποκράτης γὰρ παρ’ ἐμὲ ἀφικό-

μενος οὐ πείσεται ἅπερ ἂν ἔπαθεν ἄλλῳ τῳ συγγενόμενος

τῶν σοφιστῶν. οἱ μὲν γὰρ ἄλλοι λωβῶνται τοὺς νέους·

318eτὰς γὰρ τέχνας αὐτοὺς πεφευγότας ἄκοντας πάλιν αὖ ἄγοντες

ἐμβάλλουσιν εἰς τέχνας, λογισμούς τε καὶ ἀστρονομίαν καὶ

γεωμετρίαν καὶ μουσικὴν διδάσκοντες_καὶ ἅμα εἰς τὸν

Ἱππίαν ἀπέβλεψεν_παρὰ δ’ ἐμὲ ἀφικόμενος μαθήσεται οὐ

(5)περὶ ἄλλου του ἢ περὶ οὗ ἥκει. τὸ δὲ μάθημά ἐστιν εὐβουλία

περὶ τῶν οἰκείων, ὅπως ἂν ἄριστα τὴν αὑτοῦ οἰκίαν διοικοῖ,

319aκαὶ περὶ τῶν τῆς πόλεως, ὅπως τὰ τῆς πόλεως δυνατώτατος

ἂν εἴη καὶ πράττειν καὶ λέγειν.

     Ἆρα, ἔφην ἐγώ, ἕπομαί σου τῷ λόγῳ; δοκεῖς γάρ μοι

λέγειν τὴν πολιτικὴν τέχνην καὶ ὑπισχνεῖσθαι ποιεῖν ἄνδρας

(5)ἀγαθοὺς πολίτας.

     Αὐτὸ μὲν οὖν τοῦτό ἐστιν, ἔφη, ὦ Σώκρατες, τὸ ἐπάγγελμα

ὃ ἐπαγγέλλομαι.

     Ἦ καλόν, ἦν δ’ ἐγώ, τέχνημα ἄρα κέκτησαι, εἴπερ

κέκτησαι· οὐ γάρ τι ἄλλο πρός γε σὲ εἰρήσεται ἢ ἅπερ

(10)νοῶ. ἐγὼ γὰρ τοῦτο, ὦ Πρωταγόρα, οὐκ ᾤμην διδακτὸν

319bεἶναι, σοὶ δὲ λέγοντι οὐκ ἔχω ὅπως [ἂν] ἀπιστῶ. ὅθεν δὲ

αὐτὸ ἡγοῦμαι οὐ διδακτὸν εἶναι μηδ’ ὑπ’ ἀνθρώπων παρα-

σκευαστὸν ἀνθρώποις, δίκαιός εἰμι εἰπεῖν. ἐγὼ γὰρ Ἀθη-

ναίους, ὥσπερ καὶ οἱ ἄλλοι Ἕλληνες, φημὶ σοφοὺς εἶναι.

(5)ὁρῶ οὖν, ὅταν συλλεγῶμεν εἰς τὴν ἐκκλησίαν, ἐπειδὰν μὲν

περὶ οἰκοδομίας τι δέῃ πρᾶξαι τὴν πόλιν, τοὺς οἰκοδόμους

μεταπεμπομένους συμβούλους περὶ τῶν οἰκοδομημάτων, ὅταν

δὲ περὶ ναυπηγίας, τοὺς ναυπηγούς, καὶ τἆλλα πάντα οὕτως,

319cὅσα ἡγοῦνται μαθητά τε καὶ διδακτὰ εἶναι· ἐὰν δέ τις ἄλλος

ἐπιχειρῇ αὐτοῖς συμβουλεύειν ὃν ἐκεῖνοι μὴ οἴονται δη-

μιουργὸν εἶναι, κἂν πάνυ καλὸς ᾖ καὶ πλούσιος καὶ τῶν

γενναίων, οὐδέν τι μᾶλλον ἀποδέχονται, ἀλλὰ καταγελῶσι

(5)καὶ θορυβοῦσιν, ἕως ἂν ἢ αὐτὸς ἀποστῇ ὁ ἐπιχειρῶν λέγειν

καταθορυβηθείς, ἢ οἱ τοξόται αὐτὸν ἀφελκύσωσιν ἢ ἐξάρωνται

κελευόντων τῶν πρυτάνεων. περὶ μὲν οὖν ὧν οἴονται ἐν

τέχνῃ εἶναι, οὕτω διαπράττονται· ἐπειδὰν δέ τι περὶ τῶν τῆς

319dπόλεως διοικήσεως δέῃ βουλεύσασθαι, συμβουλεύει αὐτοῖς

ἀνιστάμενος περὶ τούτων ὁμοίως μὲν τέκτων, ὁμοίως δὲ

χαλκεὺς σκυτοτόμος, ἔμπορος ναύκληρος, πλούσιος πένης,

γενναῖος ἀγεννής, καὶ τούτοις οὐδεὶς τοῦτο ἐπιπλήττει ὥσπερ

(5)τοῖς πρότερον, ὅτι οὐδαμόθεν μαθών, οὐδὲ ὄντος διδασκάλου

οὐδενὸς αὐτῷ, ἔπειτα συμβουλεύειν ἐπιχειρεῖ· δῆλον γὰρ ὅτι

οὐχ ἡγοῦνται διδακτὸν εἶναι. μὴ τοίνυν ὅτι τὸ κοινὸν τῆς

319eπόλεως οὕτως ἔχει, ἀλλὰ ἰδίᾳ ἡμῖν οἱ σοφώτατοι καὶ ἄριστοι

τῶν πολιτῶν ταύτην τὴν ἀρετὴν ἣν ἔχουσιν οὐχ οἷοί τε ἄλλοις

παραδιδόναι· ἐπεὶ Περικλῆς, ὁ τουτωνὶ τῶν νεανίσκων πατήρ,

τούτους ἃ μὲν διδασκάλων εἴχετο καλῶς καὶ εὖ ἐπαίδευσεν,

320aἃ δὲ αὐτὸς σοφός ἐστιν οὔτε αὐτὸς παιδεύει οὔτε τῳ ἄλλῳ

παραδίδωσιν, ἀλλ’ αὐτοὶ περιιόντες νέμονται ὥσπερ ἄφετοι,

ἐάν που αὐτόματοι περιτύχωσιν τῇ ἀρετῇ. εἰ δὲ βούλει,

Κλεινίαν, τὸν Ἀλκιβιάδου τουτουῒ νεώτερον ἀδελφόν, ἐπιτρο-

(5)πεύων ὁ αὐτὸς οὗτος ἀνὴρ Περικλῆς, δεδιὼς περὶ αὐτοῦ μὴ

διαφθαρῇ δὴ ὑπὸ Ἀλκιβιάδου, ἀποσπάσας ἀπὸ τούτου, κατα-

θέμενος ἐν Ἀρίφρονος ἐπαίδευε· καὶ πρὶν ἓξ μῆνας γεγονέναι,

320bἀπέδωκε τούτῳ οὐκ ἔχων ὅτι χρήσαιτο αὐτῷ. καὶ ἄλλους σοι

παμπόλλους ἔχω λέγειν, οἳ αὐτοὶ ἀγαθοὶ ὄντες οὐδένα πώποτε

βελτίω ἐποίησαν οὔτε τῶν οἰκείων οὔτε τῶν ἀλλοτρίων.

ἐγὼ οὖν, ὦ Πρωταγόρα, εἰς ταῦτα ἀποβλέπων οὐχ ἡγοῦμαι

(5)διδακτὸν εἶναι ἀρετήν· ἐπειδὴ δέ σου ἀκούω ταῦτα λέγοντος,

κάμπτομαι καὶ οἶμαί τί σε λέγειν διὰ τὸ ἡγεῖσθαί σε πολλῶν

μὲν ἔμπειρον γεγονέναι, πολλὰ δὲ μεμαθηκέναι, τὰ δὲ αὐτὸν

ἐξηυρηκέναι. εἰ οὖν ἔχεις ἐναργέστερον ἡμῖν ἐπιδεῖξαι ὡς

320cδιδακτόν ἐστιν ἡ ἀρετή, μὴ φθονήσῃς ἀλλ’ ἐπίδειξον.

     Ἀλλ’, ὦ Σώκρατες, ἔφη, οὐ φθονήσω· ἀλλὰ πότερον ὑμῖν,

ὡς πρεσβύτερος νεωτέροις, μῦθον λέγων ἐπιδείξω ἢ λόγῳ

διεξελθών;

(5)     Πολλοὶ οὖν αὐτῷ ὑπέλαβον τῶν παρακαθημένων ὁποτέρως

βούλοιτο οὕτως διεξιέναι. Δοκεῖ τοίνυν μοι, ἔφη, χαριέ-

στερον εἶναι μῦθον ὑμῖν λέγειν.

     Ἦν γάρ ποτε χρόνος ὅτε θεοὶ μὲν ἦσαν, θνητὰ δὲ γένη

320dοὐκ ἦν. ἐπειδὴ δὲ καὶ τούτοις χρόνος ἦλθεν εἱμαρμένος

γενέσεως, τυποῦσιν αὐτὰ θεοὶ γῆς ἔνδον ἐκ γῆς καὶ πυρὸς

μείξαντες καὶ τῶν ὅσα πυρὶ καὶ γῇ κεράννυται. ἐπειδὴ δ’

ἄγειν αὐτὰ πρὸς φῶς ἔμελλον, προσέταξαν Προμηθεῖ καὶ

(5)Ἐπιμηθεῖ κοσμῆσαί τε καὶ νεῖμαι δυνάμεις ἑκάστοις ὡς

πρέπει. Προμηθέα δὲ παραιτεῖται Ἐπιμηθεὺς αὐτὸς νεῖμαι,

"Νείμαντος δέ μου," ἔφη, "ἐπίσκεψαι·" καὶ οὕτω πείσας

νέμει. νέμων δὲ τοῖς μὲν ἰσχὺν ἄνευ τάχους προσῆπτεν,

320eτοὺς δ’ ἀσθενεστέρους τάχει ἐκόσμει· τοὺς δὲ ὥπλιζε, τοῖς

δ’ ἄοπλον διδοὺς φύσιν ἄλλην τιν’ αὐτοῖς ἐμηχανᾶτο δύναμιν

εἰς σωτηρίαν. ἃ μὲν γὰρ αὐτῶν σμικρότητι ἤμπισχεν, πτηνὸν

φυγὴν ἢ κατάγειον οἴκησιν ἔνεμεν· ἃ δὲ ηὖξε μεγέθει, τῷδε

321aαὐτῷ αὐτὰ ἔσῳζεν· καὶ τἆλλα οὕτως ἐπανισῶν ἔνεμεν. ταῦτα

δὲ ἐμηχανᾶτο εὐλάβειαν ἔχων μή τι γένος ἀϊστωθείη· ἐπειδὴ

δὲ αὐτοῖς ἀλληλοφθοριῶν διαφυγὰς ἐπήρκεσε, πρὸς τὰς ἐκ

Διὸς ὥρας εὐμάρειαν ἐμηχανᾶτο ἀμφιεννὺς αὐτὰ πυκναῖς

(5)τε θριξὶν καὶ στερεοῖς δέρμασιν, ἱκανοῖς μὲν ἀμῦναι χειμῶνα,

δυνατοῖς δὲ καὶ καύματα, καὶ εἰς εὐνὰς ἰοῦσιν ὅπως ὑπάρχοι

τὰ αὐτὰ ταῦτα στρωμνὴ οἰκεία τε καὶ αὐτοφυὴς ἑκάστῳ· καὶ

321bὑποδῶν τὰ μὲν ὁπλαῖς, τὰ δὲ [θριξὶν καὶ] δέρμασιν στερεοῖς

καὶ ἀναίμοις. τοὐντεῦθεν τροφὰς ἄλλοις ἄλλας ἐξεπόριζεν,

τοῖς μὲν ἐκ γῆς βοτάνην, ἄλλοις δὲ δένδρων καρπούς, τοῖς δὲ

ῥίζας· ἔστι δ’ οἷς ἔδωκεν εἶναι τροφὴν ζῴων ἄλλων βοράν·

(5)καὶ τοῖς μὲν ὀλιγογονίαν προσῆψε, τοῖς δ’ ἀναλισκομένοις

ὑπὸ τούτων πολυγονίαν, σωτηρίαν τῷ γένει πορίζων. ἅτε

δὴ οὖν οὐ πάνυ τι σοφὸς ὢν ὁ Ἐπιμηθεὺς ἔλαθεν αὑτὸν

321cκαταναλώσας τὰς δυνάμεις εἰς τὰ ἄλογα· λοιπὸν δὴ ἀκό-

σμητον ἔτι αὐτῷ ἦν τὸ ἀνθρώπων γένος, καὶ ἠπόρει ὅτι

χρήσαιτο. ἀποροῦντι δὲ αὐτῷ ἔρχεται Προμηθεὺς ἐπισκεψό-

μενος τὴν νομήν, καὶ ὁρᾷ τὰ μὲν ἄλλα ζῷα ἐμμελῶς πάντων

(5)ἔχοντα, τὸν δὲ ἄνθρωπον γυμνόν τε καὶ ἀνυπόδητον καὶ

ἄστρωτον καὶ ἄοπλον· ἤδη δὲ καὶ ἡ εἱμαρμένη ἡμέρα παρῆν,

ἐν ᾗ ἔδει καὶ ἄνθρωπον ἐξιέναι ἐκ γῆς εἰς φῶς. ἀπορίᾳ οὖν

σχόμενος ὁ Προμηθεὺς ἥντινα σωτηρίαν τῷ ἀνθρώπῳ εὕροι,

321dκλέπτει Ἡφαίστου καὶ Ἀθηνᾶς τὴν ἔντεχνον σοφίαν σὺν

πυρί_ἀμήχανον γὰρ ἦν ἄνευ πυρὸς αὐτὴν κτητήν τῳ ἢ

χρησίμην γενέσθαι_καὶ οὕτω δὴ δωρεῖται ἀνθρώπῳ. τὴν

μὲν οὖν περὶ τὸν βίον σοφίαν ἄνθρωπος ταύτῃ ἔσχεν, τὴν δὲ

(5)πολιτικὴν οὐκ εἶχεν· ἦν γὰρ παρὰ τῷ Διί. τῷ δὲ Προμηθεῖ

εἰς μὲν τὴν ἀκρόπολιν τὴν τοῦ Διὸς οἴκησιν οὐκέτι ἐνεχώρει

εἰσελθεῖν_πρὸς δὲ καὶ αἱ Διὸς φυλακαὶ φοβεραὶ ἦσαν_εἰς

δὲ τὸ τῆς Ἀθηνᾶς καὶ Ἡφαίστου οἴκημα τὸ κοινόν, ἐν ᾧ

321eἐφιλοτεχνείτην, λαθὼν εἰσέρχεται, καὶ κλέψας τήν τε ἔμπυρον

τέχνην τὴν τοῦ Ἡφαίστου καὶ τὴν ἄλλην τὴν τῆς Ἀθηνᾶς

δίδωσιν ἀνθρώπῳ, καὶ ἐκ τούτου εὐπορία μὲν ἀνθρώπῳ τοῦ

322aβίου γίγνεται, Προμηθέα δὲ δι’ Ἐπιμηθέα ὕστερον, ᾗπερ

λέγεται, κλοπῆς δίκη μετῆλθεν.

     Ἐπειδὴ δὲ ὁ ἄνθρωπος θείας μετέσχε μοίρας, πρῶτον μὲν

διὰ τὴν τοῦ θεοῦ συγγένειαν ζῴων μόνον θεοὺς ἐνόμισεν, καὶ

(5)ἐπεχείρει βωμούς τε ἱδρύεσθαι καὶ ἀγάλματα θεῶν· ἔπειτα

φωνὴν καὶ ὀνόματα ταχὺ διηρθρώσατο τῇ τέχνῃ, καὶ οἰκήσεις

καὶ ἐσθῆτας καὶ ὑποδέσεις καὶ στρωμνὰς καὶ τὰς ἐκ γῆς

τροφὰς ηὕρετο. οὕτω δὴ παρεσκευασμένοι κατ’ ἀρχὰς

322bἄνθρωποι ᾤκουν σποράδην, πόλεις δὲ οὐκ ἦσαν· ἀπώλλυντο

οὖν ὑπὸ τῶν θηρίων διὰ τὸ πανταχῇ αὐτῶν ἀσθενέστεροι

εἶναι, καὶ ἡ δημιουργικὴ τέχνη αὐτοῖς πρὸς μὲν τροφὴν

ἱκανὴ βοηθὸς ἦν, πρὸς δὲ τὸν τῶν θηρίων πόλεμον ἐνδεής

(5)_πολιτικὴν γὰρ τέχνην οὔπω εἶχον, ἧς μέρος πολεμική_

ἐζήτουν δὴ ἁθροίζεσθαι καὶ σῴζεσθαι κτίζοντες πόλεις· ὅτ’

οὖν ἁθροισθεῖεν, ἠδίκουν ἀλλήλους ἅτε οὐκ ἔχοντες τὴν

πολιτικὴν τέχνην, ὥστε πάλιν σκεδαννύμενοι διεφθείροντο.

322cΖεὺς οὖν δείσας περὶ τῷ γένει ἡμῶν μὴ ἀπόλοιτο πᾶν,

Ἑρμῆν πέμπει ἄγοντα εἰς ἀνθρώπους αἰδῶ τε καὶ δίκην, ἵν’

εἶεν πόλεων κόσμοι τε καὶ δεσμοὶ φιλίας συναγωγοί. ἐρωτᾷ

οὖν Ἑρμῆς Δία τίνα οὖν τρόπον δοίη δίκην καὶ αἰδῶ ἀνθρώ-

(5)ποις· "Πότερον ὡς αἱ τέχναι νενέμηνται, οὕτω καὶ ταύτας

νείμω; νενέμηνται δὲ ὧδε· εἷς ἔχων ἰατρικὴν πολλοῖς ἱκανὸς

ἰδιώταις, καὶ οἱ ἄλλοι δημιουργοί· καὶ δίκην δὴ καὶ αἰδῶ

322dοὕτω θῶ ἐν τοῖς ἀνθρώποις, ἢ ἐπὶ πάντας νείμω;" "Ἐπὶ

πάντας," ἔφη ὁ Ζεύς, "καὶ πάντες μετεχόντων· οὐ γὰρ ἂν

γένοιντο πόλεις, εἰ ὀλίγοι αὐτῶν μετέχοιεν ὥσπερ ἄλλων

τεχνῶν· καὶ νόμον γε θὲς παρ’ ἐμοῦ τὸν μὴ δυνάμενον

(5)αἰδοῦς καὶ δίκης μετέχειν κτείνειν ὡς νόσον πόλεως." οὕτω

δή, ὦ Σώκρατες, καὶ διὰ ταῦτα οἵ τε ἄλλοι καὶ Ἀθηναῖοι,

ὅταν μὲν περὶ ἀρετῆς τεκτονικῆς ᾖ λόγος ἢ ἄλλης τινὸς

δημιουργικῆς, ὀλίγοις οἴονται μετεῖναι συμβουλῆς, καὶ ἐάν

322eτις ἐκτὸς ὢν τῶν ὀλίγων συμβουλεύῃ, οὐκ ἀνέχονται, ὡς σὺ

φῄς_εἰκότως, ὡς ἐγώ φημι_ὅταν δὲ εἰς συμβουλὴν πολι-

323aτικῆς ἀρετῆς ἴωσιν, ἣν δεῖ διὰ δικαιοσύνης πᾶσαν ἰέναι καὶ

σωφροσύνης, εἰκότως ἅπαντος ἀνδρὸς ἀνέχονται, ὡς παντὶ

προσῆκον ταύτης γε μετέχειν τῆς ἀρετῆς ἢ μὴ εἶναι πόλεις.

αὕτη, ὦ Σώκρατες, τούτου αἰτία.

(5)     Ἵνα δὲ μὴ οἴῃ ἀπατᾶσθαι ὡς τῷ ὄντι ἡγοῦνται πάντες

ἄνθρωποι πάντα ἄνδρα μετέχειν δικαιοσύνης τε καὶ τῆς ἄλλης

πολιτικῆς ἀρετῆς, τόδε αὖ λαβὲ τεκμήριον. ἐν γὰρ ταῖς

ἄλλαις ἀρεταῖς, ὥσπερ σὺ λέγεις, ἐάν τις φῇ ἀγαθὸς αὐλητὴς

εἶναι, ἢ ἄλλην ἡντινοῦν τέχνην ἣν μή ἐστιν, ἢ καταγελῶσιν

323bἢ χαλεπαίνουσιν, καὶ οἱ οἰκεῖοι προσιόντες νουθετοῦσιν ὡς

μαινόμενον· ἐν δὲ δικαιοσύνῃ καὶ ἐν τῇ ἄλλῃ πολιτικῇ ἀρετῇ,

ἐάν τινα καὶ εἰδῶσιν ὅτι ἄδικός ἐστιν, ἐὰν οὗτος αὐτὸς καθ’

αὑτοῦ τἀληθῆ λέγῃ ἐναντίον πολλῶν, ὃ ἐκεῖ σωφροσύνην

(5)ἡγοῦντο εἶναι, τἀληθῆ λέγειν, ἐνταῦθα μανίαν, καί φασιν

πάντας δεῖν φάναι εἶναι δικαίους, ἐάντε ὦσιν ἐάντε μή, ἢ

μαίνεσθαι τὸν μὴ προσποιούμενον [δικαιοσύνην]· ὡς ἀναγ-

323cκαῖον οὐδένα ὅντιν’ οὐχὶ ἁμῶς γέ πως μετέχειν αὐτῆς, ἢ μὴ

εἶναι ἐν ἀνθρώποις.

     Ὅτι μὲν οὖν πάντ’ ἄνδρα εἰκότως ἀποδέχονται περὶ ταύτης

τῆς ἀρετῆς σύμβουλον διὰ τὸ ἡγεῖσθαι παντὶ μετεῖναι αὐτῆς,

(5)ταῦτα λέγω· ὅτι δὲ αὐτὴν οὐ φύσει ἡγοῦνται εἶναι οὐδ’ ἀπὸ

τοῦ αὐτομάτου, ἀλλὰ διδακτόν τε καὶ ἐξ ἐπιμελείας παραγί-

γνεσθαι ᾧ ἂν παραγίγνηται, τοῦτό σοι μετὰ τοῦτο πειράσομαι

ἀποδεῖξαι. ὅσα γὰρ ἡγοῦνται ἀλλήλους κακὰ ἔχειν ἄνθρωποι

323dφύσει ἢ τύχῃ, οὐδεὶς θυμοῦται οὐδὲ νουθετεῖ οὐδὲ διδάσκει

οὐδὲ κολάζει τοὺς ταῦτα ἔχοντας, ἵνα μὴ τοιοῦτοι ὦσιν, ἀλλ’

ἐλεοῦσιν· οἷον τοὺς αἰσχροὺς ἢ σμικροὺς ἢ ἀσθενεῖς τίς οὕτως

ἀνόητος ὥστε τι τούτων ἐπιχειρεῖν ποιεῖν; ταῦτα μὲν γὰρ

(5)οἶμαι ἴσασιν ὅτι φύσει τε καὶ τύχῃ τοῖς ἀνθρώποις γίγνεται,

τὰ καλὰ καὶ τἀναντία τούτοις· ὅσα δὲ ἐξ ἐπιμελείας καὶ

ἀσκήσεως καὶ διδαχῆς οἴονται γίγνεσθαι ἀγαθὰ ἀνθρώποις,

323eἐάν τις ταῦτα μὴ ἔχῃ, ἀλλὰ τἀναντία τούτων κακά, ἐπὶ

τούτοις που οἵ τε θυμοὶ γίγνονται καὶ αἱ κολάσεις καὶ αἱ

νουθετήσεις. ὧν ἐστιν ἓν καὶ ἡ ἀδικία καὶ ἡ ἀσέβεια καὶ

324aσυλλήβδην πᾶν τὸ ἐναντίον τῆς πολιτικῆς ἀρετῆς· ἔνθα δὴ

πᾶς παντὶ θυμοῦται καὶ νουθετεῖ, δῆλον ὅτι ὡς ἐξ ἐπιμελείας

καὶ μαθήσεως κτητῆς οὔσης. εἰ γὰρ ἐθέλεις ἐννοῆσαι τὸ

κολάζειν, ὦ Σώκρατες, τοὺς ἀδικοῦντας τί ποτε δύναται,

(5)αὐτό σε διδάξει ὅτι οἵ γε ἄνθρωποι ἡγοῦνται παρασκευαστὸν

εἶναι ἀρετήν. οὐδεὶς γὰρ κολάζει τοὺς ἀδικοῦντας πρὸς

τούτῳ τὸν νοῦν ἔχων καὶ τούτου ἕνεκα, ὅτι ἠδίκησεν, ὅστις

324bμὴ ὥσπερ θηρίον ἀλογίστως τιμωρεῖται· ὁ δὲ μετὰ λόγου

ἐπιχειρῶν κολάζειν οὐ τοῦ παρεληλυθότος ἕνεκα ἀδικήματος

τιμωρεῖται_οὐ γὰρ ἂν τό γε πραχθὲν ἀγένητον θείη_ἀλλὰ

τοῦ μέλλοντος χάριν, ἵνα μὴ αὖθις ἀδικήσῃ μήτε αὐτὸς οὗτος

(5)μήτε ἄλλος ὁ τοῦτον ἰδὼν κολασθέντα. καὶ τοιαύτην διάνοιαν

ἔχων διανοεῖται παιδευτὴν εἶναι ἀρετήν· ἀποτροπῆς γοῦν

ἕνεκα κολάζει. ταύτην οὖν τὴν δόξαν πάντες ἔχουσιν ὅσοιπερ

324cτιμωροῦνται καὶ ἰδίᾳ καὶ δημοσίᾳ. τιμωροῦνται δὲ καὶ κολά-

ζονται οἵ τε ἄλλοι ἄνθρωποι οὓς ἂν οἴωνται ἀδικεῖν, καὶ οὐχ

ἥκιστα Ἀθηναῖοι οἱ σοὶ πολῖται· ὥστε κατὰ τοῦτον τὸν

λόγον καὶ Ἀθηναῖοί εἰσι τῶν ἡγουμένων παρασκευαστὸν

(5)εἶναι καὶ διδακτὸν ἀρετήν. ὡς μὲν οὖν εἰκότως ἀποδέχονται

οἱ σοὶ πολῖται καὶ χαλκέως καὶ σκυτοτόμου συμβουλεύοντος

τὰ πολιτικά, καὶ ὅτι διδακτὸν καὶ παρασκευαστὸν ἡγοῦνται

ἀρετήν, ἀποδέδεικταί σοι, ὦ Σώκρατες, ἱκανῶς, ὥς γέ μοι

324dφαίνεται.

     Ἔτι δὴ λοιπὴ ἀπορία ἐστίν, ἣν ἀπορεῖς περὶ τῶν ἀνδρῶν

τῶν ἀγαθῶν, τί δήποτε οἱ ἄνδρες οἱ ἀγαθοὶ τὰ μὲν ἄλλα

τοὺς αὑτῶν ὑεῖς διδάσκουσιν ἃ διδασκάλων ἔχεται καὶ

(5)σοφοὺς ποιοῦσιν, ἣν δὲ αὐτοὶ ἀρετὴν ἀγαθοὶ οὐδενὸς βελ-

τίους ποιοῦσιν. τούτου δὴ πέρι, ὦ Σώκρατες, οὐκέτι μῦθόν

σοι ἐρῶ ἀλλὰ λόγον. ὧδε γὰρ ἐννόησον· πότερον ἔστιν τι

ἓν ἢ οὐκ ἔστιν οὗ ἀναγκαῖον πάντας τοὺς πολίτας μετέχειν,

324eεἴπερ μέλλει πόλις εἶναι; ἐν τούτῳ γὰρ αὕτη λύεται ἡ ἀπορία

ἣν σὺ ἀπορεῖς ἢ ἄλλοθι οὐδαμοῦ. εἰ μὲν γὰρ ἔστιν, καὶ

τοῦτό ἐστιν τὸ ἓν οὐ τεκτονικὴ οὐδὲ χαλκεία οὐδὲ κεραμεία

325aἀλλὰ δικαιοσύνη καὶ σωφροσύνη καὶ τὸ ὅσιον εἶναι, καὶ

συλλήβδην ἓν αὐτὸ προσαγορεύω εἶναι ἀνδρὸς ἀρετήν_εἰ

τοῦτ’ ἐστὶν οὗ δεῖ πάντας μετέχειν καὶ μετὰ τούτου πάντ’

ἄνδρα, ἐάν τι καὶ ἄλλο βούληται μανθάνειν ἢ πράττειν, οὕτω

(5)πράττειν, ἄνευ δὲ τούτου μή, ἢ τὸν μὴ μετέχοντα καὶ δι-

δάσκειν καὶ κολάζειν καὶ παῖδα καὶ ἄνδρα καὶ γυναῖκα,

ἕωσπερ ἂν κολαζόμενος βελτίων γένηται, ὃς δ’ ἂν μὴ ὑπα-

κούῃ κολαζόμενος καὶ διδασκόμενος, ὡς ἀνίατον ὄντα τοῦτον

325bἐκβάλλειν ἐκ τῶν πόλεων ἢ ἀποκτείνειν_εἰ οὕτω μὲν ἔχει,

οὕτω δ’ αὐτοῦ πεφυκότος οἱ ἀγαθοὶ ἄνδρες εἰ τὰ μὲν ἄλλα

διδάσκονται τοὺς ὑεῖς, τοῦτο δὲ μή, σκέψαι ὡς θαυμασίως

γίγνονται οἱ ἀγαθοί. ὅτι μὲν γὰρ διδακτὸν αὐτὸ ἡγοῦνται

(5)καὶ ἰδίᾳ καὶ δημοσίᾳ, ἀπεδείξαμεν· διδακτοῦ δὲ ὄντος καὶ

θεραπευτοῦ τὰ μὲν ἄλλα ἄρα τοὺς ὑεῖς διδάσκονται, ἐφ’ οἷς

οὐκ ἔστι θάνατος ἡ ζημία ἐὰν μὴ ἐπίστωνται, ἐφ’ ᾧ δὲ ἥ

τε ζημία θάνατος αὐτῶν τοῖς παισὶ καὶ φυγαὶ μὴ μαθοῦσι

325cμηδὲ θεραπευθεῖσιν εἰς ἀρετήν, καὶ πρὸς τῷ θανάτῳ χρη-

μάτων τε δημεύσεις καὶ ὡς ἔπος εἰπεῖν συλλήβδην τῶν

οἴκων ἀνατροπαί, ταῦτα δ’ ἄρα οὐ διδάσκονται οὐδ’ ἐπι-

μελοῦνται πᾶσαν ἐπιμέλειαν; οἴεσθαί γε χρή, ὦ Σώκρατες.

(5)ἐκ παίδων σμικρῶν ἀρξάμενοι, μέχρι οὗπερ ἂν ζῶσι, καὶ

διδάσκουσι καὶ νουθετοῦσιν. ἐπειδὰν θᾶττον συνιῇ τις τὰ

λεγόμενα, καὶ τροφὸς καὶ μήτηρ καὶ παιδαγωγὸς καὶ αὐτὸς

325dὁ πατὴρ περὶ τούτου διαμάχονται, ὅπως [ὡς] βέλτιστος ἔσται

ὁ παῖς, παρ’ ἕκαστον καὶ ἔργον καὶ λόγον διδάσκοντες καὶ

ἐνδεικνύμενοι ὅτι τὸ μὲν δίκαιον, τὸ δὲ ἄδικον, καὶ τόδε μὲν

καλόν, τόδε δὲ αἰσχρόν, καὶ τόδε μὲν ὅσιον, τόδε δὲ ἀνόσιον,

(5)καὶ τὰ μὲν ποίει, τὰ δὲ μὴ ποίει. καὶ ἐὰν μὲν ἑκὼν πείθη-

ται· εἰ δὲ μή, ὥσπερ ξύλον διαστρεφόμενον καὶ καμπτόμενον

εὐθύνουσιν ἀπειλαῖς καὶ πληγαῖς. μετὰ δὲ ταῦτα εἰς δι-

δασκάλων πέμποντες πολὺ μᾶλλον ἐντέλλονται ἐπιμελεῖσθαι

325eεὐκοσμίας τῶν παίδων ἢ γραμμάτων τε καὶ κιθαρίσεως· οἱ

δὲ διδάσκαλοι τούτων τε ἐπιμελοῦνται, καὶ ἐπειδὰν αὖ

γράμματα μάθωσιν καὶ μέλλωσιν συνήσειν τὰ γεγραμμένα

ὥσπερ τότε τὴν φωνήν, παρατιθέασιν αὐτοῖς ἐπὶ τῶν βάθρων

(5)ἀναγιγνώσκειν ποιητῶν ἀγαθῶν ποιήματα καὶ ἐκμανθάνειν

326aἀναγκάζουσιν, ἐν οἷς πολλαὶ μὲν νουθετήσεις ἔνεισιν πολ-

λαὶ δὲ διέξοδοι καὶ ἔπαινοι καὶ ἐγκώμια παλαιῶν ἀνδρῶν

ἀγαθῶν, ἵνα ὁ παῖς ζηλῶν μιμῆται καὶ ὀρέγηται τοιοῦτος

γενέσθαι. οἵ τ’ αὖ κιθαρισταί, ἕτερα τοιαῦτα, σωφροσύνης

(5)τε ἐπιμελοῦνται καὶ ὅπως ἂν οἱ νέοι μηδὲν κακουργῶσιν·

πρὸς δὲ τούτοις, ἐπειδὰν κιθαρίζειν μάθωσιν, ἄλλων αὖ

ποιητῶν ἀγαθῶν ποιήματα διδάσκουσι μελοποιῶν, εἰς τὰ

326bκιθαρίσματα ἐντείνοντες, καὶ τοὺς ῥυθμούς τε καὶ τὰς ἁρ-

μονίας ἀναγκάζουσιν οἰκειοῦσθαι ταῖς ψυχαῖς τῶν παίδων,

ἵνα ἡμερώτεροί τε ὦσιν, καὶ εὐρυθμότεροι καὶ εὐαρμοστότεροι

γιγνόμενοι χρήσιμοι ὦσιν εἰς τὸ λέγειν τε καὶ πράττειν·

(5)πᾶς γὰρ ὁ βίος τοῦ ἀνθρώπου εὐρυθμίας τε καὶ εὐαρμοστίας

δεῖται. ἔτι τοίνυν πρὸς τούτοις εἰς παιδοτρίβου πέμπουσιν,

ἵνα τὰ σώματα βελτίω ἔχοντες ὑπηρετῶσι τῇ διανοίᾳ χρηστῇ

326cοὔσῃ, καὶ μὴ ἀναγκάζωνται ἀποδειλιᾶν διὰ τὴν πονηρίαν

τῶν σωμάτων καὶ ἐν τοῖς πολέμοις καὶ ἐν ταῖς ἄλλαις

πράξεσιν. καὶ ταῦτα ποιοῦσιν οἱ μάλιστα δυνάμενοι [μά-

λιστα]_μάλιστα δὲ δύνανται οἱ πλουσιώτατοι_καὶ οἱ

(5)τούτων ὑεῖς, πρῳαίτατα εἰς διδασκάλων τῆς ἡλικίας ἀρξά-

μενοι φοιτᾶν, ὀψιαίτατα ἀπαλλάττονται. ἐπειδὰν δὲ ἐκ

διδασκάλων ἀπαλλαγῶσιν, ἡ πόλις αὖ τούς τε νόμους ἀναγ-

κάζει μανθάνειν καὶ κατὰ τούτους ζῆν κατὰ παράδειγμα,

326dἵνα μὴ αὐτοὶ ἐφ’ αὑτῶν εἰκῇ πράττωσιν, ἀλλ’ ἀτεχνῶς

ὥσπερ οἱ γραμματισταὶ τοῖς μήπω δεινοῖς γράφειν τῶν

παίδων ὑπογράψαντες γραμμὰς τῇ γραφίδι οὕτω τὸ γραμ-

ματεῖον διδόασιν καὶ ἀναγκάζουσι γράφειν κατὰ τὴν ὑφή-

(5)γησιν τῶν γραμμῶν, ὣς δὲ καὶ ἡ πόλις νόμους ὑπογράψασα,

ἀγαθῶν καὶ παλαιῶν νομοθετῶν εὑρήματα, κατὰ τούτους

ἀναγκάζει καὶ ἄρχειν καὶ ἄρχεσθαι, ὃς δ’ ἂν ἐκτὸς βαίνῃ

τούτων, κολάζει· καὶ ὄνομα τῇ κολάσει ταύτῃ καὶ παρ’ ὑμῖν

326eκαὶ ἄλλοθι πολλαχοῦ, ὡς εὐθυνούσης τῆς δίκης, εὐθῦναι.

τοσαύτης οὖν τῆς ἐπιμελείας οὔσης περὶ ἀρετῆς ἰδίᾳ καὶ

δημοσίᾳ, θαυμάζεις, ὦ Σώκρατες, καὶ ἀπορεῖς εἰ διδακτόν

ἐστιν ἀρετή; ἀλλ’ οὐ χρὴ θαυμάζειν, ἀλλὰ πολὺ μᾶλλον

(5)εἰ μὴ διδακτόν.

     Διὰ τί οὖν τῶν ἀγαθῶν πατέρων πολλοὶ ὑεῖς φαῦλοι

γίγνονται; τοῦτο αὖ μάθε· οὐδὲν γὰρ θαυμαστόν, εἴπερ

ἀληθῆ ἐγὼ ἐν τοῖς ἔμπροσθεν ἔλεγον, ὅτι τούτου τοῦ πρά-

327aγματος, τῆς ἀρετῆς, εἰ μέλλει πόλις εἶναι, οὐδένα δεῖ ἰδιω-

τεύειν. εἰ γὰρ δὴ ὃ λέγω οὕτως ἔχει_ἔχει δὲ μάλιστα

πάντων οὕτως_ἐνθυμήθητι ἄλλο τῶν ἐπιτηδευμάτων ὁτιοῦν

καὶ μαθημάτων προελόμενος. εἰ μὴ οἷόν τ’ ἦν πόλιν εἶναι

(5)εἰ μὴ πάντες αὐληταὶ ἦμεν ὁποῖός τις ἐδύνατο ἕκαστος, καὶ

τοῦτο καὶ ἰδίᾳ καὶ δημοσίᾳ πᾶς πάντα καὶ ἐδίδασκε καὶ

ἐπέπληττε τὸν μὴ καλῶς αὐλοῦντα, καὶ μὴ ἐφθόνει τούτου,

ὥσπερ νῦν τῶν δικαίων καὶ τῶν νομίμων οὐδεὶς φθονεῖ οὐδ’

327bἀποκρύπτεται ὥσπερ τῶν ἄλλων τεχνημάτων_λυσιτελεῖ

γὰρ οἶμαι ἡμῖν ἡ ἀλλήλων δικαιοσύνη καὶ ἀρετή· διὰ ταῦτα

πᾶς παντὶ προθύμως λέγει καὶ διδάσκει καὶ τὰ δίκαια καὶ

τὰ νόμιμα_εἰ οὖν οὕτω καὶ ἐν αὐλήσει πᾶσαν προθυμίαν

(5)καὶ ἀφθονίαν εἴχομεν ἀλλήλους διδάσκειν, οἴει ἄν τι, ἔφη,

μᾶλλον, ὦ Σώκρατες, τῶν ἀγαθῶν αὐλητῶν ἀγαθοὺς αὐλητὰς

τοὺς ὑεῖς γίγνεσθαι ἢ τῶν φαύλων; οἶμαι μὲν οὔ, ἀλλὰ

ὅτου ἔτυχεν ὁ ὑὸς εὐφυέστατος γενόμενος εἰς αὔλησιν, οὗτος

327cἂν ἐλλόγιμος ηὐξήθη, ὅτου δὲ ἀφυής, ἀκλεής· καὶ πολλάκις

μὲν ἀγαθοῦ αὐλητοῦ φαῦλος ἂν ἀπέβη, πολλάκις δ’ ἂν

φαύλου ἀγαθός· ἀλλ’ οὖν αὐληταί γ’ ἂν πάντες ἦσαν ἱκανοὶ

ὡς πρὸς τοὺς ἰδιώτας καὶ μηδὲν αὐλήσεως ἐπαΐοντας. οὕτως

(5)οἴου καὶ νῦν, ὅστις σοι ἀδικώτατος φαίνεται ἄνθρωπος τῶν

ἐν νόμοις καὶ ἀνθρώποις τεθραμμένων, δίκαιον αὐτὸν εἶναι

καὶ δημιουργὸν τούτου τοῦ πράγματος, εἰ δέοι αὐτὸν κρίνεσθαι

327dπρὸς ἀνθρώπους οἷς μήτε παιδεία ἐστὶν μήτε δικαστήρια μήτε

νόμοι μηδὲ ἀνάγκη μηδεμία διὰ παντὸς ἀναγκάζουσα ἀρετῆς

ἐπιμελεῖσθαι, ἀλλ’ εἶεν ἄγριοί τινες οἷοίπερ οὓς πέρυσιν

Φερεκράτης ὁ ποιητὴς ἐδίδαξεν ἐπὶ Ληναίῳ. ἦ σφόδρα ἐν

(5)τοῖς τοιούτοις ἀνθρώποις γενόμενος, ὥσπερ οἱ ἐν ἐκείνῳ τῷ

χορῷ μισάνθρωποι, ἀγαπήσαις ἂν εἰ ἐντύχοις Εὐρυβάτῳ καὶ

Φρυνώνδᾳ, καὶ ἀνολοφύραι’ ἂν ποθῶν τὴν τῶν ἐνθάδε ἀνθρώ-

327eπων πονηρίαν. νῦν δὲ τρυφᾷς, ὦ Σώκρατες, διότι πάντες

διδάσκαλοί εἰσιν ἀρετῆς καθ’ ὅσον δύνανται ἕκαστος, καὶ

οὐδείς σοι φαίνεται· εἶθ’, ὥσπερ ἂν εἰ ζητοῖς τίς διδάσκαλος

328aτοῦ ἑλληνίζειν, οὐδ’ ἂν εἷς φανείη, οὐδέ γ’ ἂν οἶμαι εἰ

ζητοῖς τίς ἂν ἡμῖν διδάξειεν τοὺς τῶν χειροτεχνῶν ὑεῖς

αὐτὴν ταύτην τὴν τέχνην ἣν δὴ παρὰ τοῦ πατρὸς μεμαθή-

κασιν, καθ’ ὅσον οἷός τ’ ἦν ὁ πατὴρ καὶ οἱ τοῦ πατρὸς φίλοι

(5)ὄντες ὁμότεχνοι, τούτους ἔτι τίς ἂν διδάξειεν, οὐ ῥᾴδιον

οἶμαι εἶναι, ὦ Σώκρατες, τούτων διδάσκαλον φανῆναι, τῶν

δὲ ἀπείρων παντάπασι ῥᾴδιον, οὕτω δὲ ἀρετῆς καὶ τῶν

ἄλλων πάντων· ἀλλὰ κἂν εἰ ὀλίγον ἔστιν τις ὅστις διαφέρει

328bἡμῶν προβιβάσαι εἰς ἀρετήν, ἀγαπητόν. ὧν δὴ ἐγὼ οἶμαι

εἷς εἶναι, καὶ διαφερόντως ἂν τῶν ἄλλων ἀνθρώπων ὀνῆσαί

τινα πρὸς τὸ καλὸν καὶ ἀγαθὸν γενέσθαι, καὶ ἀξίως τοῦ

μισθοῦ ὃν πράττομαι καὶ ἔτι πλείονος, ὥστε καὶ αὐτῷ δοκεῖν

(5)τῷ μαθόντι. διὰ ταῦτα καὶ τὸν τρόπον τῆς πράξεως τοῦ

μισθοῦ τοιοῦτον πεποίημαι· ἐπειδὰν γάρ τις παρ’ ἐμοῦ μάθῃ,

ἐὰν μὲν βούληται, ἀποδέδωκεν ὃ ἐγὼ πράττομαι ἀργύριον·

328cἐὰν δὲ μή, ἐλθὼν εἰς ἱερόν, ὀμόσας ὅσου ἂν φῇ ἄξια εἶναι

τὰ μαθήματα, τοσοῦτον κατέθηκε.

     Τοιοῦτόν σοι, ἔφη, ὦ Σώκρατες, ἐγὼ καὶ μῦθον καὶ λόγον

εἴρηκα, ὡς διδακτὸν ἀρετὴ καὶ Ἀθηναῖοι οὕτως ἡγοῦνται,

(5)καὶ ὅτι οὐδὲν θαυμαστὸν τῶν ἀγαθῶν πατέρων φαύλους ὑεῖς

γίγνεσθαι καὶ τῶν φαύλων ἀγαθούς, ἐπεὶ καὶ οἱ Πολυκλείτου

ὑεῖς, Παράλου καὶ Ξανθίππου τοῦδε ἡλικιῶται, οὐδὲν πρὸς

τὸν πατέρα εἰσίν, καὶ ἄλλοι ἄλλων δημιουργῶν. τῶνδε δὲ

328dοὔπω ἄξιον τοῦτο κατηγορεῖν· ἔτι γὰρ ἐν αὐτοῖς εἰσιν

ἐλπίδες· νέοι γάρ.

     Πρωταγόρας μὲν τοσαῦτα καὶ τοιαῦτα ἐπιδειξάμενος ἀπε-

παύσατο τοῦ λόγου. καὶ ἐγὼ ἐπὶ μὲν πολὺν χρόνον κεκηλη-

(5)μένος ἔτι πρὸς αὐτὸν ἔβλεπον ὡς ἐροῦντά τι, ἐπιθυμῶν

ἀκούειν· ἐπεὶ δὲ δὴ ᾐσθόμην ὅτι τῷ ὄντι πεπαυμένος εἴη,

μόγις πως ἐμαυτὸν ὡσπερεὶ συναγείρας εἶπον, βλέψας πρὸς

τὸν Ἱπποκράτη· Ὦ παῖ Ἀπολλοδώρου, ὡς χάριν σοι ἔχω

ὅτι προύτρεψάς με ὧδε ἀφικέσθαι· πολλοῦ γὰρ ποιοῦμαι

328eἀκηκοέναι ἃ ἀκήκοα Πρωταγόρου. ἐγὼ γὰρ ἐν μὲν τῷ ἔμ-

προσθεν χρόνῳ ἡγούμην οὐκ εἶναι ἀνθρωπίνην ἐπιμέλειαν

ᾗ ἀγαθοὶ οἱ ἀγαθοὶ γίγνονται· νῦν δὲ πέπεισμαι. πλὴν

σμικρόν τί μοι ἐμποδών, ὃ δῆλον ὅτι Πρωταγόρας ῥᾳδίως

(5)ἐπεκδιδάξει, ἐπειδὴ καὶ τὰ πολλὰ ταῦτα ἐξεδίδαξεν. καὶ

γὰρ εἰ μέν τις περὶ αὐτῶν τούτων συγγένοιτο ὁτῳοῦν τῶν

329aδημηγόρων, τάχ’ ἂν καὶ τοιούτους λόγους ἀκούσειεν ἢ Περι-

κλέους ἢ ἄλλου τινὸς τῶν ἱκανῶν εἰπεῖν· εἰ δὲ ἐπανέροιτό

τινά τι, ὥσπερ βιβλία οὐδὲν ἔχουσιν οὔτε ἀποκρίνασθαι οὔτε

αὐτοὶ ἐρέσθαι, ἀλλ’ ἐάν τις καὶ σμικρὸν ἐπερωτήσῃ τι τῶν

(5)ῥηθέντων, ὥσπερ τὰ χαλκία πληγέντα μακρὸν ἠχεῖ καὶ ἀπο-

τείνει ἐὰν μὴ ἐπιλάβηταί τις, καὶ οἱ ῥήτορες οὕτω, σμικρὰ

329bἐρωτηθέντες δόλιχον κατατείνουσι τοῦ λόγου. Πρωταγόρας

δὲ ὅδε ἱκανὸς μὲν μακροὺς λόγους καὶ καλοὺς εἰπεῖν, ὡς

αὐτὰ δηλοῖ, ἱκανὸς δὲ καὶ ἐρωτηθεὶς ἀποκρίνασθαι κατὰ

βραχὺ καὶ ἐρόμενος περιμεῖναί τε καὶ ἀποδέξασθαι τὴν

(5)ἀπόκρισιν, ἃ ὀλίγοις ἐστὶ παρεσκευασμένα. νῦν οὖν, ὦ

Πρωταγόρα, σμικροῦ τινος ἐνδεής εἰμι πάντ’ ἔχειν, εἴ

μοι ἀποκρίναιο τόδε. τὴν ἀρετὴν φῂς διδακτὸν εἶναι, καὶ

ἐγὼ εἴπερ ἄλλῳ τῳ ἀνθρώπων πειθοίμην ἄν, καὶ σοὶ πείθο-

329cμαι· ὃ δ’ ἐθαύμασά σου λέγοντος, τοῦτό μοι ἐν τῇ ψυχῇ

ἀποπλήρωσον. ἔλεγες γὰρ ὅτι ὁ Ζεὺς τὴν δικαιοσύνην

καὶ τὴν αἰδῶ πέμψειε τοῖς ἀνθρώποις, καὶ αὖ πολλαχοῦ ἐν

τοῖς λόγοις ἐλέγετο ὑπὸ σοῦ ἡ δικαιοσύνη καὶ σωφροσύνη

(5)καὶ ὁσιότης καὶ πάντα ταῦτα ὡς ἕν τι εἴη συλλήβδην,

ἀρετή· ταῦτ’ οὖν αὐτὰ δίελθέ μοι ἀκριβῶς τῷ λόγῳ, πότερον

ἓν μέν τί ἐστιν ἡ ἀρετή, μόρια δὲ αὐτῆς ἐστιν ἡ δικαιοσύνη

καὶ σωφροσύνη καὶ ὁσιότης, ἢ ταῦτ’ ἐστὶν ἃ νυνδὴ ἐγὼ

329dἔλεγον πάντα ὀνόματα τοῦ αὐτοῦ ἑνὸς ὄντος. τοῦτ’ ἐστὶν ὃ

ἔτι ἐπιποθῶ.

     Ἀλλὰ ῥᾴδιον τοῦτό γ’, ἔφη, ὦ Σώκρατες, ἀποκρίνασθαι,

ὅτι ἑνὸς ὄντος τῆς ἀρετῆς μόριά ἐστιν ἃ ἐρωτᾷς. — Πότερον,

(5)ἔφην, ὥσπερ προσώπου τὰ μόοια μόριά ἐστιν, στόμα τε

καὶ ῥὶς καὶ ὀφθαλμοὶ καὶ ὦτα, ἢ ὥσπερ τὰ τοῦ χρυσοῦ μόρια

οὐδὲν διαφέρει τὰ ἕτερα τῶν ἑτέρων, ἀλλήλων καὶ τοῦ ὅλου,

ἀλλ’ ἢ μεγέθει καὶ σμικρότητι; — Ἐκείνως μοι φαίνεται, ὦ

329eΣώκρατες, ὥσπερ τὰ τοῦ προσώπου μόρια ἔχει πρὸς τὸ ὅλον

πρόσωπον. — Πότερον οὖν, ἦν δ’ ἐγώ, καὶ μεταλαμβάνουσιν

οἱ ἄνθρωποι τούτων τῶν τῆς ἀρετῆς μορίων οἱ μὲν ἄλλο, οἱ

δὲ ἄλλο, ἢ ἀνάγκη, ἐάνπερ τις ἓν λάβῃ, ἅπαντα ἔχειν; —

(5)Οὐδαμῶς, ἔφη, ἐπεὶ πολλοὶ ἀνδρεῖοί εἰσιν, ἄδικοι δέ, καὶ

δίκαιοι αὖ, σοφοὶ δὲ οὔ. — Ἔστιν γὰρ οὖν καὶ ταῦτα μόρια

330aτῆς ἀρετῆς, ἔφην ἐγώ, σοφία τε καὶ ἀνδρεία; — Πάντων

μάλιστα δήπου, ἔφη· καὶ μέγιστόν γε ἡ σοφία τῶν μορίων.

— Ἕκαστον δὲ αὐτῶν ἐστιν, ἦν δ’ ἐγώ, ἄλλο, τὸ δὲ ἄλλο; —

Ναί. — Ἦ καὶ δύναμιν αὐτῶν ἕκαστον ἰδίαν ἔχει; ὥσπερ τὰ

(5)τοῦ προσώπου, οὐκ ἔστιν ὀφθαλμὸς οἷον τὰ ὦτα, οὐδ’ ἡ

δύναμις αὐτοῦ ἡ αὐτή· οὐδὲ τῶν ἄλλων οὐδέν ἐστιν οἷον τὸ

ἕτερον οὔτε κατὰ τὴν δύναμιν οὔτε κατὰ τὰ ἄλλα· ἆρ’ οὖν

οὕτω καὶ τὰ τῆς ἀρετῆς μόρια οὐκ ἔστιν τὸ ἕτερον οἷον τὸ

330bἕτερον, οὔτε αὐτὸ οὔτε ἡ δύναμις αὐτοῦ; ἢ δῆλα δὴ ὅτι

οὕτως ἔχει, εἴπερ τῷ παραδείγματί γε ἔοικε; — Ἀλλ’ οὕτως,

ἔφη, ἔχει, ὦ Σώκρατες. — Καὶ ἐγὼ εἶπον· Οὐδὲν ἄρα ἐστὶν

τῶν τῆς ἀρετῆς μορίων ἄλλο οἷον ἐπιστήμη, οὐδ’ οἷον

(5)δικαιοσύνη, οὐδ’ οἷον ἀνδρεία, οὐδ’ οἷον σωφροσύνη, οὐδ’

οἷον ὁσιότης. — Οὐκ ἔφη. — Φέρε δή, ἔφην ἐγώ, κοινῇ σκεψώ-

μεθα ποῖόν τι αὐτῶν ἐστιν ἕκαστον. πρῶτον μὲν τὸ τοιόνδε·

330cἡ δικαιοσύνη πρᾶγμά τί ἐστιν ἢ οὐδὲν πρᾶγμα; ἐμοὶ μὲν

γὰρ δοκεῖ· τί δὲ σοί; — Κἀμοί, ἔφη. — Τί οὖν; εἴ τις ἔροιτο

ἐμέ τε καὶ σέ· "Ὦ Πρωταγόρα τε καὶ Σώκρατες, εἴπετον δή

μοι, τοῦτο τὸ πρᾶγμα ὃ ὠνομάσατε ἄρτι, ἡ δικαιοσύνη, αὐτὸ

(5)τοῦτο δίκαιόν ἐστιν ἢ ἄδικον;" ἐγὼ μὲν ἂν αὐτῷ ἀποκριναί-

μην ὅτι δίκαιον· σὺ δὲ τίν’ ἂν ψῆφον θεῖο; τὴν αὐτὴν ἐμοὶ

ἢ ἄλλην; — Τὴν αὐτήν, ἔφη. — Ἔστιν ἄρα τοιοῦτον ἡ δικαιο-

σύνη οἷον δίκαιον εἶναι, φαίην ἂν ἔγωγε ἀποκρινόμενος τῷ

330dἐρωτῶντι· οὐκοῦν καὶ σύ; — Ναί, ἔφη. — Εἰ οὖν μετὰ τοῦτο

ἡμᾶς ἔροιτο· "Οὐκοῦν καὶ ὁσιότητά τινά φατε εἶναι;"

φαῖμεν ἄν, ὡς ἐγᾦμαι. — Ναί, ἦ δ’ ὅς. — "Οὐκοῦν φατε καὶ

τοῦτο πρᾶγμά τι εἶναι;" φαῖμεν ἄν· ἢ οὔ; — Καὶ τοῦτο

(5)συνέφη. — "Πότερον δὲ τοῦτο αὐτὸ τὸ πρᾶγμά φατε τοιοῦτον

πεφυκέναι οἷον ἀνόσιον εἶναι ἢ οἷον ὅσιον;" ἀγανακτήσαιμ’

ἂν ἔγωγ’, ἔφην, τῷ ἐρωτήματι, καὶ εἴποιμ’ ἄν· Εὐφήμει,

ὦ ἄνθρωπε· σχολῇ μεντἄν τι ἄλλο ὅσιον εἴη, εἰ μὴ αὐτή

330eγε ἡ ὁσιότης ὅσιον ἔσται. τί δὲ σύ; οὐχ οὕτως ἂν

ἀποκρίναιο; — Πάνυ μὲν οὖν, ἔφη.

     Εἰ οὖν μετὰ τοῦτο εἴποι ἐρωτῶν ἡμᾶς· "Πῶς οὖν ὀλίγον

πρότερον ἐλέγετε; ἆρ’ οὐκ ὀρθῶς ὑμῶν κατήκουσα; ἐδόξατέ

(5)μοι φάναι [τὰ] τῆς ἀρετῆς μόρια εἶναι οὕτως ἔχοντα πρὸς

ἄλληλα, ὡς οὐκ εἶναι τὸ ἕτερον αὐτῶν οἷον τὸ ἕτερον·"

εἴποιμ’ ἂν ἔγωγε ὅτι Τὰ μὲν ἄλλα ὀρθῶς ἤκουσας, ὅτι δὲ

καὶ ἐμὲ οἴει εἰπεῖν τοῦτο, παρήκουσας· Πρωταγόρας γὰρ

331aὅδε ταῦτα ἀπεκρίνατο, ἐγὼ δὲ ἠρώτων. εἰ οὖν εἴποι·

"Ἀληθῆ ὅδε λέγει, ὦ Πρωταγόρα; σὺ φῂς οὐκ εἶναι τὸ

ἕτερον μόριον οἷον τὸ ἕτερον τῶν τῆς ἀρετῆς; σὸς οὗτος

ὁ λόγος ἐστίν;" τί ἂν αὐτῷ ἀποκρίναιο; — Ἀνάγκη, ἔφη,

(5)ὦ Σώκρατες, ὁμολογεῖν.

     Τί οὖν, ὦ Πρωταγόρα, ἀποκρινούμεθα αὐτῷ, ταῦτα ὁμο-

λογήσαντες, ἐὰν ἡμᾶς ἐπανέρηται· "Οὐκ ἄρα ἐστὶν ὁσιότης

οἷον δίκαιον εἶναι πρᾶγμα, οὐδὲ δικαιοσύνη οἷον ὅσιον ἀλλ’

οἷον μὴ ὅσιον· ἡ δ’ ὁσιότης οἷον μὴ δίκαιον, ἀλλ’ ἄδικον

331bἄρα, τὸ δὲ ἀνόσιον;" τί αὐτῷ ἀποκρινούμεθα; ἐγὼ μὲν γὰρ

αὐτὸς ὑπέρ γε ἐμαυτοῦ φαίην ἂν καὶ τὴν δικαιοσύνην ὅσιον

εἶναι καὶ τὴν ὁσιότητα δίκαιον· καὶ ὑπὲρ σοῦ δέ, εἴ με ἐῴης,

ταὐτὰ ἂν ταῦτα ἀποκρινοίμην, ὅτι ἤτοι ταὐτόν γ’ ἐστιν δι-

(5)καιότης ὁσιότητι ἢ ὅτι ὁμοιότατον, καὶ μάλιστα πάντων

ἥ τε δικαιοσύνη οἷον ὁσιότης καὶ ἡ ὁσιότης οἷον δικαιοσύνη.

ἀλλ’ ὅρα εἰ διακωλύεις ἀποκρίνεσθαι, ἢ καὶ σοὶ συνδοκεῖ

οὕτως. — Οὐ πάνυ μοι δοκεῖ, ἔφη, ὦ Σώκρατες, οὕτως ἁπλοῦν

331cεἶναι, ὥστε συγχωρῆσαι τήν τε δικαιοσύνην ὅσιον εἶναι καὶ

τὴν ὁσιότητα δίκαιον, ἀλλά τί μοι δοκεῖ ἐν αὐτῷ διάφορον

εἶναι. ἀλλὰ τί τοῦτο διαφέρει; ἔφη· εἰ γὰρ βούλει, ἔστω

ἡμῖν καὶ δικαιοσύνη ὅσιον καὶ ὁσιότης δίκαιον. — Μή μοι, ἦν

(5)δ’ ἐγώ· οὐδὲν γὰρ δέομαι τὸ "εἰ βούλει" τοῦτο καὶ "εἴ

σοι δοκεῖ" ἐλέγχεσθαι, ἀλλ’ ἐμέ τε καὶ σέ· τὸ δ’ "ἐμέ

τε καὶ σέ" τοῦτο λέγω, οἰόμενος οὕτω τὸν λόγον βέλτιστ’

331dἂν ἐλέγχεσθαι, εἴ τις τὸ "εἴ" ἀφέλοι αὐτοῦ. — Ἀλλὰ μέν-

τοι, ἦ δ’ ὅς, προσέοικέν τι δικαιοσύνη ὁσιότητι· καὶ γὰρ

ὁτιοῦν ὁτῳοῦν ἁμῇ γέ πῃ προσέοικεν. τὸ γὰρ λευκὸν τῷ

μέλανι ἔστιν ὅπῃ προσέοικεν, καὶ τὸ σκληρὸν τῷ μαλακῷ,

(5)καὶ τἆλλα ἃ δοκεῖ ἐναντιώτατα εἶναι ἀλλήλοις· καὶ ἃ τότε

ἔφαμεν ἄλλην δύναμιν ἔχειν καὶ οὐκ εἶναι τὸ ἕτερον οἷον

τὸ ἕτερον, τὰ τοῦ προσώπου μόρια, ἁμῇ γέ πῃ προσέοικεν

καὶ ἔστιν τὸ ἕτερον οἷον τὸ ἕτερον. ὥστε τούτῳ γε τῷ τρόπῳ

331eκἂν ταῦτα ἐλέγχοις, εἰ βούλοιο, ὡς ἅπαντά ἐστιν ὅμοια

ἀλλήλοις. ἀλλ’ οὐχὶ τὰ ὅμοιόν τι ἔχοντα ὅμοια δίκαιον

καλεῖν, οὐδὲ τὰ ἀνόμοιόν τι ἔχοντα ἀνόμοια, κἂν πάνυ

σμικρὸν ἔχῃ τὸ ὅμοιον. — Καὶ ἐγὼ θαυμάσας εἶπον πρὸς

(5)αὐτόν· Ἦ γὰρ οὕτω σοι τὸ δίκαιον καὶ τὸ ὅσιον πρὸς ἄλληλα

ἔχει, ὥστε ὅμοιόν τι σμικρὸν ἔχειν ἀλλήλοις; — Οὐ πάνυ,

332aἔφη, οὕτως, οὐ μέντοι οὐδὲ αὖ ὡς σύ μοι δοκεῖς οἴεσθαι. —

Ἀλλὰ μήν, ἔφην ἐγώ, ἐπειδὴ δυσχερῶς δοκεῖς μοι ἔχειν

πρὸς τοῦτο, τοῦτο μὲν ἐάσωμεν, τόδε δὲ ἄλλο ὧν ἔλεγες

ἐπισκεψώμεθα. ἀφροσύνην τι καλεῖς; — Ἔφη. — Τούτῳ τῷ

(5)πράγματι οὐ πᾶν τοὐναντίον ἐστὶν ἡ σοφία; — Ἔμοιγε δοκεῖ,

ἔφη. — Πότερον δὲ ὅταν πράττωσιν ἅνθρωποι ὀρθῶς τε καὶ

ὠφελίμως, τότε σωφρονεῖν σοι δοκοῦσιν οὕτω πράττοντες,

ἢ [εἰ] τοὐναντίον [ἔπραττον]; — Σωφρονεῖν, ἔφη. — Οὐκοῦν

332bσωφροσύνῃ σωφρονοῦσιν; — Ἀνάγκη. — Οὐκοῦν οἱ μὴ ὀρθῶς

πράττοντες ἀφρόνως πράττουσιν καὶ οὐ σωφρονοῦσιν οὕτω

πράττοντες; — Συνδοκεῖ μοι, ἔφη. — Τοὐναντίον ἄρα ἐστὶν

τὸ ἀφρόνως πράττειν τῷ σωφρόνως; — Ἔφη. — Οὐκοῦν τὰ μὲν

(5)ἀφρόνως πραττόμενα ἀφροσύνῃ πράττεται, τὰ δὲ σωφρόνως

σωφροσύνῃ; — Ὡμολόγει. — Οὐκοῦν εἴ τι ἰσχύϊ πράττεται,

ἰσχυρῶς πράττεται, καὶ εἴ τι ἀσθενείᾳ, ἀσθενῶς; — Ἐδόκει.

— Καὶ εἴ τι μετὰ τάχους, ταχέως, καὶ εἴ τι μετὰ βραδυτῆτος,

332cβραδέως; — Ἔφη. — Καὶ εἴ τι δὴ ὡσαύτως πράττεται, ὑπὸ

τοῦ αὐτοῦ πράττεται, καὶ εἴ τι ἐναντίως, ὑπὸ τοῦ ἐναντίου; —

Συνέφη. — Φέρε δή, ἦν δ’ ἐγώ, ἔστιν τι καλόν; — Συνεχώρει.

— Τούτῳ ἔστιν τι ἐναντίον πλὴν τὸ αἰσχρόν; — Οὐκ ἔστιν.

(5)— Τί δέ; ἔστιν τι ἀγαθόν; — Ἔστιν. — Τούτῳ ἔστιν τι ἐναν-

τίον πλὴν τὸ κακόν; — Οὐκ ἔστιν. — Τί δέ; ἔστιν τι ὀξὺ ἐν

φωνῇ; — Ἔφη. — Τούτῳ μὴ ἔστιν τι ἐναντίον ἄλλο πλὴν τὸ

βαρύ; — Οὐκ ἔφη. — Οὐκοῦν, ἦν δ’ ἐγώ, ἑνὶ ἑκάστῳ τῶν ἐναν-

τίων ἓν μόνον ἐστὶν ἐναντίον καὶ οὐ πολλά; — Συνωμολόγει.

332d     Ἴθι δή, ἦν δ’ ἐγώ, ἀναλογισώμεθα τὰ ὡμολογημένα

ἡμῖν. ὡμολογήκαμεν ἓν ἑνὶ μόνον ἐναντίον εἶναι, πλείω

δὲ μή; — Ὡμολογήκαμεν. — Τὸ δὲ ἐναντίως πραττόμενον

ὑπὸ ἐναντίων πράττεσθαι; — Ἔφη. — Ὡμολογήκαμεν δὲ

(5)ἐναντίως πράττεσθαι ὃ ἂν ἀφρόνως πράττηται τῷ σωφρό-

νως πραττομένῳ; — Ἔφη. — Τὸ δὲ σωφρόνως πραττόμενον

ὑπὸ σωφροσύνης πράττεσθαι, τὸ δὲ ἀφρόνως ὑπὸ ἀφρο-

332eσύνης; — Συνεχώρει. — Οὐκοῦν εἴπερ ἐναντίως πράττεται, ὑπὸ

ἐναντίου πράττοιτ’ ἄν; — Ναί. — Πράττεται δὲ τὸ μὲν ὑπὸ

σωφροσύνης, τὸ δὲ ὑπὸ ἀφροσύνης; — Ναί. — Ἐναντίως; —

Πάνυ γε. — Οὐκοῦν ὑπὸ ἐναντίων ὄντων; — Ναί. — Ἐναντίον

(5)ἄρ’ ἐστὶν ἀφροσύνη σωφροσύνης; — Φαίνεται. — Μέμνησαι

οὖν ὅτι ἐν τοῖς ἔμπροσθεν ὡμολόγηται ἡμῖν ἀφροσύνη σοφίᾳ

ἐναντίον εἶναι; — Συνωμολόγει. — Ἓν δὲ ἑνὶ μόνον ἐναντίον

333aεἶναι; — Φημί. — Πότερον οὖν, ὦ Πρωταγόρα, λύσωμεν τῶν

λόγων; τὸ ἓν ἑνὶ μόνον ἐναντίον εἶναι, ἢ ἐκεῖνον ἐν ᾧ ἐλέ-

γετο ἕτερον εἶναι σωφροσύνης σοφία, μόριον δὲ ἑκάτερον

ἀρετῆς, καὶ πρὸς τῷ ἕτερον εἶναι καὶ ἀνόμοια καὶ αὐτὰ καὶ

(5)αἱ δυνάμεις αὐτῶν, ὥσπερ τὰ τοῦ προσώπου μόρια; πότερον

οὖν δὴ λύσωμεν; οὗτοι γὰρ οἱ λόγοι ἀμφότεροι οὐ πάνυ

μουσικῶς λέγονται· οὐ γὰρ συνᾴδουσιν οὐδὲ συναρμόττουσιν

ἀλλήλοις. πῶς γὰρ ἂν συνᾴδοιεν, εἴπερ γε ἀνάγκη ἑνὶ

333bμὲν ἓν μόνον ἐναντίον εἶναι, πλείοσιν δὲ μή, τῇ δὲ ἀφροσύνῃ

ἑνὶ ὄντι σοφία ἐναντία καὶ σωφροσύνη αὖ φαίνεται· ἦ γάρ,

ὦ Πρωταγόρα, ἔφην ἐγώ, ἢ ἄλλως πως; — Ὡμολόγησεν

καὶ μάλ’ ἀκόντως. — Οὐκοῦν ἓν ἂν εἴη ἡ σωφροσύνη καὶ ἡ

(5)σοφία; τὸ δὲ πρότερον αὖ ἐφάνη ἡμῖν ἡ δικαιοσύνη καὶ

ἡ ὁσιότης σχεδόν τι ταὐτὸν ὄν.

     Ἴθι δή, ἦν δ’ ἐγώ, ὦ Πρωταγόρα, μὴ ἀποκάμωμεν ἀλλὰ

καὶ τὰ λοιπὰ διασκεψώμεθα. ἆρά τίς σοι δοκεῖ ἀδικῶν

333cἄνθρωπος σωφρονεῖν, ὅτι ἀδικεῖ; — Αἰσχυνοίμην ἂν ἔγωγ’,

ἔφη, ὦ Σώκρατες, τοῦτο ὁμολογεῖν, ἐπεὶ πολλοί γέ φασιν

τῶν ἀνθρώπων. — Πότερον οὖν πρὸς ἐκείνους τὸν λόγον ποιή-

σομαι, ἔφην, ἢ πρὸς σέ; — Εἰ βούλει, ἔφη, πρὸς τοῦτον

(5)πρῶτον τὸν λόγον διαλέχθητι τὸν τῶν πολλῶν. — Ἀλλ’

οὐδέν μοι διαφέρει, ἐὰν μόνον σύ γε ἀποκρίνῃ, εἴτ’ οὖν

δοκεῖ σοι ταῦτα εἴτε μή· τὸν γὰρ λόγον ἔγωγε μάλιστα

ἐξετάζω, συμβαίνει μέντοι ἴσως καὶ ἐμὲ τὸν ἐρωτῶντα καὶ

τὸν ἀποκρινόμενον ἐξετάζεσθαι.

333d     Τὸ μὲν οὖν πρῶτον ἐκαλλωπίζετο ἡμῖν ὁ Πρωταγόρας_τὸν

γὰρ λόγον ᾐτιᾶτο δυσχερῆ εἶναι_ἔπειτα μέντοι συνεχώρησεν

ἀποκρίνεσθαι. — Ἴθι δή, ἔφην ἐγώ, ἐξ ἀρχῆς μοι ἀπόκριναι.

δοκοῦσί τινές σοι σωφρονεῖν ἀδικοῦντες; — Ἔστω, ἔφη. —

(5)Τὸ δὲ σωφρονεῖν λέγεις εὖ φρονεῖν; — Ἔφη. — Τὸ δ’ εὖ

φρονεῖν εὖ βουλεύεσθαι, ὅτι ἀδικοῦσιν; — Ἔστω, ἔφη. —

Πότερον, ἦν δ’ ἐγώ, εἰ εὖ πράττουσιν ἀδικοῦντες ἢ εἰ κακῶς;

— Εἰ εὖ. — Λέγεις οὖν ἀγαθὰ ἄττα εἶναι; — Λέγω. — Ἆρ’ οὖν,

ἦν δ’ ἐγώ, ταῦτ’ ἐστὶν ἀγαθὰ ἅ ἐστιν ὠφέλιμα τοῖς ἀνθρώ-

333eποις; — Καὶ ναὶ μὰ Δί’, ἔφη, κἂν μὴ τοῖς ἀνθρώποις

ὠφέλιμα ᾖ, ἔγωγε καλῶ ἀγαθά. — Καί μοι ἐδόκει ὁ Πρωτα-

γόρας ἤδη τετραχύνθαι τε καὶ ἀγωνιᾶν καὶ παρατετάχθαι

πρὸς τὸ ἀποκρίνεσθαι· ἐπειδὴ οὖν ἑώρων αὐτὸν οὕτως ἔχοντα,

(5)εὐλαβούμενος ἠρέμα ἠρόμην. Πότερον, ἦν δ’ ἐγώ, λέγεις, ὦ

334aΠρωταγόρα, ἃ μηδενὶ ἀνθρώπων ὠφέλιμά ἐστιν, ἢ ἃ μηδὲ

τὸ παράπαν ὠφέλιμα; καὶ τὰ τοιαῦτα σὺ ἀγαθὰ καλεῖς; —

Οὐδαμῶς, ἔφη· ἀλλ’ ἔγωγε πολλὰ οἶδ’ ἃ ἀνθρώποις μὲν

ἀνωφελῆ ἐστι, καὶ σιτία καὶ ποτὰ καὶ φάρμακα καὶ ἄλλα

(5)μυρία, τὰ δέ γε ὠφέλιμα· τὰ δὲ ἀνθρώποις μὲν οὐδέτερα,

ἵπποις δέ· τὰ δὲ βουσὶν μόνον, τὰ δὲ κυσίν· τὰ δέ γε τούτων

μὲν οὐδενί, δένδροις δέ· τὰ δὲ τοῦ δένδρου ταῖς μὲν ῥίζαις

ἀγαθά, ταῖς δὲ βλάσταις πονηρά, οἷον καὶ ἡ κόπρος πάντων

334bτῶν φυτῶν ταῖς μὲν ῥίζαις ἀγαθὸν παραβαλλομένη, εἰ δ’

ἐθέλοις ἐπὶ τοὺς πτόρθους καὶ τοὺς νέους κλῶνας ἐπιβάλλειν,

πάντα ἀπόλλυσιν· ἐπεὶ καὶ τὸ ἔλαιον τοῖς μὲν φυτοῖς ἅπασίν

ἐστιν πάγκακον καὶ ταῖς θριξὶν πολεμιώτατον ταῖς τῶν ἄλλων

(5)ζῴων πλὴν ταῖς τοῦ ἀνθρώπου, ταῖς δὲ τοῦ ἀνθρώπου ἀρωγὸν

καὶ τῷ ἄλλῳ σώματι. οὕτω δὲ ποικίλον τί ἐστιν τὸ ἀγαθὸν

καὶ παντοδαπόν, ὥστε καὶ ἐνταῦθα τοῖς μὲν ἔξωθεν τοῦ

334cσώματος ἀγαθόν ἐστιν τῷ ἀνθρώπῳ, τοῖς δ’ ἐντὸς ταὐτὸν

τοῦτο κάκιστον· καὶ διὰ τοῦτο οἱ ἰατροὶ πάντες ἀπαγορεύουσιν

τοῖς ἀσθενοῦσιν μὴ χρῆσθαι ἐλαίῳ ἀλλ’ ἢ ὅτι σμικροτάτῳ

ἐν τούτοις οἷς μέλλει ἔδεσθαι, ὅσον μόνον τὴν δυσχέρειαν

(5)κατασβέσαι τὴν ἐπὶ ταῖς αἰσθήσεσι ταῖς διὰ τῶν ῥινῶν

γιγνομένην ἐν τοῖς σιτίοις τε καὶ ὄψοις.

     Εἰπόντος οὖν ταῦτα αὐτοῦ οἱ παρόντες ἀνεθορύβησαν ὡς

εὖ λέγοι, καὶ ἐγὼ εἶπον· Ὦ Πρωταγόρα, ἐγὼ τυγχάνω ἐπι-

λήσμων τις ὢν ἄνθρωπος, καὶ ἐάν τίς μοι μακρὰ λέγῃ,

334dἐπιλανθάνομαι περὶ οὗ ἂν ᾖ ὁ λόγος. ὥσπερ οὖν εἰ ἐτύγχανον

ὑπόκωφος ὤν, ᾤου ἂν χρῆναι, εἴπερ ἔμελλές μοι διαλέξεσθαι,

μεῖζον φθέγγεσθαι ἢ πρὸς τοὺς ἄλλους, οὕτω καὶ νῦν, ἐπειδὴ

ἐπιλήσμονι ἐνέτυχες, σύντεμνέ μοι τὰς ἀποκρίσεις καὶ

(5)βραχυτέρας ποίει, εἰ μέλλω σοι ἕπεσθαι.

     Πῶς οὖν κελεύεις με βραχέα ἀποκρίνεσθαι; ἢ βραχύτερά

σοι, ἔφη, ἀποκρίνωμαι ἢ δεῖ;

     Μηδαμῶς, ἦν δ’ ἐγώ.

     Ἀλλ’ ὅσα δεῖ; ἔφη.

334e     Ναί, ἦν δ’ ἐγώ.

     Πότερα οὖν ὅσα ἐμοὶ δοκεῖ δεῖν ἀποκρίνεσθαι, τοσαῦτά

σοι ἀποκρίνωμαι, ἢ ὅσα σοί;

     Ἀκήκοα γοῦν, ἦν δ’ ἐγώ, ὅτι σὺ οἷός τ’ εἶ καὶ αὐτὸς καὶ

(5)ἄλλον διδάξαι περὶ τῶν αὐτῶν καὶ μακρὰ λέγειν, ἐὰν βούλῃ,

οὕτως ὥστε τὸν λόγον μηδέποτε ἐπιλιπεῖν, καὶ αὖ βραχέα

335aοὕτως ὥστε μηδένα σοῦ ἐν βραχυτέροις εἰπεῖν· εἰ οὖν

μέλλεις ἐμοὶ διαλέξεσθαι, τῷ ἑτέρῳ χρῶ τρόπῳ πρός με,

τῇ βραχυλογίᾳ.

     Ὦ Σώκρατες, ἔφη, ἐγὼ πολλοῖς ἤδη εἰς ἀγῶνα λόγων

(5)ἀφικόμην ἀνθρώποις, καὶ εἰ τοῦτο ἐποίουν ὃ σὺ κελεύεις,

ὡς ὁ ἀντιλέγων ἐκέλευέν με διαλέγεσθαι, οὕτω διελεγόμην,

οὐδενὸς ἂν βελτίων ἐφαινόμην οὐδ’ ἂν ἐγένετο Πρωταγόρου

ὄνομα ἐν τοῖς Ἕλλησιν.

     Καὶ ἐγώ_ἔγνων γὰρ ὅτι οὐκ ἤρεσεν αὐτὸς αὑτῷ ταῖς

335bἀποκρίσεσιν ταῖς ἔμπροσθεν, καὶ ὅτι οὐκ ἐθελήσοι ἑκὼν εἶναι

ἀποκρινόμενος διαλέγεσθαι_ἡγησάμενος οὐκέτι ἐμὸν ἔργον

εἶναι παρεῖναι ἐν ταῖς συνουσίαις, Ἀλλά τοι, ἔφην, ὦ

Πρωταγόρα, οὐδ’ ἐγὼ λιπαρῶς ἔχω παρὰ τὰ σοὶ δοκοῦντα

(5)τὴν συνουσίαν ἡμῖν γίγνεσθαι, ἀλλ’ ἐπειδὰν σὺ βούλῃ

διαλέγεσθαι ὡς ἐγὼ δύναμαι ἕπεσθαι, τότε σοι διαλέξομαι.

σὺ μὲν γάρ, ὡς λέγεται περὶ σοῦ, φῂς δὲ καὶ αὐτός, καὶ ἐν

μακρολογίᾳ καὶ ἐν βραχυλογίᾳ οἷός τ’ εἶ συνουσίας ποιεῖσθαι

335c_σοφὸς γὰρ εἶ_ἐγὼ δὲ τὰ μακρὰ ταῦτα ἀδύνατος, ἐπεὶ

ἐβουλόμην ἂν οἷός τ’ εἶναι. ἀλλὰ σὲ ἐχρῆν ἡμῖν συγχωρεῖν

τὸν ἀμφότερα δυνάμενον, ἵνα ἡ συνουσία ἐγίγνετο· νῦν δὲ

ἐπειδὴ οὐκ ἐθέλεις καὶ ἐμοί τις ἀσχολία ἐστὶν καὶ οὐκ ἂν οἷός

(5)τ’ εἴην σοι παραμεῖναι ἀποτείνοντι μακροὺς λόγους_ἐλθεῖν

γάρ ποί με δεῖ_εἶμι· ἐπεὶ καὶ ταῦτ’ ἂν ἴσως οὐκ ἀηδῶς σου

ἤκουον.

     Καὶ ἅμα ταῦτ’ εἰπὼν ἀνιστάμην ὡς ἀπιών· καί μου

ἀνισταμένου ἐπιλαμβάνεται ὁ Καλλίας τῆς χειρὸς τῇ δεξιᾷ,

335dτῇ δ’ ἀριστερᾷ ἀντελάβετο τοῦ τρίβωνος τουτουΐ, καὶ εἶπεν·

Οὐκ ἀφήσομέν σε, ὦ Σώκρατες· ἐὰν γὰρ σὺ ἐξέλθῃς, οὐχ

ὁμοίως ἡμῖν ἔσονται οἱ διάλογοι. δέομαι οὖν σου παρα-

μεῖναι ἡμῖν· ὡς ἐγὼ οὐδ’ ἂν ἑνὸς ἥδιον ἀκούσαιμι ἢ σοῦ τε

(5)καὶ Πρωταγόρου διαλεγομένων. ἀλλὰ χάρισαι ἡμῖν πᾶσιν.

     Καὶ ἐγὼ εἶπον_ἤδη δὲ ἀνειστήκη ὡς ἐξιών_Ὦ παῖ

Ἱππονίκου, ἀεὶ μὲν ἔγωγέ σου τὴν φιλοσοφίαν ἄγαμαι, ἀτὰρ

335eκαὶ νῦν ἐπαινῶ καὶ φιλῶ, ὥστε βουλοίμην ἂν χαρίζεσθαί

σοι, εἴ μου δυνατὰ δέοιο· νῦν δ’ ἐστὶν ὥσπερ ἂν εἰ δέοιό

μου Κρίσωνι τῷ Ἱμεραίῳ δρομεῖ ἀκμάζοντι ἕπεσθαι, ἢ τῶν

δολιχοδρόμων τῳ ἢ τῶν ἡμεροδρόμων διαθεῖν τε καὶ ἕπεσθαι,

336aεἴποιμι ἄν σοι ὅτι πολὺ σοῦ μᾶλλον ἐγὼ ἐμαυτοῦ δέομαι

θέουσιν τούτοις ἀκολουθεῖν, ἀλλ’ οὐ γὰρ δύναμαι, ἀλλ’ εἴ τι

δέῃ θεάσασθαι ἐν τῷ αὐτῷ ἐμέ τε καὶ Κρίσωνα θέοντας,

τούτου δέου συγκαθεῖναι· ἐγὼ μὲν γὰρ οὐ δύναμαι ταχὺ θεῖν,

(5)οὗτος δὲ δύναται βραδέως. εἰ οὖν ἐπιθυμεῖς ἐμοῦ καὶ Πρωτα-

γόρου ἀκούειν, τούτου δέου, ὥσπερ τὸ πρῶτόν μοι ἀπεκρίνατο

διὰ βραχέων τε καὶ αὐτὰ τὰ ἐρωτώμενα, οὕτω καὶ νῦν ἀποκρί-

336bνεσθαι· εἰ δὲ μή, τίς ὁ τρόπος ἔσται τῶν διαλόγων; χωρὶς

γὰρ ἔγωγ’ ᾤμην εἶναι τὸ συνεῖναί τε ἀλλήλοις διαλεγομένους

καὶ τὸ δημηγορεῖν.

     Ἀλλ’_ὁρᾷς; _ἔφη, ὦ Σώκρατες, δίκαια δοκεῖ λέγειν

(5)Πρωταγόρας ἀξιῶν αὑτῷ τε ἐξεῖναι διαλέγεσθαι ὅπως βού-

λεται, καὶ σὺ ὅπως ἂν αὖ σὺ βούλῃ.

     Ὑπολαβὼν οὖν ὁ Ἀλκιβιάδης, Οὐ καλῶς λέγεις, ἔφη, ὦ

Καλλία· Σωκράτης μὲν γὰρ ὅδε ὁμολογεῖ μὴ μετεῖναί οἱ

μακρολογίας καὶ παραχωρεῖ Πρωταγόρᾳ, τοῦ δὲ διαλέγεσθαι

336cοἷός τ’ εἶναι καὶ ἐπίστασθαι λόγον τε δοῦναι καὶ δέξασθαι

θαυμάζοιμ’ ἂν εἴ τῳ ἀνθρώπων παραχωρεῖ. εἰ μὲν οὖν καὶ

Πρωταγόρας ὁμολογεῖ φαυλότερος εἶναι Σωκράτους διαλε-

χθῆναι, ἐξαρκεῖ Σωκράτει· εἰ δὲ ἀντιποιεῖται, διαλεγέσθω

(5)ἐρωτῶν τε καὶ ἀποκρινόμενος, μὴ ἐφ’ ἑκάστῃ ἐρωτήσει

μακρὸν λόγον ἀποτείνων, ἐκκρούων τοὺς λόγους καὶ οὐκ ἐθέ-

336dλων διδόναι λόγον, ἀλλ’ ἀπομηκύνων ἕως ἂν ἐπιλάθωνται περὶ

ὅτου τὸ ἐρώτημα ἦν οἱ πολλοὶ τῶν ἀκουόντων· ἐπεὶ Σωκράτη

γε ἐγὼ ἐγγυῶμαι μὴ ἐπιλήσεσθαι, οὐχ ὅτι παίζει καί φησιν

ἐπιλήσμων εἶναι. ἐμοὶ μὲν οὖν δοκεῖ ἐπιεικέστερα Σωκράτης

(5)λέγειν· χρὴ γὰρ ἕκαστον τὴν ἑαυτοῦ γνώμην ἀποφαίνεσθαι.

     Μετὰ δὲ τὸν Ἀλκιβιάδην, ὡς ἐγᾦμαι, Κριτίας ἦν ὁ εἰπών·

Ὦ Πρόδικε καὶ Ἱππία, Καλλίας μὲν δοκεῖ μοι μάλα πρὸς

336eΠρωταγόρου εἶναι, Ἀλκιβιάδης δὲ ἀεὶ φιλόνικός ἐστι πρὸς ὃ

ἂν ὁρμήσῃ· ἡμᾶς δὲ οὐδὲν δεῖ συμφιλονικεῖν οὔτε Σωκράτει

οὔτε Πρωταγόρᾳ, ἀλλὰ κοινῇ ἀμφοτέρων δεῖσθαι μὴ μεταξὺ

διαλῦσαι τὴν συνουσίαν.

337a     Εἰπόντος δὲ αὐτοῦ ταῦτα, ὁ Πρόδικος, Καλῶς μοι, ἔφη,

δοκεῖς λέγειν, ὦ Κριτία· χρὴ γὰρ τοὺς ἐν τοιοῖσδε λόγοις

παραγιγνομένους κοινοὺς μὲν εἶναι ἀμφοῖν τοῖν διαλεγομένοιν

ἀκροατάς, ἴσους δὲ μή_ἔστιν γὰρ οὐ ταὐτόν· κοινῇ μὲν γὰρ

(5)ἀκοῦσαι δεῖ ἀμφοτέρων, μὴ ἴσον δὲ νεῖμαι ἑκατέρῳ, ἀλλὰ

τῷ μὲν σοφωτέρῳ πλέον, τῷ δὲ ἀμαθεστέρῳ ἔλαττον. ἐγὼ

μὲν καὶ αὐτός, ὦ Πρωταγόρα τε καὶ Σώκρατες, ἀξιῶ ὑμᾶς

συγχωρεῖν καὶ ἀλλήλοις περὶ τῶν λόγων ἀμφισβητεῖν μέν,

337bἐρίζειν δὲ μή_ἀμφισβητοῦσι μὲν γὰρ καὶ δι’ εὔνοιαν οἱ

φίλοι τοῖς φίλοις, ἐρίζουσιν δὲ οἱ διάφοροί τε καὶ ἐχθροὶ

ἀλλήλοις_καὶ οὕτως ἂν καλλίστη ἡμῖν ἡ συνουσία γίγνοιτο·

ὑμεῖς τε γὰρ οἱ λέγοντες μάλιστ’ ἂν οὕτως ἐν ἡμῖν τοῖς

(5)ἀκούουσιν εὐδοκιμοῖτε καὶ οὐκ ἐπαινοῖσθε_εὐδοκιμεῖν μὲν

γὰρ ἔστιν παρὰ ταῖς ψυχαῖς τῶν ἀκουόντων ἄνευ ἀπάτης,

ἐπαινεῖσθαι δὲ ἐν λόγῳ πολλάκις παρὰ δόξαν ψευδομένων_

337cἡμεῖς τ’ αὖ οἱ ἀκούοντες μάλιστ’ ἂν οὕτως εὐφραινοίμεθα,

οὐχ ἡδοίμεσθα_εὐφραίνεσθαι μὲν γὰρ ἔστιν μανθάνοντά τι

καὶ φρονήσεως μεταλαμβάνοντα αὐτῇ τῇ διανοίᾳ, ἥδεσθαι δὲ

ἐσθίοντά τι ἢ ἄλλο ἡδὺ πάσχοντα αὐτῷ τῷ σώματι.

(5)     Ταῦτα οὖν εἰπόντος τοῦ Προδίκου πολλοὶ πάνυ τῶν

παρόντων ἀπεδέξαντο· μετὰ δὲ τὸν Πρόδικον Ἱππίας ὁ

σοφὸς εἶπεν, Ὦ ἄνδρες, ἔφη, οἱ παρόντες, ἡγοῦμαι ἐγὼ

ὑμᾶς συγγενεῖς τε καὶ οἰκείους καὶ πολίτας ἅπαντας εἶναι_

337dφύσει, οὐ νόμῳ· τὸ γὰρ ὅμοιον τῷ ὁμοίῳ φύσει συγγενές

ἐστιν, ὁ δὲ νόμος, τύραννος ὢν τῶν ἀνθρώπων, πολλὰ παρὰ

τὴν φύσιν βιάζεται_ἡμᾶς οὖν αἰσχρὸν τὴν μὲν φύσιν τῶν

πραγμάτων εἰδέναι, σοφωτάτους δὲ ὄντας τῶν Ἑλλήνων, καὶ

(5)κατ’ αὐτὸ τοῦτο νῦν συνεληλυθότας τῆς τε Ἑλλάδος εἰς αὐτὸ

τὸ πρυτανεῖον τῆς σοφίας καὶ αὐτῆς τῆς πόλεως εἰς τὸν

μέγιστον καὶ ὀλβιώτατον οἶκον τόνδε, μηδὲν τούτου τοῦ

337eἀξιώματος ἄξιον ἀποφήνασθαι, ἀλλ’ ὥσπερ τοὺς φαυλο-

τάτους τῶν ἀνθρώπων διαφέρεσθαι ἀλλήλοις. ἐγὼ μὲν οὖν

καὶ δέομαι καὶ συμβουλεύω, ὦ Πρωταγόρα τε καὶ Σώκρατες,

συμβῆναι ὑμᾶς ὥσπερ ὑπὸ διαιτητῶν ἡμῶν συμβιβαζόντων

338aεἰς τὸ μέσον, καὶ μήτε σὲ τὸ ἀκριβὲς τοῦτο εἶδος τῶν

διαλόγων ζητεῖν τὸ κατὰ βραχὺ λίαν, εἰ μὴ ἡδὺ Πρωταγόρᾳ,

ἀλλ’ ἐφεῖναι καὶ χαλάσαι τὰς ἡνίας τοῖς λόγοις, ἵνα μεγα-

λοπρεπέστεροι καὶ εὐσχημονέστεροι ἡμῖν φαίνωνται, μήτ’ αὖ

(5)Πρωταγόραν πάντα κάλων ἐκτείναντα, οὐρίᾳ ἐφέντα, φεύγειν

εἰς τὸ πέλαγος τῶν λόγων ἀποκρύψαντα γῆν, ἀλλὰ μέσον

τι ἀμφοτέρους τεμεῖν. ὣς οὖν ποιήσετε, καὶ πείθεσθέ μοι

ῥαβδοῦχον καὶ ἐπιστάτην καὶ πρύτανιν ἑλέσθαι ὃς ὑμῖν

338bφυλάξει τὸ μέτριον μῆκος τῶν λόγων ἑκατέρου.

     Ταῦτα ἤρεσε τοῖς παροῦσι, καὶ πάντες ἐπῄνεσαν, καὶ ἐμέ

τε ὁ Καλλίας οὐκ ἔφη ἀφήσειν καὶ ἑλέσθαι ἐδέοντο ἐπιστάτην.

εἶπον οὖν ἐγὼ ὅτι αἰσχρὸν εἴη βραβευτὴν ἑλέσθαι τῶν λόγων.

(5)εἴτε γὰρ χείρων ἔσται ἡμῶν ὁ αἱρεθείς, οὐκ ὀρθῶς ἂν ἔχοι

τὸν χείρω τῶν βελτιόνων ἐπιστατεῖν, εἴτε ὅμοιος, οὐδ’

οὕτως ὀρθῶς· ὁ γὰρ ὅμοιος ἡμῖν ὅμοια καὶ ποιήσει, ὥστε ἐκ

338cπεριττοῦ ᾑρήσεται. ἀλλὰ δὴ βελτίονα ἡμῶν αἱρήσεσθε. τῇ

μὲν ἀληθείᾳ, ὡς ἐγᾦμαι, ἀδύνατον ὑμῖν ὥστε Πρωταγόρου

τοῦδε σοφώτερόν τινα ἑλέσθαι· εἰ δὲ αἱρήσεσθε μὲν μηδὲν

βελτίω, φήσετε δέ, αἰσχρὸν καὶ τοῦτο τῷδε γίγνεται, ὥσπερ

(5)φαύλῳ ἀνθρώπῳ ἐπιστάτην αἱρεῖσθαι, ἐπεὶ τό γ’ ἐμὸν οὐδέν

μοι διαφέρει. ἀλλ’ οὑτωσὶ ἐθέλω ποιῆσαι, ἵν’ ὃ προθυμεῖσθε

συνουσία τε καὶ διάλογοι ἡμῖν γίγνωνται· εἰ μὴ βούλεται

338dΠρωταγόρας ἀποκρίνεσθαι, οὗτος μὲν ἐρωτάτω, ἐγὼ δὲ ἀπο-

κρινοῦμαι, καὶ ἅμα πειράσομαι αὐτῷ δεῖξαι ὡς ἐγώ φημι

χρῆναι τὸν ἀποκρινόμενον ἀποκρίνεσθαι· ἐπειδὰν δὲ ἐγὼ

ἀποκρίνωμαι ὁπός’ ἂν οὗτος βούληται ἐρωτᾶν, πάλιν οὗτος

(5)ἐμοὶ λόγον ὑποσχέτω ὁμοίως. ἐὰν οὖν μὴ δοκῇ πρόθυμος εἶναι

πρὸς αὐτὸ τὸ ἐρωτώμενον ἀποκρίνεσθαι, καὶ ἐγὼ καὶ ὑμεῖς κοινῇ

δεησόμεθα αὐτοῦ ἅπερ ὑμεῖς ἐμοῦ, μὴ διαφθείρειν τὴν συν-

338eουσίαν· καὶ οὐδὲν δεῖ τούτου ἕνεκα ἕνα ἐπιστάτην γενέσθαι,

ἀλλὰ πάντες κοινῇ ἐπιστατήσετε. Ἐδόκει πᾶσιν οὕτω ποιη-

τέον εἶναι· καὶ ὁ Πρωταγόρας πάνυ μὲν οὐκ ἤθελεν, ὅμως

δὲ ἠναγκάσθη ὁμολογῆσαι ἐρωτήσειν, καὶ ἐπειδὰν ἱκανῶς

(5)ἐρωτήσῃ, πάλιν δώσειν λόγον κατὰ σμικρὸν ἀποκρινόμενος.

     Ἤρξατο οὖν ἐρωτᾶν οὑτωσί πως· Ἡγοῦμαι, ἔφη, ὦ Σώ-

κρατες, ἐγὼ ἀνδοὶ παιδείας μέγιστον μέρος εἶναι περὶ ἐπῶν

339aδεινὸν εἶναι· ἔστιν δὲ τοῦτο τὰ ὑπὸ τῶν ποιητῶν λεγόμενα

οἷόν τ’ εἶναι συνιέναι ἅ τε ὀρθῶς πεποίηται καὶ ἃ μή, καὶ

ἐπίστασθαι διελεῖν τε καὶ ἐρωτώμενον λόγον δοῦναι. καὶ δὴ

καὶ νῦν ἔσται τὸ ἐρώτημα περὶ τοῦ αὐτοῦ μὲν περὶ οὗπερ ἐγώ

(5)τε καὶ σὺ νῦν διαλεγόμεθα, περὶ ἀρετῆς, μετενηνεγμένον

δ’ εἰς ποίησιν· τοσοῦτον μόνον διοίσει. λέγει γάρ που

Σιμωνίδης πρὸς Σκόπαν τὸν Κρέοντος ὑὸν τοῦ Θετταλοῦ ὅτι_

339b     ἄνδρ’ ἀγαθὸν μὲν ἀλαθέως γενέσθαι χαλεπόν,

     χερσίν τε καὶ ποσὶ καὶ νόῳ τετράγωνον, ἄνευ ψόγου

                    τετυγμένον.

τοῦτο ἐπίστασαι τὸ ᾆσμα, ἢ πᾶν σοι διεξέλθω;

(5)     Καὶ ἐγὼ εἶπον ὅτι Οὐδὲν δεῖ· ἐπίσταμαί τε γάρ, καὶ πάνυ

μοι τυγχάνει μεμεληκὸς τοῦ ᾄσματος.

     Εὖ, ἔφη, λέγεις. πότερον οὖν καλῶς σοι δοκεῖ πεποιῆσθαι

καὶ ὀρθῶς, ἢ οὔ; — Πάνυ, ἔφην ἐγώ, [καλῶς] τε καὶ ὀρθῶς.

— Δοκεῖ δέ σοι καλῶς πεποιῆσθαι, εἰ ἐναντία λέγει αὐτὸς

(10)αὑτῷ ὁ ποιητής; — Οὐ καλῶς, ἦν δ’ ἐγώ. — Ὅρα δή, ἔφη,

339cβέλτιον. — Ἀλλ’, ὠγαθέ, ἔσκεμμαι ἱκανῶς. — Οἶσθα οὖν, ἔφη,

ὅτι προϊόντος τοῦ ᾄσματος λέγει που_

     οὐδέ μοι ἐμμελέως τὸ Πιττάκειον νέμεται,

     καίτοι σοφοῦ παρὰ φωτὸς εἰρημένον· χαλεπὸν φάτ’ ἐσθλὸν

(5)               ἔμμεναι.

ἐννοεῖς ὅτι ὁ αὐτὸς οὗτος καὶ τάδε λέγει κἀκεῖνα τὰ ἔμπροσθεν;

— Οἶδα, ἦν δ’ ἐγώ. — Δοκεῖ οὖν σοι, ἔφη, ταῦτα ἐκείνοις ὁμολο-

γεῖσθαι; — Φαίνεται ἔμοιγε [καὶ ἅμα μέντοι ἐφοβούμην μὴ

τὶ λέγοι] ἀτάρ, ἔφην ἐγώ, σοὶ οὐ φαίνεται; — Πῶς γὰρ ἂν

339dφαίνοιτο ὁμολογεῖν αὐτὸς ἑαυτῷ ὁ ταῦτα ἀμφότερα λέγων,

ὅς γε τὸ μὲν πρῶτον αὐτὸς ὑπέθετο χαλεπὸν εἶναι ἄνδρα

ἀγαθὸν γενέσθαι ἀλαθείᾳ, ὀλίγον δὲ τοῦ ποιήματος εἰς τὸ

πρόσθεν προελθὼν ἐπελάθετο, καὶ Πιττακὸν τὸν ταὐτὰ

(5)λέγοντα ἑαυτῷ, ὅτι <χαλεπὸν ἐσθλὸν ἔμμεναι>, τοῦτον

μέμφεταί τε καὶ οὔ φησιν ἀποδέχεσθαι αὐτοῦ τὰ αὐτὰ ἑαυτῷ

λέγοντος; καίτοι ὁπότε τὸν ταὐτὰ λέγοντα αὑτῷ μέμφεται,

δῆλον ὅτι καὶ ἑαυτὸν μέμφεται, ὥστε ἤτοι τὸ πρότερον ἢ

ὕστερον οὐκ ὀρθῶς λέγει.

(10)     Εἰπὼν οὖν ταῦτα πολλοῖς θόρυβον παρέσχεν καὶ ἔπαινον

339eτῶν ἀκουόντων· καὶ ἐγὼ τὸ μὲν πρῶτον, ὡσπερεὶ ὑπὸ ἀγαθοῦ

πύκτου πληγείς, ἐσκοτώθην τε καὶ ἰλιγγίασα εἰπόντος αὐτοῦ

ταῦτα καὶ τῶν ἄλλων ἐπιθορυβησάντων· ἔπειτα_ὥς γε πρὸς

σὲ εἰρῆσθαι τἀληθῆ, ἵνα μοι χρόνος ἐγγένηται τῇ σκέψει τί

(5)λέγοι ὁ ποιητής_τρέπομαι πρὸς τὸν Πρόδικον, καὶ καλέσας

αὐτόν, Ὦ Πρόδικε, ἔφην ἐγώ, σὸς μέντοι Σιμωνίδης πολίτης·

340aδίκαιος εἶ βοηθεῖν τῷ ἀνδρί. δοκῶ οὖν μοι ἐγὼ παρακαλεῖν

σέ· ὥσπερ ἔφη Ὅμηρος τὸν Σκάμανδρον πολιορκούμενον ὑπὸ

τοῦ Ἀχιλλέως τὸν Σιμόεντα παρακαλεῖν, εἰπόντα_

     φίλε κασίγνητε, σθένος ἀνέρος ἀμφότεροί περ

(5)     σχῶμεν,

ἀτὰρ καὶ ἐγὼ σὲ παρακαλῶ, μὴ ἡμῖν ὁ Πρωταγόρας τὸν

Σιμωνίδην ἐκπέρσῃ. καὶ γὰρ οὖν καὶ δεῖται τὸ ὑπὲρ Σιμω-

νίδου ἐπανόρθωμα τῆς σῆς μουσικῆς, ᾗ τό τε βούλεσθαι καὶ

340bἐπιθυμεῖν διαιρεῖς ὡς οὐ ταὐτὸν ὄν, καὶ ἃ νυνδὴ εἶπες πολλά

τε καὶ καλά. καὶ νῦν σκόπει εἴ σοι συνδοκεῖ ὅπερ ἐμοί.

οὐ γὰρ φαίνεται ἐναντία λέγειν αὐτὸς αὑτῷ Σιμωνίδης. σὺ

γάρ, ὦ Πρόδικε, προαπόφηναι τὴν σὴν γνώμην· ταὐτόν σοι

(5)δοκεῖ εἶναι τὸ γενέσθαι καὶ τὸ εἶναι, ἢ ἄλλο; — Ἄλλο νὴ Δί’,

ἔφη ὁ Πρόδικος. — Οὐκοῦν, ἔφην ἐγώ, ἐν μὲν τοῖς πρώτοις

αὐτὸς ὁ Σιμωνίδης τὴν ἑαυτοῦ γνώμην ἀπεφήνατο, ὅτι ἄνδρα

340cἀγαθὸν ἀληθείᾳ γενέσθαι χαλεπὸν εἴη; — Ἀληθῆ λέγεις, ἔφη

ὁ Πρόδικος. — Τὸν δέ γε Πιττακόν, ἦν δ’ ἐγώ, μέμφεται, οὐχ

ὡς οἴεται Πρωταγόρας, ταὐτὸν ἑαυτῷ λέγοντα, ἀλλ’ ἄλλο.

οὐ γὰρ τοῦτο ὁ Πιττακὸς ἔλεγεν τὸ χαλεπόν, <γενέσθαι>

(5)ἐσθλόν, ὥσπερ ὁ Σιμωνίδης, ἀλλὰ τὸ <ἔμμεναι>· ἔστιν δὲ οὐ

ταὐτόν, ὦ Πρωταγόρα, ὥς φησιν Πρόδικος ὅδε, τὸ εἶναι καὶ

τὸ γενέσθαι. εἰ δὲ μὴ τὸ αὐτό ἐστιν τὸ εἶναι τῷ γενέσθαι,

οὐκ ἐναντία λέγει ὁ Σιμωνίδης αὐτὸς αὑτῷ. καὶ ἴσως ἂν

340dφαίη Πρόδικος ὅδε καὶ ἄλλοι πολλοὶ καθ’ Ἡσίοδον γενέ-

σθαι μὲν ἀγαθὸν χαλεπὸν εἶναι_τῆς γὰρ <ἀρετῆς ἔμπρο-

σθεν> τοὺς θεοὺς <ἱδρῶτα> θεῖναι_ὅταν δέ τις αὐτῆς <εἰς

ἄκρον ἵκηται, ῥηϊδίην δἤπειτα πέλειν, χαλεπήν

(5)περ ἐοῦσαν>, ἐκτῆσθαι.

     Ὁ μὲν οὖν Πρόδικος ἀκούσας ταῦτα ἐπῄνεσέν με· ὁ δὲ

Πρωταγόρας, Τὸ ἐπανόρθωμά σοι, ἔφη, ὦ Σώκρατες, μεῖζον

ἁμάρτημα ἔχει ἢ ὃ ἐπανορθοῖς.

     Καὶ ἐγὼ εἶπον· Κακὸν ἄρα μοι εἴργασται, ὡς ἔοικεν, ὦ

340eΠρωταγόρα, καὶ εἰμί τις γελοῖος ἰατρός· ἰώμενος μεῖζον τὸ

νόσημα ποιῶ.

     Ἀλλ’ οὕτως ἔχει, ἔφη.

     Πῶς δή; ἦν δ’ ἐγώ.

(5)     Πολλὴ ἄν, ἔφη, ἀμαθία εἴη τοῦ ποιητοῦ, εἰ οὕτω φαῦλόν

τί φησιν εἶναι τὴν ἀρετὴν ἐκτῆσθαι, ὅ ἐστιν πάντων χαλε-

πώτατον, ὡς ἅπασιν δοκεῖ ἀνθρώποις.

     Καὶ ἐγὼ εἶπον· Νὴ τὸν Δία, εἰς καιρόν γε παρατετύχηκεν

ἡμῖν ἐν τοῖς λόγοις Πρόδικος ὅδε. κινδυνεύει γάρ τοι, ὦ

341aΠρωταγόρα, ἡ Προδίκου σοφία θεία τις εἶναι πάλαι, ἤτοι

ἀπὸ Σιμωνίδου ἀρξαμένη, ἢ καὶ ἔτι παλαιοτέρα. σὺ δὲ

ἄλλων πολλῶν ἔμπειρος ὢν ταύτης ἄπειρος εἶναι φαίνῃ, οὐχ

ὥσπερ ἐγὼ ἔμπειρος διὰ τὸ μαθητὴς εἶναι Προδίκου τουτουΐ·

(5)καὶ νῦν μοι δοκεῖς οὐ μανθάνειν ὅτι καὶ τὸ "χαλεπὸν" τοῦτο

ἴσως οὐχ οὕτως Σιμωνίδης ὑπελάμβανεν ὥσπερ σὺ ὑπολαμ-

βάνεις, ἀλλ’ ὥσπερ περὶ τοῦ "δεινοῦ" Πρόδικός με οὑτοσὶ

νουθετεῖ ἑκάστοτε, ὅταν ἐπαινῶν ἐγὼ ἢ σὲ ἢ ἄλλον τινὰ

λέγω ὅτι Πρωταγόρας σοφὸς καὶ δεινός ἐστιν ἀνήρ, ἐρωτᾷ

341bεἰ οὐκ αἰσχύνομαι τἀγαθὰ δεινὰ καλῶν. τὸ γὰρ δεινόν,

φησίν, κακόν ἐστιν· οὐδεὶς γοῦν λέγει ἑκάστοτε "δεινοῦ

πλούτου" οὐδὲ "δεινῆς εἰρήνης" οὐδὲ "δεινῆς ὑγιείας," ἀλλὰ

"δεινῆς νόσου" καὶ "δεινοῦ πολέμου" καὶ "δεινῆς πενίας,"

(5)ὡς τοῦ δεινοῦ κακοῦ ὄντος. ἴσως οὖν καὶ τὸ "χαλεπὸν" αὖ οἱ

Κεῖοι καὶ ὁ Σιμωνίδης ἢ κακὸν ὑπολαμβάνουσι ἢ ἄλλο τι

ὃ σὺ οὐ μανθάνεις· ἐρώμεθα οὖν Πρόδικον_δίκαιον γὰρ τὴν

Σιμωνίδου φωνὴν τοῦτον ἐρωτᾶν_τί ἔλεγεν, ὦ Πρόδικε, τὸ

341c"χαλεπὸν" Σιμωνίδης;

     Κακόν, ἔφη.

     Διὰ ταῦτ’ ἄρα καὶ μέμφεται, ἦν δ’ ἐγώ, ὦ Πρόδικε, τὸν

Πιττακὸν λέγοντα <χαλεπὸν ἐσθλὸν ἔμμεναι>, ὥσπερ ἂν

(5)εἰ ἤκουεν αὐτοῦ λέγοντος ὅτι ἐστὶν κακὸν <ἐσθλὸν ἔμμεναι>.

     Ἀλλὰ τί οἴει, ἔφη, λέγειν, ὦ Σώκρατες, Σιμωνίδην ἄλλο

ἢ τοῦτο, καὶ ὀνειδίζειν τῷ Πιττακῷ ὅτι τὰ ὀνόματα οὐκ ἠπί-

στατο ὀρθῶς διαιρεῖν ἅτε Λέσβιος ὢν καὶ ἐν φωνῇ βαρβάρῳ

τεθραμμένος;

(10)     Ἀκούεις δή, ἔφην ἐγώ, ὦ Πρωταγόρα, Προδίκου τοῦδε.

341dἔχεις τι πρὸς ταῦτα λέγειν;

     Καὶ ὁ Πρωταγόρας, Πολλοῦ γε δεῖ, ἔφη, οὕτως ἔχειν, ὦ

Πρόδικε· ἀλλ’ ἐγὼ εὖ οἶδ’ ὅτι καὶ Σιμωνίδης τὸ "χαλεπὸν"

ἔλεγεν ὅπερ ἡμεῖς οἱ ἄλλοι, οὐ τὸ κακόν, ἀλλ’ ὃ ἂν μὴ

(5)ῥᾴδιον ᾖ ἀλλὰ διὰ πολλῶν πραγμάτων γίγνηται.

     Ἀλλὰ καὶ ἐγὼ οἶμαι, ἔφην, ὦ Πρωταγόρα, τοῦτο λέγειν

Σιμωνίδην, καὶ Πρόδικόν γε τόνδε εἰδέναι, ἀλλὰ παίζειν καὶ

σοῦ δοκεῖν ἀποπειρᾶσθαι εἰ οἷός τ’ ἔσῃ τῷ σαυτοῦ λόγῳ

βοηθεῖν. ἐπεὶ ὅτι γε Σιμωνίδης οὐ λέγει τὸ χαλεπὸν

341eκακόν, μέγα τεκμήριόν ἐστιν εὐθὺς τὸ μετὰ τοῦτο ῥῆμα·

λέγει γὰρ ὅτι_

                         θεὸς ἂν μόνος τοῦτ’ ἔχοι γέρας,

οὐ δήπου τοῦτό γε λέγων, κακὸν <ἐσθλὸν ἔμμεναι>, εἶτα

(5)τὸν θεόν φησιν μόνον τοῦτο ἂν ἔχειν καὶ τῷ θεῷ τοῦτο

γέρας ἀπένειμε μόνῳ· ἀκόλαστον γὰρ ἄν τινα λέγοι Σιμωνί-

δην ὁ Πρόδικος καὶ οὐδαμῶς Κεῖον. ἀλλ’ ἅ μοι δοκεῖ

διανοεῖσθαι Σιμωνίδης ἐν τούτῳ τῷ ᾄσματι, ἐθέλω σοι εἰπεῖν,

342aεἰ βούλει λαβεῖν μου πεῖραν ὅπως ἔχω, ὃ σὺ λέγεις τοῦτο,

περὶ ἐπῶν· ἐὰν δὲ βούλῃ, σοῦ ἀκούσομαι.

     Ὁ μὲν οὖν Πρωταγόρας ἀκούσας μου ταῦτα λέγοντος, Εἰ

σὺ βούλει, ἔφη, ὦ Σώκρατες· ὁ δὲ Πρόδικός τε καὶ ὁ Ἱππίας

(5)ἐκελευέτην πάνυ, καὶ οἱ ἄλλοι.

     Ἐγὼ τοίνυν, ἦν δ’ ἐγώ, ἅ γέ μοι δοκεῖ περὶ τοῦ ᾄσματος

τούτου, πειράσομαι ὑμῖν διεξελθεῖν. φιλοσοφία γάρ ἐστιν

παλαιοτάτη τε καὶ πλείστη τῶν Ἑλλήνων ἐν Κρήτῃ τε καὶ

342bἐν Λακεδαίμονι, καὶ σοφισταὶ πλεῖστοι γῆς ἐκεῖ εἰσιν· ἀλλ’

ἐξαρνοῦνται καὶ σχηματίζονται ἀμαθεῖς εἶναι, ἵνα μὴ κατά-

δηλοι ὦσιν ὅτι σοφίᾳ τῶν Ἑλλήνων περίεισιν, ὥσπερ οὓς

Πρωταγόρας ἔλεγε τοὺς σοφιστάς, ἀλλὰ δοκῶσιν τῷ μάχε-

(5)σθαι καὶ ἀνδρείᾳ περιεῖναι, ἡγούμενοι, εἰ γνωσθεῖεν ᾧ

περίεισιν, πάντας τοῦτο ἀσκήσειν, τὴν σοφίαν. νῦν δὲ

ἀποκρυψάμενοι ἐκεῖνο ἐξηπατήκασιν τοὺς ἐν ταῖς πόλεσι

λακωνίζοντας, καὶ οἱ μὲν ὦτά τε κατάγνυνται μιμούμενοι

342cαὐτούς, καὶ ἱμάντας περιειλίττονται καὶ φιλογυμναστοῦσιν

καὶ βραχείας ἀναβολὰς φοροῦσιν, ὡς δὴ τούτοις κρατοῦντας

τῶν Ἑλλήνων τοὺς Λακεδαιμονίους· οἱ δὲ Λακεδαιμόνιοι,

ἐπειδὰν βούλωνται ἀνέδην τοῖς παρ’ αὑτοῖς συγγενέσθαι

(5)σοφισταῖς καὶ ἤδη ἄχθωνται λάθρᾳ συγγιγνόμενοι, ξενη-

λασίας ποιούμενοι τῶν τε λακωνιζόντων τούτων καὶ ἐάν τις

ἄλλος ξένος ὢν ἐπιδημήσῃ, συγγίγνονται τοῖς σοφισταῖς

λανθάνοντες τοὺς ξένους, καὶ αὐτοὶ οὐδένα ἐῶσιν τῶν νέων

342dεἰς τὰς ἄλλας πόλεις ἐξιέναι, ὥσπερ οὐδὲ Κρῆτες, ἵνα μὴ

ἀπομανθάνωσιν ἃ αὐτοὶ διδάσκουσιν. εἰσὶν δὲ ἐν ταύταις

ταῖς πόλεσιν οὐ μόνον ἄνδρες ἐπὶ παιδεύσει μέγα φρονοῦν-

τες, ἀλλὰ καὶ γυναῖκες. γνοῖτε δ’ ἂν ὅτι ἐγὼ ταῦτα ἀληθῆ

(5)λέγω καὶ Λακεδαιμόνιοι πρὸς φιλοσοφίαν καὶ λόγους ἄριστα

πεπαίδευνται, ὧδε· εἰ γὰρ ἐθέλει τις Λακεδαιμονίων τῷ

φαυλοτάτῳ συγγενέσθαι, τὰ μὲν πολλὰ ἐν τοῖς λόγοις εὑρή-

342eσει αὐτὸν φαῦλόν τινα φαινόμενον, ἔπειτα, ὅπου ἂν τύχῃ

τῶν λεγομένων, ἐνέβαλεν ῥῆμα ἄξιον λόγου βραχὺ καὶ

συνεστραμμένον ὥσπερ δεινὸς ἀκοντιστής, ὥστε φαίνεσθαι

τὸν προσδιαλεγόμενον παιδὸς μηδὲν βελτίω. τοῦτο οὖν

(5)αὐτὸ καὶ τῶν νῦν εἰσὶν οἳ κατανενοήκασι καὶ τῶν πάλαι, ὅτι

τὸ λακωνίζειν πολὺ μᾶλλόν ἐστιν φιλοσοφεῖν ἢ φιλογυμνα-

στεῖν, εἰδότες ὅτι τοιαῦτα οἷόν τ’ εἶναι ῥήματα φθέγγεσθαι

343aτελέως πεπαιδευμένου ἐστὶν ἀνθρώπου. τούτων ἦν καὶ

Θαλῆς ὁ Μιλήσιος καὶ Πιττακὸς ὁ Μυτιληναῖος καὶ Βίας ὁ

Πριηνεὺς καὶ Σόλων ὁ ἡμέτερος καὶ Κλεόβουλος ὁ Λίνδιος

καὶ Μύσων ὁ Χηνεύς, καὶ ἕβδομος ἐν τούτοις ἐλέγετο Λακε-

(5)δαιμόνιος Χίλων. οὗτοι πάντες ζηλωταὶ καὶ ἐρασταὶ καὶ

μαθηταὶ ἦσαν τῆς Λακεδαιμονίων παιδείας, καὶ καταμάθοι

ἄν τις αὐτῶν τὴν σοφίαν τοιαύτην οὖσαν, ῥήματα βραχέα

ἀξιομνημόνευτα ἑκάστῳ εἰρημένα· οὗτοι καὶ κοινῇ συνελ-

343bθόντες ἀπαρχὴν τῆς σοφίας ἀνέθεσαν τῷ Ἀπόλλωνι εἰς τὸν

νεὼν τὸν ἐν Δελφοῖς, γράψαντες ταῦτα ἃ δὴ πάντες

ὑμνοῦσιν, <Γνῶθι σαυτόν> καὶ <Μηδὲν ἄγαν>. τοῦ δὴ ἕνεκα

ταῦτα λέγω; ὅτι οὗτος ὁ τρόπος ἦν τῶν παλαιῶν τῆς φιλο-

(5)σοφίας, βραχυλογία τις Λακωνική· καὶ δὴ καὶ τοῦ Πιττακοῦ

ἰδίᾳ περιεφέρετο τοῦτο τὸ ῥῆμα ἐγκωμιαζόμενον ὑπὸ τῶν

σοφῶν, τὸ <Χαλεπὸν ἐσθλὸν ἔμμεναι>. ὁ οὖν Σιμωνίδης,

343cἅτε φιλότιμος ὢν ἐπὶ σοφίᾳ, ἔγνω ὅτι εἰ καθέλοι τοῦτο τὸ

ῥῆμα ὥσπερ εὐδοκιμοῦντα ἀθλητὴν καὶ περιγένοιτο αὐτοῦ,

αὐτὸς εὐδοκιμήσει ἐν τοῖς τότε ἀνθρώποις. εἰς τοῦτο οὖν τὸ

ῥῆμα καὶ τούτου ἕνεκα τούτῳ ἐπιβουλεύων κολοῦσαι αὐτὸ

(5)ἅπαν τὸ ᾆσμα πεποίηκεν, ὥς μοι φαίνεται.

     Ἐπισκεψώμεθα δὴ αὐτὸ κοινῇ ἅπαντες, εἰ ἄρα ἐγὼ ἀληθῆ

λέγω. εὐθὺς γὰρ τὸ πρῶτον τοῦ ᾄσματος μανικὸν ἂν φανείη,

εἰ βουλόμενος λέγειν ὅτι ἄνδρα ἀγαθὸν γενέσθαι χαλεπόν,

343dἔπειτα ἐνέβαλε τὸ <μέν>. τοῦτο γὰρ οὐδὲ πρὸς ἕνα λόγον

φαίνεται ἐμβεβλῆσθαι, ἐὰν μή τις ὑπολάβῃ πρὸς τὸ τοῦ

Πιττακοῦ ῥῆμα ὥσπερ ἐρίζοντα λέγειν τὸν Σιμωνίδην· λέγον-

τος τοῦ Πιττακοῦ ὅτι <χαλεπὸν ἐσθλὸν ἔμμεναι>, ἀμφι-

(5)σβητοῦντα εἰπεῖν ὅτι Οὔκ, ἀλλὰ <γενέσθαι μὲν χαλεπὸν>

ἄνδρα ἀγαθόν ἐστιν, ὦ Πιττακέ, ὡς ἀληθῶς_οὐκ ἀληθείᾳ

ἀγαθόν, οὐκ ἐπὶ τούτῳ λέγει τὴν ἀλήθειαν, ὡς ἄρα ὄντων τινῶν

343eτῶν μὲν ὡς ἀληθῶς ἀγαθῶν, τῶν δὲ ἀγαθῶν μέν, οὐ μέντοι

ἀληθῶς_εὔηθες γὰρ τοῦτό γε φανείη ἂν καὶ οὐ Σιμωνίδου

_ἀλλ’ ὑπερβατὸν δεῖ θεῖναι ἐν τῷ ᾄσματι τὸ <ἀλαθέως>,

οὑτωσί πως ὑπειπόντα τὸ τοῦ Πιττακοῦ, ὥσπερ ἂν εἰ θεῖμεν

(5)αὐτὸν λέγοντα τὸν Πιττακὸν καὶ Σιμωνίδην ἀποκρινόμενον

εἰπόντα· Ὦ ἄνθρωποι, <χαλεπὸν ἐσθλὸν ἔμμεναι>, τὸν δὲ

344aἀποκρινόμενον ὅτι Ὦ Πιττακέ, οὐκ ἀληθῆ λέγεις· οὐ γὰρ

εἶναι ἀλλὰ γενέσθαι μέν ἐστιν ἄνδρα <ἀγαθὸν χερσί τε

καὶ ποσὶ καὶ νόῳ τετράγωνον, ἄνευ ψόγου τετυ-

γμένον, χαλεπὸν ἀλαθέως>. οὕτω φαίνεται [τὸ] πρὸς

(5)λόγον τὸ <μέν> ἐμβεβλημένον καὶ τὸ <ἀλαθέως> ὀρθῶς ἐπ’

ἐσχάτῳ κείμενον· καὶ τὰ ἐπιόντα πάντα τούτῳ μαρτυρεῖ, ὅτι

οὕτως εἴρηται. πολλὰ μὲν γὰρ ἔστι καὶ περὶ ἑκάστου τῶν

344bἐν τῷ ᾄσματι εἰρημένων ἀποδεῖξαι ὡς εὖ πεποίηται_πάνυ

γὰρ χαριέντως καὶ μεμελημένως ἔχει_ἀλλὰ μακρὸν ἂν εἴη

αὐτὸ οὕτω διελθεῖν· ἀλλὰ τὸν τύπον αὐτοῦ τὸν ὅλον διεξέλ-

θωμεν καὶ τὴν βούλησιν, ὅτι παντὸς μᾶλλον ἔλεγχός ἐστιν

(5)τοῦ Πιττακείου ῥήματος διὰ παντὸς τοῦ ᾄσματος.

     Λέγει γὰρ μετὰ τοῦτο ὀλίγα διελθών, ὡς ἂν εἰ λέγοι

λόγον, ὅτι γενέσθαι μὲν ἄνδρα ἀγαθὸν χαλεπὸν ἀλαθέως,

οἷόν τε μέντοι ἐπί γε χρόνον τινά· γενόμενον δὲ διαμένειν

344cἐν ταύτῃ τῇ ἕξει καὶ εἶναι ἄνδρα ἀγαθόν, ὡς σὺ λέγεις, ὦ

Πιττακέ, ἀδύνατον καὶ οὐκ ἀνθρώπειον, ἀλλὰ θεὸς ἂν μόνος

τοῦτο ἔχοι τὸ γέρας,

          ἄνδρα δ’ οὐκ ἔστι μὴ οὐ κακὸν ἔμμεναι,

(5)          ὃν [ἂν] ἀμήχανος συμφορὰ καθέλῃ.

τίνα οὖν ἀμήχανος συμφορὰ καθαιρεῖ ἐν πλοίου ἀρχῇ; δῆλον

ὅτι οὐ τὸν ἰδιώτην· ὁ μὲν γὰρ ἰδιώτης ἀεὶ καθῄρηται. ὥσπερ

οὖν οὐ τὸν κείμενόν τις ἂν καταβάλοι, ἀλλὰ τὸν μὲν ἑστῶτά

ποτε καταβάλοι ἄν τις ὥστε κείμενον ποιῆσαι, τὸν δὲ κεί-

344dμενον οὔ, οὕτω καὶ τὸν εὐμήχανον ὄντα ποτὲ ἀμήχανος ἂν

συμφορὰ καθέλοι, τὸν δὲ ἀεὶ ἀμήχανον ὄντα οὔ, καὶ τὸν

κυβερνήτην μέγας χειμὼν ἐπιπεσὼν ἀμήχανον ἂν ποιήσειεν,

καὶ γεωργὸν χαλεπὴ ὥρα ἐπελθοῦσα ἀμήχανον ἂν θείη, καὶ

(5)ἰατρὸν ταὐτὰ ταῦτα. τῷ μὲν γὰρ ἐσθλῷ ἐγχωρεῖ κακῷ

γενέσθαι, ὥσπερ καὶ παρ’ ἄλλου ποιητοῦ μαρτυρεῖται τοῦ

εἰπόντος_

          αὐτὰρ ἀνὴρ ἀγαθὸς τοτὲ μὲν κακός, ἄλλοτε δ’ ἐσθλός·

344eτῷ δὲ κακῷ οὐκ ἐγχωρεῖ γενέσθαι, ἀλλ’ ἀεὶ εἶναι ἀνάγκη.

ὥστε τὸν μὲν εὐμήχανον καὶ σοφὸν καὶ ἀγαθὸν ἐπειδὰν

ἀμήχανος συμφορὰ καθέλῃ, <οὐκ ἔστι μὴ οὐ κακὸν ἔμμε-

ναι>· σὺ δὲ φῄς, ὦ Πιττακέ, <χαλεπὸν ἐσθλὸν ἔμμεναι

(5)τὸ δ’ ἐστὶ γενέσθαι μὲν χαλεπόν, δυνατὸν δέ, ἐσθλόν,

ἔμμεναι δὲ ἀδύνατον·

                    πράξας μὲν γὰρ εὖ πᾶς ἀνὴρ ἀγαθός,

                    κακὸς δ’ εἰ κακῶς.

345aτίς οὖν εἰς γράμματα ἀγαθὴ πρᾶξίς ἐστιν, καὶ τίς ἄνδρα

ἀγαθὸν ποιεῖ εἰς γράμματα; δῆλον ὅτι ἡ τούτων μάθησις.

τίς δὲ εὐπραγία ἀγαθὸν ἰατρὸν ποιεῖ; δῆλον ὅτι ἡ τῶν

καμνόντων τῆς θεραπείας μάθησις. <κακὸς δὲ κακῶς>· τίς

(5)οὖν ἂν κακὸς ἰατρὸς γένοιτο; δῆλον ὅτι ᾧ πρῶτον μὲν

ὑπάρχει ἰατρῷ εἶναι, ἔπειτα ἀγαθῷ ἰατρῷ_οὗτος γὰρ ἂν καὶ

κακὸς γένοιτο_ἡμεῖς δὲ οἱ ἰατρικῆς ἰδιῶται οὐκ ἄν ποτε

γενοίμεθα κακῶς πράξαντες οὔτε ἰατροὶ οὔτε τέκτονες οὔτε

345bἄλλο οὐδὲν τῶν τοιούτων· ὅστις δὲ μὴ ἰατρὸς ἂν γένοιτο

κακῶς πράξας, δῆλον ὅτι οὐδὲ κακὸς ἰατρός. οὕτω καὶ ὁ

μὲν ἀγαθὸς ἀνὴρ γένοιτ’ ἄν ποτε καὶ κακὸς ἢ ὑπὸ χρόνου ἢ

ὑπὸ πόνου ἢ ὑπὸ νόσου ἢ ὑπὸ ἄλλου τινὸς περιπτώματος_

(5)αὕτη γὰρ μόνη ἐστὶ κακὴ πρᾶξις, ἐπιστήμης στερηθῆναι_ὁ

δὲ κακὸς ἀνὴρ οὐκ ἄν ποτε γένοιτο κακός_ἔστιν γὰρ ἀεί_

ἀλλ’ εἰ μέλλει κακὸς γενέσθαι, δεῖ αὐτὸν πρότερον ἀγαθὸν

γενέσθαι. ὥστε καὶ τοῦτο τοῦ ᾄσματος πρὸς τοῦτο τείνει,

345cὅτι εἶναι μὲν ἄνδρα ἀγαθὸν οὐχ οἷόν τε, διατελοῦντα ἀγαθόν,

γενέσθαι δὲ ἀγαθὸν οἷόν τε, καὶ κακόν γε τὸν αὐτὸν τοῦτον·

ἐπὶ πλεῖστον δὲ καὶ ἄριστοί εἰσιν οὓς ἂν οἱ θεοὶ φιλῶσιν.

     Ταῦτά τε οὖν πάντα πρὸς τὸν Πιττακὸν εἴρηται, καὶ τὰ

(5)ἐπιόντα γε τοῦ ᾄσματος ἔτι μᾶλλον δηλοῖ. φησὶ γάρ_

          τοὔνεκεν οὔ ποτ’ ἐγὼ τὸ μὴ γενέσθαι δυνατὸν

          διζήμενος κενεὰν ἐς ἄπρακτον ἐλπίδα μοῖραν αἰῶνος

                         βαλέω,

          πανάμωμον ἄνθρωπον, εὐρυεδοῦς ὅσοι καρπὸν αἰνύμεθα

(10)                         χθονός·

          ἐπί θ’ ὑμῖν εὑρὼν ἀπαγγελέω,

345dφησίν_οὕτω σφόδρα καὶ δι’ ὅλου τοῦ ᾄσματος ἐπεξέρχεται

τῷ τοῦ Πιττακοῦ ῥήματι_

          πάντας δ’ ἐπαίνημι καὶ φιλέω

          ἑκὼν ὅστις ἕρδῃ

(5)          μηδὲν αἰσχρόν· ἀνάγκῃ δ’ οὐδὲ θεοὶ μάχονται·

καὶ τοῦτ’ ἐστὶ πρὸς τὸ αὐτὸ τοῦτο εἰρημένον. οὐ γὰρ οὕτως

ἀπαίδευτος ἦν Σιμωνίδης, ὥστε τούτους φάναι ἐπαινεῖν, ὃς

ἂν ἑκὼν μηδὲν κακὸν ποιῇ, ὡς ὄντων τινῶν οἳ ἑκόντες κακὰ

ποιοῦσιν. ἐγὼ γὰρ σχεδόν τι οἶμαι τοῦτο, ὅτι οὐδεὶς τῶν

345eσοφῶν ἀνδρῶν ἡγεῖται οὐδένα ἀνθρώπων ἑκόντα ἐξαμαρ-

τάνειν οὐδὲ αἰσχρά τε καὶ κακὰ ἑκόντα ἐργάζεσθαι, ἀλλ’ εὖ

ἴσασιν ὅτι πάντες οἱ τὰ αἰσχρὰ καὶ τὰ κακὰ ποιοῦντες ἄκον-

τες ποιοῦσιν· καὶ δὴ καὶ ὁ Σιμωνίδης οὐχ ὃς ἂν μὴ κακὰ

(5)ποιῇ ἑκών, τούτων φησὶν ἐπαινέτης εἶναι, ἀλλὰ περὶ ἑαυτοῦ

λέγει τοῦτο τὸ <ἑκών>. ἡγεῖτο γὰρ ἄνδρα καλὸν κἀγαθὸν

πολλάκις αὑτὸν ἐπαναγκάζειν φίλον τινὶ γίγνεσθαι καὶ ἐπαι-

346aνέτην [φιλεῖν καὶ ἐπαινεῖν], οἷον ἀνδρὶ πολλάκις συμβῆναι

μητέρα ἢ πατέρα ἀλλόκοτον ἢ πατρίδα ἢ ἄλλο τι τῶν τοιού-

των. τοὺς μὲν οὖν πονηρούς, ὅταν τοιοῦτόν τι αὐτοῖς

συμβῇ, ὥσπερ ἁσμένους ὁρᾶν καὶ ψέγοντας ἐπιδεικνύναι καὶ

(5)κατηγορεῖν τὴν πονηρίαν τῶν γονέων ἢ πατρίδος, ἵνα αὐτοῖς

ἀμελοῦσιν αὐτῶν μὴ ἐγκαλῶσιν οἱ ἄνθρωποι μηδ’ ὀνειδίζωσιν

ὅτι ἀμελοῦσιν, ὥστε ἔτι μᾶλλον ψέγειν τε αὐτοὺς καὶ ἔχθρας

346bἑκουσίους πρὸς ταῖς ἀναγκαίαις προστίθεσθαι· τοὺς δ’ ἀγα-

θοὺς ἐπικρύπτεσθαί τε καὶ ἐπαινεῖν ἀναγκάζεσθαι, καὶ ἄν τι

ὀργισθῶσιν τοῖς γονεῦσιν ἢ πατρίδι ἀδικηθέντες, αὐτοὺς ἑαυ-

τοὺς παραμυθεῖσθαι καὶ διαλλάττεσθαι προσαναγκάζοντας

(5)ἑαυτοὺς φιλεῖν τοὺς ἑαυτῶν καὶ ἐπαινεῖν. πολλάκις δὲ

οἶμαι καὶ Σιμωνίδης ἡγήσατο καὶ αὐτὸς ἢ τύραννον ἢ ἄλλον

τινὰ τῶν τοιούτων ἐπαινέσαι καὶ ἐγκωμιάσαι οὐχ ἑκών, ἀλλ’

ἀναγκαζόμενος. ταῦτα δὴ καὶ τῷ Πιττακῷ λέγει ὅτι Ἐγώ,

346cὦ Πιττακέ, οὐ διὰ ταῦτά σε ψέγω, ὅτι εἰμὶ φιλόψογος,

ἐπεὶ_

          ἔμοιγ’ ἐξαρκεῖ ὃς ἂν μὴ κακὸς ᾖ

          μηδ’ ἄγαν ἀπάλαμνος, εἰδώς τ’ ὀνησίπολιν δίκαν ὑγιὴς

(5)                         ἀνήρ·

          οὔ μιν ἐγὼ μωμήσομαι_

οὐ γάρ εἰμι φιλόμωμος_

          τῶν γὰρ ἠλιθίων ἀπείρων γενέθλα,

ὥστ’ εἴ τις χαίρει ψέγων, ἐμπλησθείη ἂν ἐκείνους μεμ-

(10)φόμενος_

          πάντα τοι καλά, τοῖσί τ’ αἰσχρὰ μὴ μέμεικται.

346dοὐ τοῦτο λέγει, ὥσπερ ἂν εἰ ἔλεγε πάντα τοι λευκά, οἷς

μέλανα μὴ μέμεικται_γελοῖον γὰρ ἂν εἴη πολλαχῇ_ἀλλ’

ὅτι αὐτὸς καὶ τὰ μέσα ἀποδέχεται ὥστε μὴ ψέγειν. καὶ οὐ

ζητῶ, ἔφη, <πανάμωμον ἄνθρωπον, εὐρυεδοῦς ὅσοι

(5)καρπὸν αἰνύμεθα χθονός, ἐπί θ’ ὑμῖν εὑρὼν ἀπαγ-

γελέω>· ὥστε τούτου γ’ ἕνεκα οὐδένα ἐπαινέσομαι, ἀλλά

μοι ἐξαρκεῖ ἂν ᾖ μέσος καὶ μηδὲν κακὸν ποιῇ, ὡς ἐγὼ πάντας

<φιλέω καὶ ἐπαίνημι>_καὶ τῇ φωνῇ ἐνταῦθα κέχρηται τῇ

346eτῶν Μυτιληναίων, ὡς πρὸς Πιττακὸν λέγων τὸ <πάντας δὲ

ἐπαίνημι καὶ φιλέω ἑκών>_ἐνταῦθα δεῖ ἐν τῷ <ἑκών> δια-

λαβεῖν λέγοντα_<ὅστις ἕρδῃ μηδὲν αἰσχρόν>, ἄκων δ’

ἔστιν οὓς ἐγὼ ἐπαινῶ καὶ φιλῶ. σὲ οὖν, καὶ εἰ μέσως

347aἔλεγες ἐπιεικῆ καὶ ἀληθῆ, ὦ Πιττακέ, οὐκ ἄν ποτε ἔψεγον·

νῦν δὲ σφόδρα γὰρ καὶ περὶ τῶν μεγίστων ψευδόμενος δοκεῖς

ἀληθῆ λέγειν, διὰ ταῦτά σε ἐγὼ ψέγω. ταῦτά μοι δοκεῖ, ὦ

Πρόδικε καὶ Πρωταγόρα, ἦν δ’ ἐγώ, Σιμωνίδης διανοούμενος

(5)πεποιηκέναι τοῦτο τὸ ᾆσμα.

     Καὶ ὁ Ἱππίας, Εὖ μέν μοι δοκεῖς, ἔφη, ὦ Σώκρατες, καὶ

σὺ περὶ τοῦ ᾄσματος διεληλυθέναι· ἔστιν μέντοι, ἔφη, καὶ

347bἐμοὶ λόγος περὶ αὐτοῦ εὖ ἔχων, ὃν ὑμῖν ἐπιδείξω, ἂν

βούλησθε.

     Καὶ ὁ Ἀλκιβιάδης, Ναί, ἔφη, ὦ Ἱππία, εἰς αὖθίς γε· νῦν

δὲ δίκαιόν ἐστιν ἃ ὡμολογησάτην πρὸς ἀλλήλω Πρωταγόρας

(5)καὶ Σωκράτης, Πρωταγόρας μὲν εἰ ἔτι βούλεται ἐρωτᾶν,

ἀποκρίνεσθαι Σωκράτη, εἰ δὲ δὴ βούλεται Σωκράτει ἀποκρί-

νεσθαι, ἐρωτᾶν τὸν ἕτερον.

     Καὶ ἐγὼ εἶπον· Ἐπιτρέπω μὲν ἔγωγε Πρωταγόρᾳ ὁπότερον

αὐτῷ ἥδιον· εἰ δὲ βούλεται, περὶ μὲν ᾀσμάτων τε καὶ ἐπῶν

347cἐάσωμεν, περὶ δὲ ὧν τὸ πρῶτον ἐγώ σε ἠρώτησα, ὦ Πρω-

ταγόρα, ἡδέως ἂν ἐπὶ τέλος ἔλθοιμι μετὰ σοῦ σκοπούμενος.

καὶ γὰρ δοκεῖ μοι τὸ περὶ ποιήσεως διαλέγεσθαι ὁμοιότατον

εἶναι τοῖς συμποσίοις τοῖς τῶν φαύλων καὶ ἀγοραίων ἀν-

(5)θρώπων. καὶ γὰρ οὗτοι, διὰ τὸ μὴ δύνασθαι ἀλλήλοις δι’

ἑαυτῶν συνεῖναι ἐν τῷ πότῳ μηδὲ διὰ τῆς ἑαυτῶν φωνῆς

καὶ τῶν λόγων τῶν ἑαυτῶν ὑπὸ ἀπαιδευσίας, τιμίας ποιοῦσι

347dτὰς αὐλητρίδας, πολλοῦ μισθούμενοι ἀλλοτρίαν φωνὴν τὴν

τῶν αὐλῶν, καὶ διὰ τῆς ἐκείνων φωνῆς ἀλλήλοις σύνεισιν·

ὅπου δὲ καλοὶ κἀγαθοὶ συμπόται καὶ πεπαιδευμένοι εἰσίν,

οὐκ ἂν ἴδοις οὔτ’ αὐλητρίδας οὔτε ὀρχηστρίδας οὔτε ψαλ-

(5)τρίας, ἀλλὰ αὐτοὺς αὑτοῖς ἱκανοὺς ὄντας συνεῖναι ἄνευ τῶν

λήρων τε καὶ παιδιῶν τούτων διὰ τῆς αὑτῶν φωνῆς, λέγον-

τάς τε καὶ ἀκούοντας ἐν μέρει ἑαυτῶν κοσμίως, κἂν πάνυ

347eπολὺν οἶνον πίωσιν. οὕτω δὲ καὶ αἱ τοιαίδε συνουσίαι, ἐὰν

μὲν λάβωνται ἀνδρῶν οἷοίπερ ἡμῶν οἱ πολλοί φασιν εἶναι,

οὐδὲν δέονται ἀλλοτρίας φωνῆς οὐδὲ ποιητῶν, οὓς οὔτε

ἀνερέσθαι οἷόν τ’ ἐστὶν περὶ ὧν λέγουσιν, ἐπαγόμενοί τε

(5)αὐτοὺς οἱ πολλοὶ ἐν τοῖς λόγοις οἱ μὲν ταῦτά φασιν τὸν

ποιητὴν νοεῖν, οἱ δ’ ἕτερα, περὶ πράγματος διαλεγόμενοι ὃ

ἀδυνατοῦσι ἐξελέγξαι· ἀλλὰ τὰς μὲν τοιαύτας συνουσίας

348aἐῶσιν χαίρειν, αὐτοὶ δ’ ἑαυτοῖς σύνεισιν δι’ ἑαυτῶν, ἐν τοῖς

ἑαυτῶν λόγοις πεῖραν ἀλλήλων λαμβάνοντες καὶ διδόντες.

τοὺς τοιούτους μοι δοκεῖ χρῆναι μᾶλλον μιμεῖσθαι ἐμέ τε

καὶ σέ, καταθεμένους τοὺς ποιητὰς αὐτοὺς δι’ ἡμῶν αὐτῶν

(5)πρὸς ἀλλήλους τοὺς λόγους ποιεῖσθαι, τῆς ἀληθείας καὶ

ἡμῶν αὐτῶν πεῖραν λαμβάνοντας· κἂν μὲν βούλῃ ἔτι ἐρωτᾶν,

ἕτοιμός εἰμί σοι παρέχειν ἀποκρινόμενος· ἐὰν δὲ βούλῃ, σὺ

ἐμοὶ παράσχες, περὶ ὧν μεταξὺ ἐπαυσάμεθα διεξιόντες, τού-

τοις τέλος ἐπιθεῖναι.

348b     Λέγοντος οὖν ἐμοῦ ταῦτα καὶ τοιαῦτα ἄλλα οὐδὲν ἀπε-

σάφει ὁ Πρωταγόρας ὁπότερα ποιήσοι. εἶπεν οὖν ὁ Ἀλκι-

βιάδης πρὸς τὸν Καλλίαν βλέψας, Ὦ Καλλία, δοκεῖ σοι,

ἔφη, καὶ νῦν καλῶς Πρωταγόρας ποιεῖν, οὐκ ἐθέλων εἴτε

(5)δώσει λόγον εἴτε μὴ διασαφεῖν; ἐμοὶ γὰρ οὐ δοκεῖ· ἀλλ’

ἤτοι διαλεγέσθω ἢ εἰπέτω ὅτι οὐκ ἐθέλει διαλέγεσθαι, ἵνα

τούτῳ μὲν ταῦτα συνειδῶμεν, Σωκράτης δὲ ἄλλῳ τῳ διαλέ-

γηται ἢ ἄλλος ὅστις ἂν βούληται ἄλλῳ.

348c     Καὶ ὁ Πρωταγόρας αἰσχυνθείς, ὥς γέ μοι ἔδοξεν, τοῦ τε

Ἀλκιβιάδου ταῦτα λέγοντος καὶ τοῦ Καλλίου δεομένου καὶ

τῶν ἄλλων σχεδόν τι τῶν παρόντων, μόγις προυτράπετο εἰς

τὸ διαλέγεσθαι καὶ ἐκέλευεν ἐρωτᾶν αὑτὸν ὡς ἀποκρινούμενος.

(5)     Εἶπον δὴ ἐγώ· Ὦ Πρωταγόρα, μὴ οἴου διαλέγεσθαί μέ

σοι ἄλλο τι βουλόμενον ἢ ἃ αὐτὸς ἀπορῶ ἑκάστοτε, ταῦτα

διασκέψασθαι. ἡγοῦμαι γὰρ πάνυ λέγειν τι τὸν Ὅμηρον

τὸ_

348d          σύν τε δύ’ ἐρχομένω, καί τε πρὸ ὃ τοῦ ἐνόησεν.

εὐπορώτεροι γάρ πως ἅπαντές ἐσμεν οἱ ἄνθρωποι πρὸς ἅπαν

ἔργον καὶ λόγον καὶ διανόημα· "<μοῦνος δ’ εἴπερ τε

νοήσῃ>," αὐτίκα περιιὼν ζητεῖ ὅτῳ ἐπιδείξηται καὶ μεθ’

(5)ὅτου βεβαιώσηται, ἕως ἂν ἐντύχῃ. ὥσπερ καὶ ἐγὼ ἕνεκα

τούτου σοὶ ἡδέως διαλέγομαι μᾶλλον ἢ ἄλλῳ τινί, ἡγού-

μενός σε βέλτιστ’ ἂν ἐπισκέψασθαι καὶ περὶ τῶν ἄλλων

348eπερὶ ὧν εἰκὸς σκοπεῖσθαι τὸν ἐπιεικῆ, καὶ δὴ καὶ περὶ ἀρετῆς.

τίνα γὰρ ἄλλον ἢ σέ; ὅς γε οὐ μόνον αὐτὸς οἴει καλὸς

κἀγαθὸς εἶναι, ὥσπερ τινὲς ἄλλοι αὐτοὶ μὲν ἐπιεικεῖς εἰσιν,

ἄλλους δὲ οὐ δύνανται ποιεῖν· σὺ δὲ καὶ αὐτὸς ἀγαθὸς εἶ

(5)καὶ ἄλλους οἷός τ’ εἶ ποιεῖν ἀγαθούς, καὶ οὕτω πεπί-

στευκας σαυτῷ, ὥστε καὶ ἄλλων ταύτην τὴν τέχνην ἀπο-

349aκρυπτομένων σύ γ’ ἀναφανδὸν σεαυτὸν ὑποκηρυξάμενος εἰς

πάντας τοὺς Ἕλληνας, σοφιστὴν ἐπονομάσας σεαυτόν,

ἀπέφηνας παιδεύσεως καὶ ἀρετῆς διδάσκαλον, πρῶτος τού-

του μισθὸν ἀξιώσας ἄρνυσθαι. πῶς οὖν οὐ σὲ χρῆν παρα-

(5)καλεῖν ἐπὶ τὴν τούτων σκέψιν καὶ ἐρωτᾶν καὶ ἀνακοινοῦσθαι;

οὐκ ἔσθ’ ὅπως οὔ. καὶ νῦν δὴ ἐγὼ ἐκεῖνα, ἅπερ τὸ πρῶτον

ἠρώτων περὶ τούτων, πάλιν ἐπιθυμῶ ἐξ ἀρχῆς τὰ μὲν

ἀναμνησθῆναι παρὰ σοῦ, τὰ δὲ συνδιασκέψασθαι. ἦν δέ,

349bὡς ἐγᾦμαι, τὸ ἐρώτημα τόδε· σοφία καὶ σωφροσύνη καὶ

ἀνδρεία καὶ δικαιοσύνη καὶ ὁσιότης, πότερον ταῦτα, πέντε

ὄντα ὀνόματα, ἐπὶ ἑνὶ πράγματί ἐστιν, ἢ ἑκάστῳ τῶν ὀνο-

μάτων τούτων ὑπόκειταί τις ἴδιος οὐσία καὶ πρᾶγμα ἔχον

(5)ἑαυτοῦ δύναμιν ἕκαστον, οὐκ ὂν οἷον τὸ ἕτερον αὐτῶν τὸ

ἕτερον; ἔφησθα οὖν σὺ οὐκ ὀνόματα ἐπὶ ἑνὶ εἶναι, ἀλλὰ

349cἕκαστον ἰδίῳ πράγματι τῶν ὀνομάτων τούτων ἐπικεῖσθαι,

πάντα δὲ ταῦτα μόρια εἶναι ἀρετῆς, οὐχ ὡς τὰ τοῦ χρυσοῦ

μόρια ὅμοιά ἐστιν ἀλλήλοις καὶ τῷ ὅλῳ οὗ μόριά ἐστιν,

ἀλλ’ ὡς τὰ τοῦ προσώπου μόρια καὶ τῷ ὅλῳ οὗ μόριά ἐστιν

(5)καὶ ἀλλήλοις ἀνόμοια, ἰδίαν ἕκαστα δύναμιν ἔχοντα. ταῦτα

εἰ μέν σοι δοκεῖ ἔτι ὥσπερ τότε, φάθι· εἰ δὲ ἄλλως πως,

τοῦτο διόρισαι, ὡς ἔγωγε οὐδέν σοι ὑπόλογον τίθεμαι, ἐάν

πῃ ἄλλῃ νῦν φήσῃς· οὐ γὰρ ἂν θαυμάζοιμι εἰ τότε ἀποπει-

349dρώμενός μου ταῦτα ἔλεγες.

     Ἀλλ’ ἐγώ σοι, ἔφη, λέγω, ὦ Σώκρατες, ὅτι ταῦτα πάντα

μόρια μέν ἐστιν ἀρετῆς, καὶ τὰ μὲν τέτταρα αὐτῶν ἐπιεικῶς

παραπλήσια ἀλλήλοις ἐστίν, ἡ δὲ ἀνδρεία πάνυ πολὺ δια-

(5)φέρον πάντων τούτων. ὧδε δὲ γνώσῃ ὅτι ἐγὼ ἀληθῆ

λέγω· εὑρήσεις γὰρ πολλοὺς τῶν ἀνθρώπων ἀδικωτάτους

μὲν ὄντας καὶ ἀνοσιωτάτους καὶ ἀκολαστοτάτους καὶ ἀμα-

θεστάτους, ἀνδρειοτάτους δὲ διαφερόντως.

349e     Ἔχε δή, ἔφην ἐγώ· ἄξιον γάρ τοι ἐπισκέψασθαι ὃ λέγεις.

πότερον τοὺς ἀνδρείους θαρραλέους λέγεις ἢ ἄλλο τι; —

Καὶ ἴτας γε, ἔφη, ἐφ’ ἃ οἱ πολλοὶ φοβοῦνται ἰέναι. — Φέρε

δή, τὴν ἀρετὴν καλόν τι φῂς εἶναι, καὶ ὡς καλοῦ ὄντος

(5)αὐτοῦ σὺ διδάσκαλον σαυτὸν παρέχεις; — Κάλλιστον μὲν

οὖν, ἔφη, εἰ μὴ μαίνομαί γε. — Πότερον οὖν, ἦν δ’ ἐγώ, τὸ

μέν τι αὐτοῦ αἰσχρόν, τὸ δέ τι καλόν, ἢ ὅλον καλόν; — Ὅλον

που καλὸν ὡς οἷόν τε μάλιστα. — Οἶσθα οὖν τίνες εἰς τὰ

350aφρέατα κολυμβῶσιν θαρραλέως; — Ἔγωγε, ὅτι οἱ κολυμβη-

ταί. — Πότερον διότι ἐπίστανται ἢ δι’ ἄλλο τι; — Ὅτι ἐπί-

στανται. — Τίνες δὲ ἀπὸ τῶν ἵππων πολεμεῖν θαρραλέοι εἰσίν;

πότερον οἱ ἱππικοὶ ἢ οἱ ἄφιπποι; — Οἱ ἱππικοί. — Τίνες δὲ

(5)πέλτας ἔχοντες; οἱ πελταστικοὶ ἢ οἱ μή; — Οἱ πελταστικοί.

καὶ τὰ ἄλλα γε πάντα, εἰ τοῦτο ζητεῖς, ἔφη, οἱ ἐπιστήμονες

τῶν μὴ ἐπισταμένων θαρραλεώτεροί εἰσιν, καὶ αὐτοὶ ἑαυτῶν

350bἐπειδὰν μάθωσιν ἢ πρὶν μαθεῖν. — Ἤδη δέ τινας ἑώρακας,

ἔφην, πάντων τούτων ἀνεπιστήμονας ὄντας, θαρροῦντας δὲ

πρὸς ἕκαστα τούτων; — Ἔγωγε, ἦ δ’ ὅς, καὶ λίαν γε θαρ-

ροῦντας. — Οὐκοῦν οἱ θαρραλέοι οὗτοι καὶ ἀνδρεῖοί εἰσιν;

(5)— Αἰσχρὸν μεντἄν, ἔφη, εἴη ἡ ἀνδρεία· ἐπεὶ οὗτοί γε

μαινόμενοί εἰσιν. — Πῶς οὖν, ἔφην ἐγώ, λέγεις τοὺς ἀν-

δρείους; οὐχὶ τοὺς θαρραλέους εἶναι; — Καὶ νῦν γ’, ἔφη. —

350cΟὐκοῦν οὗτοι, ἦν δ’ ἐγώ, οἱ οὕτω θαρραλέοι ὄντες οὐκ ἀν-

δρεῖοι ἀλλὰ μαινόμενοι φαίνονται; καὶ ἐκεῖ αὖ οἱ σοφώτατοι

οὗτοι καὶ θαρραλεώτατοί εἰσιν, θαρραλεώτατοι δὲ ὄντες

ἀνδρειότατοι; καὶ κατὰ τοῦτον τὸν λόγον ἡ σοφία ἂν ἀνδρεία

(5)εἴη;

     Οὐ καλῶς, ἔφη, μνημονεύεις, ὦ Σώκρατες, ἃ ἔλεγόν τε

καὶ ἀπεκρινόμην σοι. ἔγωγε ἐρωτηθεὶς ὑπὸ σοῦ εἰ οἱ

ἀνδρεῖοι θαρραλέοι εἰσίν, ὡμολόγησα· εἰ δὲ καὶ οἱ θαρραλέοι

ἀνδρεῖοι, οὐκ ἠρωτήθην_εἰ γάρ με τότε ἤρου, εἶπον ἂν ὅτι

350dοὐ πάντες_τοὺς δὲ ἀνδρείους ὡς οὐ θαρραλέοι εἰσίν, τὸ

ἐμὸν ὁμολόγημα οὐδαμοῦ ἐπέδειξας ὡς οὐκ ὀρθῶς ὡμολόγησα.

ἔπειτα τοὺς ἐπισταμένους αὐτοὺς ἑαυτῶν θαρραλεωτέρους

ὄντας ἀποφαίνεις καὶ μὴ ἐπισταμένων ἄλλων, καὶ ἐν τούτῳ

(5)οἴει τὴν ἀνδρείαν καὶ τὴν σοφίαν ταὐτὸν εἶναι· τούτῳ δὲ

τῷ τρόπῳ μετιὼν καὶ τὴν ἰσχὺν οἰηθείης ἂν εἶναι σοφίαν.

πρῶτον μὲν γὰρ εἰ οὕτω μετιὼν ἔροιό με εἰ οἱ ἰσχυροὶ

350eδυνατοί εἰσιν, φαίην ἄν· ἔπειτα, εἰ οἱ ἐπιστάμενοι παλαίειν

δυνατώτεροί εἰσιν τῶν μὴ ἐπισταμένων παλαίειν καὶ αὐτοὶ

αὑτῶν ἐπειδὰν μάθωσιν ἢ πρὶν μαθεῖν, φαίην ἄν· ταῦτα

δὲ ἐμοῦ ὁμολογήσαντος ἐξείη ἄν σοι, χρωμένῳ τοῖς αὐτοῖς

(5)τεκμηρίοις τούτοις, λέγειν ὡς κατὰ τὴν ἐμὴν ὁμολογίαν ἡ

σοφία ἐστὶν ἰσχύς. ἐγὼ δὲ οὐδαμοῦ οὐδ’ ἐνταῦθα ὁμολογῶ

τοὺς δυνατοὺς ἰσχυροὺς εἶναι, τοὺς μέντοι ἰσχυροὺς δυνατούς·

351aοὐ γὰρ ταὐτὸν εἶναι δύναμίν τε καὶ ἰσχύν, ἀλλὰ τὸ μὲν

καὶ ἀπὸ ἐπιστήμης γίγνεσθαι, τὴν δύναμιν, καὶ ἀπὸ μανίας

γε καὶ θυμοῦ, ἰσχὺν δὲ ἀπὸ φύσεως καὶ εὐτροφίας τῶν

σωμάτων. οὕτω δὲ κἀκεῖ οὐ ταὐτὸν εἶναι θάρσος τε καὶ

(5)ἀνδρείαν· ὥστε συμβαίνει τοὺς μὲν ἀνδρείους θαρραλέους

εἶναι, μὴ μέντοι τούς γε θαρραλέους ἀνδρείους πάντας·

θάρσος μὲν γὰρ καὶ ἀπὸ τέχνης γίγνεται ἀνθρώποις καὶ

351bἀπὸ θυμοῦ γε καὶ ἀπὸ μανίας, ὥσπερ ἡ δύναμις, ἀνδρεία

δὲ ἀπὸ φύσεως καὶ εὐτροφίας τῶν ψυχῶν γίγνεται.

     Λέγεις δέ τινας, ἔφην, ὦ Πρωταγόρα, τῶν ἀνθρώπων

εὖ ζῆν, τοὺς δὲ κακῶς; — Ἔφη. — Ἆρ’ οὖν δοκεῖ σοι ἄνθρωπος

(5)ἂν εὖ ζῆν, εἰ ἀνιώμενός τε καὶ ὀδυνώμενος ζῴη; — Οὐκ

ἔφη. — Τί δ’ εἰ ἡδέως βιοὺς τὸν βίον τελευτήσειεν; οὐκ εὖ

ἄν σοι δοκεῖ οὕτως βεβιωκέναι; — Ἔμοιγ’, ἔφη. — Τὸ μὲν ἄρα

351cἡδέως ζῆν ἀγαθόν, τὸ δ’ ἀηδῶς κακόν. — Εἴπερ τοῖς καλοῖς

γ’, ἔφη, ζῴη ἡδόμενος. — Τί δή, ὦ Πρωταγόρα; μὴ καὶ σύ,

ὥσπερ οἱ πολλοί, ἡδέ’ ἄττα καλεῖς κακὰ καὶ ἀνιαρὰ ἀγαθά;

ἐγὼ γὰρ λέγω, καθ’ ὃ ἡδέα ἐστίν, ἆρα κατὰ τοῦτο οὐκ

(5)ἀγαθά, μὴ εἴ τι ἀπ’ αὐτῶν ἀποβήσεται ἄλλο; καὶ αὖθις αὖ

τὰ ἀνιαρὰ ὡσαύτως οὕτως οὐ καθ’ ὅσον ἀνιαρά, κακά; —

Οὐκ οἶδα, ὦ Σώκρατες, ἔφη, ἁπλῶς οὕτως, ὡς σὺ ἐρωτᾷς,

351dεἰ ἐμοὶ ἀποκριτέον ἐστὶν ὡς τὰ ἡδέα τε ἀγαθά ἐστιν ἅπαντα

καὶ τὰ ἀνιαρὰ κακά· ἀλλά μοι δοκεῖ οὐ μόνον πρὸς τὴν νῦν

ἀπόκρισιν ἐμοὶ ἀσφαλέστερον εἶναι ἀποκρίνασθαι, ἀλλὰ καὶ

πρὸς πάντα τὸν ἄλλον βίον τὸν ἐμόν, ὅτι ἔστι μὲν ἃ τῶν

(5)ἡδέων οὐκ ἔστιν ἀγαθά, ἔστι δ’ αὖ καὶ ἃ τῶν ἀνιαρῶν οὐκ

ἔστι κακά, ἔστι δ’ ἃ ἔστι, καὶ τρίτον ἃ οὐδέτερα, οὔτε κακὰ

οὔτ’ ἀγαθά. — Ἡδέα δὲ καλεῖς, ἦν δ’ ἐγώ, οὐ τὰ ἡδονῆς

351eμετέχοντα ἢ ποιοῦντα ἡδονήν; — Πάνυ γ’, ἔφη. — Τοῦτο τοί-

νυν λέγω, καθ’ ὅσον ἡδέα ἐστίν, εἰ οὐκ ἀγαθά, τὴν ἡδονὴν

αὐτὴν ἐρωτῶν εἰ οὐκ ἀγαθόν ἐστιν. — Ὥσπερ σὺ λέγεις, ἔφη,

ἑκάστοτε, ὦ Σώκρατες, σκοπώμεθα αὐτό, καὶ ἐὰν μὲν πρὸς

(5)λόγον δοκῇ εἶναι τὸ σκέμμα καὶ τὸ αὐτὸ φαίνηται ἡδύ τε

καὶ ἀγαθόν, συγχωρησόμεθα· εἰ δὲ μή, τότε ἤδη ἀμφισβη-

τήσομεν.

     Πότερον οὖν, ἦν δ’ ἐγώ, σὺ βούλει ἡγεμονεύειν τῆς

σκέψεως, ἢ ἐγὼ ἡγῶμαι;

(10)     Δίκαιος, ἔφη, σὺ ἡγεῖσθαι· σὺ γὰρ καὶ κατάρχεις τοῦ

λόγου.

352a     Ἆρ’ οὖν, ἦν δ’ ἐγώ, τῇδέ πῃ καταφανὲς ἂν ἡμῖν γένοιτο;

ὥσπερ εἴ τις ἄνθρωπον σκοπῶν ἐκ τοῦ εἴδους ἢ πρὸς ὑγίειαν

ἢ πρὸς ἄλλο τι τῶν τοῦ σώματος ἔργων, ἰδὼν τὸ πρόσωπον

καὶ τὰς χεῖρας ἄκρας εἴποι· "Ἴθι δή μοι ἀποκαλύψας καὶ τὰ

(5)στήθη καὶ τὸ μετάφρενον ἐπίδειξον, ἵνα ἐπισκέψωμαι σαφέ-

στερον," καὶ ἐγὼ τοιοῦτόν τι ποθῶ πρὸς τὴν σκέψιν· θεα-

σάμενος ὅτι οὕτως ἔχεις πρὸς τὸ ἀγαθὸν καὶ τὸ ἡδὺ ὡς

φῄς, δέομαι τοιοῦτόν τι εἰπεῖν· Ἴθι δή μοι, ὦ Πρωταγόρα,

352bκαὶ τόδε τῆς διανοίας ἀποκάλυψον· πῶς ἔχεις πρὸς ἐπιστή-

μην; πότερον καὶ τοῦτό σοι δοκεῖ ὥσπερ τοῖς πολλοῖς

ἀνθρώποις, ἢ ἄλλως; δοκεῖ δὲ τοῖς πολλοῖς περὶ ἐπιστήμης

τοιοῦτόν τι, οὐκ ἰσχυρὸν οὐδ’ ἡγεμονικὸν οὐδ’ ἀρχικὸν εἶναι·

(5)οὐδὲ ὡς περὶ τοιούτου αὐτοῦ ὄντος διανοοῦνται, ἀλλ’ ἐνούσης

πολλάκις ἀνθρώπῳ ἐπιστήμης οὐ τὴν ἐπιστήμην αὐτοῦ

ἄρχειν ἀλλ’ ἄλλο τι, τοτὲ μὲν θυμόν, τοτὲ δὲ ἡδονήν, τοτὲ

δὲ λύπην, ἐνίοτε δὲ ἔρωτα, πολλάκις δὲ φόβον, ἀτεχνῶς

352cδιανοούμενοι περὶ τῆς ἐπιστήμης ὥσπερ περὶ ἀνδραπόδου,

περιελκομένης ὑπὸ τῶν ἄλλων ἁπάντων. ἆρ’ οὖν καὶ σοὶ

τοιοῦτόν τι περὶ αὐτῆς δοκεῖ, ἢ καλόν τε εἶναι ἡ ἐπιστήμη

καὶ οἷον ἄρχειν τοῦ ἀνθρώπου, καὶ ἐάνπερ γιγνώσκῃ τις

(5)τἀγαθὰ καὶ τὰ κακά, μὴ ἂν κρατηθῆναι ὑπὸ μηδενὸς ὥστε

ἄλλ’ ἄττα πράττειν ἢ ἃν ἐπιστήμη κελεύῃ, ἀλλ’ ἱκανὴν εἶναι

τὴν φρόνησιν βοηθεῖν τῷ ἀνθρώπῳ;

     Καὶ δοκεῖ, ἔφη, ὥσπερ σὺ λέγεις, ὦ Σώκρατες, καὶ ἅμα,

352dεἴπερ τῳ ἄλλῳ, αἰσχρόν ἐστι καὶ ἐμοὶ σοφίαν καὶ ἐπιστή-

μην μὴ οὐχὶ πάντων κράτιστον φάναι εἶναι τῶν ἀνθρωπείων

πραγμάτων.

     Καλῶς γε, ἔφην ἐγώ, σὺ λέγων καὶ ἀληθῆ. οἶσθα οὖν

(5)ὅτι οἱ πολλοὶ τῶν ἀνθρώπων ἐμοί τε καὶ σοὶ οὐ πείθονται,

ἀλλὰ πολλούς φασι γιγνώσκοντας τὰ βέλτιστα οὐκ ἐθέλειν

πράττειν, ἐξὸν αὐτοῖς, ἀλλὰ ἄλλα πράττειν· καὶ ὅσους δὴ

ἐγὼ ἠρόμην ὅτι ποτε αἴτιόν ἐστι τούτου, ὑπὸ ἡδονῆς φασιν

352eἡττωμένους ἢ λύπης ἢ ὧν νυνδὴ ἐγὼ ἔλεγον ὑπό τινος

τούτων κρατουμένους ταῦτα ποιεῖν τοὺς ποιοῦντας.

     Πολλὰ γὰρ οἶμαι, ἔφη, ὦ Σώκρατες, καὶ ἄλλα οὐκ ὀρθῶς

λέγουσιν οἱ ἄνθρωποι.

(5)     Ἴθι δὴ μετ’ ἐμοῦ ἐπιχείρησον πείθειν τοὺς ἀνθρώπους

καὶ διδάσκειν ὅ ἐστιν αὐτοῖς τοῦτο τὸ πάθος, ὅ φασιν ὑπὸ

353aτῶν ἡδονῶν ἡττᾶσθαι καὶ οὐ πράττειν διὰ ταῦτα τὰ βέλτιστα,

ἐπεὶ γιγνώσκειν γε αὐτά. ἴσως γὰρ ἂν λεγόντων ἡμῶν

ὅτι Οὐκ ὀρθῶς λέγετε, ὦ ἄνθρωποι, ἀλλὰ ψεύδεσθε, ἔροιντ’

ἂν ἡμᾶς· "Ὦ Πρωταγόρα τε καὶ Σώκρατες, εἰ μὴ ἔστιν

(5)τοῦτο τὸ πάθημα ἡδονῆς ἡττᾶσθαι, ἀλλὰ τί ποτ’ ἐστίν, καὶ

τί ὑμεῖς αὐτό φατε εἶναι; εἴπατον ἡμῖν."

     Τί δέ, ὦ Σώκρατες, δεῖ ἡμᾶς σκοπεῖσθαι τὴν τῶν πολλῶν

δόξαν ἀνθρώπων, οἳ ὅτι ἂν τύχωσι τοῦτο λέγουσιν;

353b     Οἶμαι, ἦν δ’ ἐγώ, εἶναί τι ἡμῖν τοῦτο πρὸς τὸ ἐξευρεῖν

περὶ ἀνδρείας, πρὸς τἆλλα μόρια τὰ τῆς ἀρετῆς πῶς ποτ’

ἔχει. εἰ οὖν σοι δοκεῖ ἐμμένειν οἷς ἄρτι ἔδοξεν ἡμῖν, ἐμὲ

ἡγήσασθαι ᾗ οἶμαι ἂν ἔγωγε κάλλιστα φανερὸν γενέσθαι,

(5)ἕπου· εἰ δὲ μὴ βούλει, εἴ σοι φίλον, ἐῶ χαίρειν.

     Ἀλλ’, ἔφη, ὀρθῶς λέγεις· καὶ πέραινε ὥσπερ ἤρξω.

353c     Πάλιν τοίνυν, ἔφην ἐγώ, εἰ ἔροιντο ἡμᾶς· "Τί οὖν φατε

τοῦτο εἶναι, ὃ ἡμεῖς ἥττω εἶναι τῶν ἡδονῶν ἐλέγομεν;"

εἴποιμ’ ἂν ἔγωγε πρὸς αὐτοὺς ὡδί· Ἀκούετε δή· πειρασό-

μεθα γὰρ ὑμῖν ἐγώ τε καὶ Πρωταγόρας φράσαι. ἄλλο τι

(5)γάρ, ὦ ἄνθρωποι, φατὲ ὑμῖν τοῦτο γίγνεσθαι ἐν τοῖσδε,

οἷον πολλάκις ὑπὸ σίτων καὶ ποτῶν καὶ ἀφροδισίων κρατού-

μενοι ἡδέων ὄντων, γιγνώσκοντες ὅτι πονηρά ἐστιν, ὅμως

αὐτὰ πράττειν; — Φαῖεν ἄν. — Οὐκοῦν ἐροίμεθ’ ἂν αὐτοὺς

ἐγώ τε καὶ σὺ πάλιν· Πονηρὰ δὲ αὐτὰ πῇ φατε εἶναι;

353dπότερον ὅτι τὴν ἡδονὴν ταύτην ἐν τῷ παραχρῆμα παρέχει

καὶ ἡδύ ἐστιν ἕκαστον αὐτῶν, ἢ ὅτι εἰς τὸν ὕστερον χρόνον

νόσους τε ποιεῖ καὶ πενίας καὶ ἄλλα τοιαῦτα πολλὰ παρα-

σκευάζει; ἢ κἂν εἴ τι τούτων εἰς τὸ ὕστερον μηδὲν παρα-

(5)σκευάζει, χαίρειν δὲ μόνον ποιεῖ, ὅμως δ’ ἂν κακὰ ἦν, ὅτι

μαθόντα χαίρειν ποιεῖ καὶ ὁπῃοῦν; ἆρ’ οἰόμεθ’ ἂν αὐτούς,

ὦ Πρωταγόρα, ἄλλο τι ἀποκρίνασθαι ἢ ὅτι οὐ κατὰ τὴν

αὐτῆς τῆς ἡδονῆς τῆς παραχρῆμα ἐργασίαν κακά ἐστιν,

353eἀλλὰ διὰ τὰ ὕστερον γιγνόμενα, νόσους τε καὶ τἆλλα. — Ἐγὼ

μὲν οἶμαι, ἔφη ὁ Πρωταγόρας, τοὺς πολλοὺς ἂν ταῦτα

ἀποκρίνασθαι. — Οὐκοῦν νόσους ποιοῦντα ἀνίας ποιεῖ, καὶ

πενίας ποιοῦντα ἀνίας ποιεῖ; Ὁμολογοῖεν ἄν, ὡς ἐγᾦμαι. —

(5)Συνέφη ὁ Πρωταγόρας. — Οὐκοῦν φαίνεται, ὦ ἄνθρωποι,

ὑμῖν, ὥς φαμεν ἐγώ τε καὶ Πρωταγόρας, δι’ οὐδὲν ἄλλο

ταῦτα κακὰ ὄντα ἢ διότι εἰς ἀνίας τε ἀποτελευτᾷ καὶ ἄλλων

354aἡδονῶν ἀποστερεῖ; Ὁμολογοῖεν ἄν; — Συνεδόκει ἡμῖν ἀμ-

φοῖν. — Οὐκοῦν πάλιν ἂν αὐτοὺς τὸ ἐναντίον εἰ ἐροίμεθα·

Ὦ ἄνθρωποι οἱ λέγοντες αὖ ἀγαθὰ ἀνιαρὰ εἶναι, ἆρα οὐ τὰ

τοιάδε λέγετε, οἷον τά τε γυμνάσια καὶ τὰς στρατείας καὶ

(5)τὰς ὑπὸ τῶν ἰατρῶν θεραπείας τὰς διὰ καύσεών τε καὶ τομῶν

καὶ φαρμακειῶν καὶ λιμοκτονιῶν γιγνομένας, ὅτι ταῦτα

ἀγαθὰ μέν ἐστιν, ἀνιαρὰ δέ; Φαῖεν ἄν; — Συνεδόκει. — Πότε-

354bρον οὖν κατὰ τόδε ἀγαθὰ αὐτὰ καλεῖτε, ὅτι ἐν τῷ παραχρῆμα

ὀδύνας τὰς ἐσχάτας παρέχει καὶ ἀλγηδόνας, ἢ ὅτι εἰς τὸν

ὕστερον χρόνον ὑγίειαί τε ἀπ’ αὐτῶν γίγνονται καὶ εὐεξίαι

τῶν σωμάτων καὶ τῶν πόλεων σωτηρίαι καὶ ἄλλων ἀρχαὶ

(5)καὶ πλοῦτοι; Φαῖεν ἄν, ὡς ἐγᾦμαι. — Συνεδόκει. — Ταῦτα δὲ

ἀγαθά ἐστι δι’ ἄλλο τι ἢ ὅτι εἰς ἡδονὰς ἀποτελευτᾷ καὶ

λυπῶν ἀπαλλαγάς τε καὶ ἀποτροπάς; ἢ ἔχετέ τι ἄλλο τέλος

354cλέγειν, εἰς ὃ ἀποβλέψαντες αὐτὰ ἀγαθὰ καλεῖτε, ἀλλ’ [ἢ]

ἡδονάς τε καὶ λύπας; Οὐκ ἂν φαῖεν, ὡς ἐγᾦμαι. —

Οὐδ’ ἐμοὶ δοκεῖ, ἔφη ὁ Πρωταγόρας. — Οὐκοῦν τὴν μὲν

ἡδονὴν διώκετε ὡς ἀγαθὸν ὄν, τὴν δὲ λύπην φεύγετε ὡς

(5)κακόν; — Συνεδόκει. — Τοῦτ’ ἄρα ἡγεῖσθ’ εἶναι κακόν, τὴν

λύπην, καὶ ἀγαθὸν τὴν ἡδονήν, ἐπεὶ καὶ αὐτὸ τὸ χαίρειν

τότε λέγετε κακὸν εἶναι, ὅταν μειζόνων ἡδονῶν ἀποστερῇ

ἢ ὅσας αὐτὸ ἔχει, ἢ λύπας μείζους παρασκευάζῃ τῶν ἐν

354dαὐτῷ ἡδονῶν· ἐπεὶ εἰ κατ’ ἄλλο τι αὐτὸ τὸ χαίρειν κακὸν

καλεῖτε καὶ εἰς ἄλλο τι τέλος ἀποβλέψαντες, ἔχοιτε ἂν καὶ

ἡμῖν εἰπεῖν· ἀλλ’ οὐχ ἕξετε. — Οὐδ’ ἐμοὶ δοκοῦσιν, ἔφη ὁ

Πρωταγόρας. — Ἄλλο τι οὖν πάλιν καὶ περὶ αὐτοῦ τοῦ

(5)λυπεῖσθαι ὁ αὐτὸς τρόπος; τότε καλεῖτε αὐτὸ τὸ λυπεῖσθαι

ἀγαθόν, ὅταν ἢ μείζους λύπας τῶν ἐν αὐτῷ οὐσῶν ἀπαλ-

λάττῃ ἢ μείζους ἡδονὰς τῶν λυπῶν παρασκευάζῃ; ἐπεὶ εἰ

πρὸς ἄλλο τι τέλος ἀποβλέπετε, ὅταν καλῆτε αὐτὸ τὸ λυ-

354eπεῖσθαι ἀγαθόν, ἢ πρὸς ὃ ἐγὼ λέγω, ἔχετε ἡμῖν εἰπεῖν·

ἀλλ’ οὐχ ἕξετε. — Ἀληθῆ, ἔφη, λέγεις, ὁ Πρωταγόρας.

     Πάλιν τοίνυν, ἔφην ἐγώ, εἴ με ἀνέροισθε, ὦ ἄνθρωποι,

"Τίνος οὖν δήποτε ἕνεκα πολλὰ περὶ τούτου λέγεις καὶ

(5)πολλαχῇ;" Συγγιγνώσκετέ μοι, φαίην ἂν ἔγωγε. πρῶτον

μὲν γὰρ οὐ ῥᾴδιον ἀποδεῖξαι τί ἐστίν ποτε τοῦτο ὃ ὑμεῖς

καλεῖτε τῶν ἡδονῶν ἥττω εἶναι· ἔπειτα ἐν τούτῳ εἰσὶν

πᾶσαι αἱ ἀποδείξεις. ἀλλ’ ἔτι καὶ νῦν ἀναθέσθαι ἔξεστιν,

355aεἴ πῃ ἔχετε ἄλλο τι φάναι εἶναι τὸ ἀγαθὸν ἢ τὴν ἡδονήν,

ἢ τὸ κακὸν ἄλλο τι ἢ τὴν ἀνίαν· ἢ ἀρκεῖ ὑμῖν τὸ ἡδέως

καταβιῶναι τὸν βίον ἄνευ λυπῶν; εἰ δὲ ἀρκεῖ καὶ μὴ ἔχετε

μηδὲν ἄλλο φάναι εἶναι ἀγαθὸν ἢ κακὸν ὃ μὴ εἰς ταῦτα

(5)τελευτᾷ, τὸ μετὰ τοῦτο ἀκούετε. φημὶ γὰρ ὑμῖν τούτου

οὕτως ἔχοντος γελοῖον τὸν λόγον γίγνεσθαι, ὅταν λέγητε

ὅτι πολλάκις γιγνώσκων τὰ κακὰ ἄνθρωπος ὅτι κακά ἐστιν,

ὅμως πράττει αὐτά, ἐξὸν μὴ πράττειν, ὑπὸ τῶν ἡδονῶν

355bἀγόμενος καὶ ἐκπληττόμενος· καὶ αὖθις αὖ λέγετε ὅτι

γιγνώσκων ὁ ἄνθρωπος τἀγαθὰ πράττειν οὐκ ἐθέλει διὰ τὰς

παραχρῆμα ἡδονάς, ὑπὸ τούτων ἡττώμενος. ὡς δὲ ταῦτα

γελοῖά ἐστιν, κατάδηλον ἔσται, ἐὰν μὴ πολλοῖς ὀνόμασι

(5)χρώμεθα ἅμα, ἡδεῖ τε καὶ ἀνιαρῷ καὶ ἀγαθῷ καὶ κακῷ, ἀλλ’

ἐπειδὴ δύο ἐφάνη ταῦτα, δυοῖν καὶ ὀνόμασιν προσαγορεύωμεν

αὐτά, πρῶτον μὲν ἀγαθῷ καὶ κακῷ, ἔπειτα αὖθις ἡδεῖ τε

355cκαὶ ἀνιαρῷ. θέμενοι δὴ οὕτω λέγωμεν ὅτι Γιγνώσκων ὁ

ἄνθρωπος τὰ κακὰ ὅτι κακά ἐστιν, ὅμως αὐτὰ ποιεῖ. ἐὰν οὖν

τις ἡμᾶς ἔρηται, "Διὰ τί;" Ἡττώμενος, φήσομεν· "Ὑπὸ

τοῦ;" ἐκεῖνος ἐρήσεται ἡμᾶς· ἡμῖν δὲ ὑπὸ μὲν ἡδονῆς οὐκέτι

(5)ἔξεστιν εἰπεῖν_ἄλλο γὰρ ὄνομα μετείληφεν ἀντὶ τῆς ἡδονῆς

τὸ ἀγαθόν_ἐκείνῳ δὴ ἀποκρινώμεθα καὶ λέγωμεν ὅτι

Ἡττώμενος — "Ὑπὸ τίνος;" φήσει. Τοῦ ἀγαθοῦ, φήσομεν

νὴ Δία. ἂν οὖν τύχῃ ὁ ἐρόμενος ἡμᾶς ὑβριστὴς ὤν, γελάσεται

355dκαὶ ἐρεῖ· "Ἦ γελοῖον λέγετε πρᾶγμα, εἰ πράττει τις κακά,

γιγνώσκων ὅτι κακά ἐστιν, οὐ δέον αὐτὸν πράττειν, ἡττώ-

μενος ὑπὸ τῶν ἀγαθῶν. ἆρα," φήσει, "οὐκ ἀξίων ὄντων

νικᾶν ἐν ὑμῖν τῶν ἀγαθῶν τὰ κακά, ἢ ἀξίων;" φήσομεν

(5)δῆλον ὅτι ἀποκρινόμενοι, ὅτι Οὐκ ἀξίων ὄντων· οὐ γὰρ ἂν

ἐξημάρτανεν ὅν φαμεν ἥττω εἶναι τῶν ἡδονῶν. "Κατὰ τί

δέ," φήσει ἴσως, "ἀνάξιά ἐστιν τἀγαθὰ τῶν κακῶν ἢ τὰ κακὰ

τῶν ἀγαθῶν; ἢ κατ’ ἄλλο τι ἢ ὅταν τὰ μὲν μείζω, τὰ δὲ

355eσμικρότερα ᾖ; ἢ πλείω, τὰ δὲ ἐλάττω ᾖ;" οὐχ ἕξομεν εἰπεῖν

ἄλλο ἢ τοῦτο. "Δῆλον ἄρα," φήσει, "ὅτι τὸ ἡττᾶσθαι τοῦτο

λέγετε, ἀντὶ ἐλαττόνων ἀγαθῶν μείζω κακὰ λαμβάνειν."

Ταῦτα μὲν οὖν οὕτω. μεταλάβωμεν δὴ τὰ ὀνόματα πάλιν

(5)τὸ ἡδύ τε καὶ ἀνιαρὸν ἐπὶ τοῖς αὐτοῖς τούτοις, καὶ λέγωμεν

ὅτι Ἄνθρωπος πράττει_τότε μὲν ἐλέγομεν τὰ κακά, νῦν δὲ

λέγωμεν τὰ ἀνιαρά, γιγνώσκων ὅτι ἀνιαρά ἐστιν, ἡττώμενος

356aὑπὸ τῶν ἡδέων, δῆλον ὅτι ἀναξίων ὄντων νικᾶν. καὶ τίς

ἄλλη ἀναξία ἡδονῇ πρὸς λύπην ἐστίν, ἀλλ’ ἢ ὑπερβολὴ

ἀλλήλων καὶ ἔλλειψις; ταῦτα δ’ ἐστὶ μείζω τε καὶ σμικρό-

τερα γιγνόμενα ἀλλήλων καὶ πλείω καὶ ἐλάττω καὶ μᾶλλον

(5)καὶ ἧττον. εἰ γάρ τις λέγοι ὅτι "Ἀλλὰ πολὺ διαφέρει, ὦ

Σώκρατες, τὸ παραχρῆμα ἡδὺ τοῦ εἰς τὸν ὕστερον χρόνον

καὶ ἡδέος καὶ λυπηροῦ," Μῶν ἄλλῳ τῳ, φαίην ἂν ἔγωγε,

ἢ ἡδονῇ καὶ λύπῃ; οὐ γὰρ ἔσθ’ ὅτῳ ἄλλῳ. ἀλλ’ ὥσπερ

356bἀγαθὸς ἱστάναι ἄνθρωπος, συνθεὶς τὰ ἡδέα καὶ συνθεὶς τὰ

λυπηρά, καὶ τὸ ἐγγὺς καὶ τὸ πόρρω στήσας ἐν τῷ ζυγῷ,

εἰπὲ πότερα πλείω ἐστίν. ἐὰν μὲν γὰρ ἡδέα πρὸς ἡδέα

ἱστῇς, τὰ μείζω ἀεὶ καὶ πλείω ληπτέα· ἐὰν δὲ λυπηρὰ πρὸς

(5)λυπηρά, τὰ ἐλάττω καὶ σμικρότερα· ἐὰν δὲ ἡδέα πρὸς

λυπηρά, ἐὰν μὲν τὰ ἀνιαρὰ ὑπερβάλληται ὑπὸ τῶν ἡδέων,

ἐάντε τὰ ἐγγὺς ὑπὸ τῶν πόρρω ἐάντε τὰ πόρρω ὑπὸ τῶν

ἐγγύς, ταύτην τὴν πρᾶξιν πρακτέον ἐν ᾗ ἂν ταῦτ’ ἐνῇ· ἐὰν

356cδὲ τὰ ἡδέα ὑπὸ τῶν ἀνιαρῶν, οὐ πρακτέα. μή πῃ ἄλλῃ

ἔχει, φαίην ἄν, ταῦτα, ὦ ἄνθρωποι; οἶδ’ ὅτι οὐκ ἂν ἔχοιεν

ἄλλως λέγειν. — Συνεδόκει καὶ ἐκείνῳ.

     Ὅτε δὴ τοῦτο οὕτως ἔχει, τόδε μοι ἀποκρίνασθε, φήσω.

(5)φαίνεται ὑμῖν τῇ ὄψει τὰ αὐτὰ μεγέθη ἐγγύθεν μὲν μείζω,

πόρρωθεν δὲ ἐλάττω· ἢ οὔ; — Φήσουσιν. — Καὶ τὰ παχέα

καὶ τὰ πολλὰ ὡσαύτως; καὶ αἱ φωναὶ [αἱ] ἴσαι ἐγγύθεν

μὲν μείζους, πόρρωθεν δὲ σμικρότεραι; — Φαῖεν ἄν. — Εἰ οὖν

356dἐν τούτῳ ἡμῖν ἦν τὸ εὖ πράττειν, ἐν τῷ τὰ μὲν μεγάλα

μήκη καὶ πράττειν καὶ λαμβάνειν, τὰ δὲ σμικρὰ καὶ φεύγειν

καὶ μὴ πράττειν, τίς ἂν ἡμῖν σωτηρία ἐφάνη τοῦ βίου; ἆρα

ἡ μετρητικὴ τέχνη ἢ ἡ τοῦ φαινομένου δύναμις; ἢ αὕτη

(5)μὲν ἡμᾶς ἐπλάνα καὶ ἐποίει ἄνω τε καὶ κάτω πολλάκις

μεταλαμβάνειν ταὐτὰ καὶ μεταμέλειν καὶ ἐν ταῖς πράξεσιν

καὶ ἐν ταῖς αἱρέσεσιν τῶν μεγάλων τε καὶ σμικρῶν, ἡ δὲ

μετρητικὴ ἄκυρον μὲν ἂν ἐποίησε τοῦτο τὸ φάντασμα, δηλώ-

356eσασα δὲ τὸ ἀληθὲς ἡσυχίαν ἂν ἐποίησεν ἔχειν τὴν ψυχὴν

μένουσαν ἐπὶ τῷ ἀληθεῖ καὶ ἔσωσεν ἂν τὸν βίον; ἆρ’ ἂν

ὁμολογοῖεν οἱ ἄνθρωποι πρὸς ταῦτα ἡμᾶς τὴν μετρητικὴν

σῴζειν ἂν τέχνην ἢ ἄλλην; — Τὴν μετρητικήν, ὡμολόγει. —

(5)Τί δ’ εἰ ἐν τῇ τοῦ περιττοῦ καὶ ἀρτίου αἱρέσει ἡμῖν ἦν ἡ

σωτηρία τοῦ βίου, ὁπότε τὸ πλέον ὀρθῶς ἔδει ἑλέσθαι καὶ

ὁπότε τὸ ἔλαττον, ἢ αὐτὸ πρὸς ἑαυτὸ ἢ τὸ ἕτερον πρὸς τὸ

ἕτερον, εἴτ’ ἐγγὺς εἴτε πόρρω εἴη; τί ἂν ἔσῳζεν ἡμῖν τὸν

357aβίον; ἆρ’ ἂν οὐκ ἐπιστήμη; καὶ ἆρ’ ἂν οὐ μετρητική τις,

ἐπειδήπερ ὑπερβολῆς τε καὶ ἐνδείας ἐστὶν ἡ τέχνη; ἐπειδὴ

δὲ περιττοῦ τε καὶ ἀρτίου, ἆρα ἄλλη τις ἢ ἀριθμητική; Ὁμο-

λογοῖεν ἂν ἡμῖν οἱ ἄνθρωποι ἢ οὔ; — Ἐδόκουν ἂν καὶ τῷ

(5)Πρωταγόρᾳ ὁμολογεῖν. — Εἶεν, ὦ ἄνθρωποι· ἐπεὶ δὲ δὴ

ἡδονῆς τε καὶ λύπης ἐν ὀρθῇ τῇ αἱρέσει ἐφάνη ἡμῖν ἡ σω-

τηρία τοῦ βίου οὖσα, τοῦ τε πλέονος καὶ ἐλάττονος καὶ

357bμείζονος καὶ σμικροτέρου καὶ πορρωτέρω καὶ ἐγγυτέρω, ἆρα

πρῶτον μὲν οὐ μετρητικὴ φαίνεται, ὑπερβολῆς τε καὶ ἐνδείας

οὖσα καὶ ἰσότητος πρὸς ἀλλήλας σκέψις; — Ἀλλ’ ἀνάγκη. —

Ἐπεὶ δὲ μετρητική, ἀνάγκῃ δήπου τέχνη καὶ ἐπιστήμη. —

(5)Συμφήσουσιν. — Ἥτις μὲν τοίνυν τέχνη καὶ ἐπιστήμη ἐστὶν

αὕτη, εἰς αὖθις σκεψόμεθα· ὅτι δὲ ἐπιστήμη ἐστίν, τοσοῦτον

ἐξαρκεῖ πρὸς τὴν ἀπόδειξιν ἣν ἐμὲ δεῖ καὶ Πρωταγόραν

357cἀποδεῖξαι περὶ ὧν ἤρεσθ’ ἡμᾶς. ἤρεσθε δέ, εἰ μέμνησθε,

ἡνίκα ἡμεῖς ἀλλήλοις ὡμολογοῦμεν ἐπιστήμης μηδὲν εἶναι

κρεῖττον, ἀλλὰ τοῦτο ἀεὶ κρατεῖν, ὅπου ἂν ἐνῇ, καὶ ἡδονῆς

καὶ τῶν ἄλλων ἁπάντων· ὑμεῖς δὲ δὴ ἔφατε τὴν ἡδονὴν

(5)πολλάκις κρατεῖν καὶ τοῦ εἰδότος ἀνθρώπου, ἐπειδὴ δὲ ὑμῖν

οὐχ ὡμολογοῦμεν, μετὰ τοῦτο ἤρεσθε ἡμᾶς· "Ὦ Πρωταγόρα

τε καὶ Σώκρατες, εἰ μὴ ἔστι τοῦτο τὸ πάθημα ἡδονῆς ἡττᾶσθαι,

ἀλλὰ τί ποτ’ ἐστὶν καὶ τί ὑμεῖς αὐτό φατε εἶναι; εἴπατε

357dἡμῖν." εἰ μὲν οὖν τότε εὐθὺς ὑμῖν εἴπομεν ὅτι Ἀμαθία,

κατεγελᾶτε ἂν ἡμῶν· νῦν δὲ ἂν ἡμῶν καταγελᾶτε, καὶ ὑμῶν

αὐτῶν καταγελάσεσθε. καὶ γὰρ ὑμεῖς ὡμολογήκατε ἐπιστή-

μης ἐνδείᾳ ἐξαμαρτάνειν περὶ τὴν τῶν ἡδονῶν αἵρεσιν καὶ

(5)λυπῶν τοὺς ἐξαμαρτάνοντας_ταῦτα δέ ἐστιν ἀγαθά τε καὶ

κακά_καὶ οὐ μόνον ἐπιστήμης, ἀλλὰ καὶ ἧς τὸ πρόσθεν ἔτι

ὡμολογήκατε ὅτι μετρητικῆς· ἡ δὲ ἐξαμαρτανομένη πρᾶξις

357eἄνευ ἐπιστήμης ἴστε που καὶ αὐτοὶ ὅτι ἀμαθίᾳ πράττεται.

ὥστε τοῦτ’ ἐστὶν τὸ ἡδονῆς ἥττω εἶναι, ἀμαθία ἡ μεγίστη,

ἧς Πρωταγόρας ὅδε φησὶν ἰατρὸς εἶναι καὶ Πρόδικος καὶ

Ἱππίας· ὑμεῖς δὲ διὰ τὸ οἴεσθαι ἄλλο τι ἢ ἀμαθίαν εἶναι

(5)οὔτε αὐτοὶ οὔτε τοὺς ὑμετέρους παῖδας παρὰ τοὺς τούτων

διδασκάλους τούσδε τοὺς σοφιστὰς πέμπετε, ὡς οὐ διδακτοῦ

ὄντος, ἀλλὰ κηδόμενοι τοῦ ἀργυρίου καὶ οὐ διδόντες τούτοις

κακῶς πράττετε καὶ ἰδίᾳ καὶ δημοσίᾳ.

358a     Ταῦτα μὲν τοῖς πολλοῖς ἀποκεκριμένοι ἂν ἦμεν· ὑμᾶς δὲ

δὴ μετὰ Πρωταγόρου ἐρωτῶ, [ὦ] Ἱππία τε καὶ Πρόδικε

[κοινὸς γὰρ δὴ ἔστω ὑμῖν ὁ λόγος] πότερον δοκῶ ὑμῖν ἀληθῆ

λέγειν ἢ ψεύδεσθαι. — Ὑπερφυῶς ἐδόκει ἅπασιν ἀληθῆ εἶναι

(5)τὰ εἰρημένα. — Ὁμολογεῖτε ἄρα, ἦν δ’ ἐγώ, τὸ μὲν ἡδὺ ἀγαθὸν

εἶναι, τὸ δὲ ἀνιαρὸν κακόν. τὴν δὲ Προδίκου τοῦδε διαίρεσιν

τῶν ὀνομάτων παραιτοῦμαι· εἴτε γὰρ ἡδὺ εἴτε τερπνὸν

λέγεις εἴτε χαρτόν, εἴτε ὁπόθεν καὶ ὅπως χαίρεις τὰ τοιαῦτα

358bὀνομάζων, ὦ βέλτιστε Πρόδικε, τοῦτό μοι πρὸς ὃ βούλομαι

ἀπόκριναι. — Γελάσας οὖν ὁ Πρόδικος συνωμολόγησε, καὶ οἱ

ἄλλοι. — Τί δὲ δή, ὦ ἄνδρες, ἔφην ἐγώ, τὸ τοιόνδε; αἱ ἐπὶ

τούτου πράξεις ἅπασαι, ἐπὶ τοῦ ἀλύπως ζῆν καὶ ἡδέως, ἆρ’

(5)οὐ καλαί [καὶ ὠφέλιμοι]; καὶ τὸ καλὸν ἔργον ἀγαθόν τε καὶ

ὠφέλιμον; — Συνεδόκει. — Εἰ ἄρα, ἔφην ἐγώ, τὸ ἡδὺ ἀγαθόν

ἐστιν, οὐδεὶς οὔτε εἰδὼς οὔτε οἰόμενος ἄλλα βελτίω εἶναι ἢ

358cἃ ποιεῖ, καὶ δυνατά, ἔπειτα ποιεῖ ταῦτα, ἐξὸν τὰ βελτίω· οὐδὲ

τὸ ἥττω εἶναι αὑτοῦ ἄλλο τι τοῦτ’ ἐστὶν ἢ ἀμαθία, οὐδὲ

κρείττω ἑαυτοῦ ἄλλο τι ἢ σοφία. — Συνεδόκει πᾶσιν. — Τί δὲ

δή; ἀμαθίαν ἆρα τὸ τοιόνδε λέγετε, τὸ ψευδῆ ἔχειν δόξαν

(5)καὶ ἐψεῦσθαι περὶ τῶν πραγμάτων τῶν πολλοῦ ἀξίων; — Καὶ

τοῦτο πᾶσι συνεδόκει. — Ἄλλο τι οὖν, ἔφην ἐγώ, ἐπί γε τὰ

κακὰ οὐδεὶς ἑκὼν ἔρχεται οὐδὲ ἐπὶ ἃ οἴεται κακὰ εἶναι, οὐδ’

358dἔστι τοῦτο, ὡς ἔοικεν, ἐν ἀνθρώπου φύσει, ἐπὶ ἃ οἴεται κακὰ

εἶναι ἐθέλειν ἰέναι ἀντὶ τῶν ἀγαθῶν· ὅταν τε ἀναγκασθῇ

δυοῖν κακοῖν τὸ ἕτερον αἱρεῖσθαι, οὐδεὶς τὸ μεῖζον αἱρήσεται

ἐξὸν τὸ ἔλαττον; — Ἅπαντα ταῦτα συνεδόκει ἅπασιν ἡμῖν. —

(5)Τί οὖν; ἔφην ἐγώ, καλεῖτέ [τι] δέος καὶ φόβον; καὶ ἆρα

ὅπερ ἐγώ; [πρὸς σὲ λέγω, ὦ Πρόδικε]. προσδοκίαν τινὰ

λέγω κακοῦ τοῦτο, εἴτε φόβον εἴτε δέος καλεῖτε. — Ἐδόκει

Πρωταγόρᾳ μὲν καὶ Ἱππίᾳ δέος τε καὶ φόβος εἶναι τοῦτο,

358eΠροδίκῳ δὲ δέος, φόβος δ’ οὔ. — Ἀλλ’ οὐδέν, ἔφην ἐγώ,

Πρόδικε, διαφέρει· ἀλλὰ τόδε. εἰ ἀληθῆ τὰ ἔμπροσθέν ἐστιν,

ἆρά τις ἀνθρώπων ἐθελήσει ἐπὶ ταῦτα ἰέναι ἃ δέδοικεν, ἐξὸν

ἐπὶ ἃ μή; ἢ ἀδύνατον ἐκ τῶν ὡμολογημένων; ἃ γὰρ δέ-

(5)δοικεν, ὡμολόγηται ἡγεῖσθαι κακὰ εἶναι· ἃ δὲ ἡγεῖται κακά,

οὐδένα οὔτε ἰέναι ἐπὶ ταῦτα οὔτε λαμβάνειν ἑκόντα. — Ἐδόκει

359aκαὶ ταῦτα πᾶσιν.

     Οὕτω δὴ τούτων ὑποκειμένων, ἦν δ’ ἐγώ, Πρόδικέ τε καὶ

Ἱππία, ἀπολογείσθω ἡμῖν Πρωταγόρας ὅδε ἃ τὸ πρῶτον

ἀπεκρίνατο πῶς ὀρθῶς ἔχει_μὴ ἃ τὸ πρῶτον παντάπασι·

(5)τότε μὲν γὰρ δὴ πέντε ὄντων μορίων τῆς ἀρετῆς οὐδὲν ἔφη

εἶναι τὸ ἕτερον οἷον τὸ ἕτερον, ἰδίαν δὲ αὑτοῦ ἕκαστον ἔχειν

δύναμιν· ἀλλ’ οὐ ταῦτα λέγω, ἀλλ’ ἃ τὸ ὕστερον εἶπεν. τὸ γὰρ

ὕστερον ἔφη τὰ μὲν τέτταρα ἐπιεικῶς παραπλήσια ἀλλήλοις

359bεἶναι, τὸ δὲ ἓν πάνυ πολὺ διαφέρειν τῶν ἄλλων, τὴν ἀνδρείαν,

γνώσεσθαι δέ μ’ ἔφη τεκμηρίῳ τῷδε· "Εὑρήσεις γάρ, ὦ Σώ-

κρατες, ἀνθρώπους ἀνοσιωτάτους μὲν ὄντας καὶ ἀδικωτάτους

καὶ ἀκολαστοτάτους καὶ ἀμαθεστάτους, ἀνδρειοτάτους δέ· ᾧ

(5)γνώσῃ ὅτι πολὺ διαφέρει ἡ ἀνδρεία τῶν ἄλλων μορίων τῆς

ἀρετῆς." καὶ ἐγὼ εὐθὺς τότε πάνυ ἐθαύμασα τὴν ἀπόκρισιν,

καὶ ἔτι μᾶλλον ἐπειδὴ ταῦτα μεθ’ ὑμῶν διεξῆλθον. ἠρόμην

δ’ οὖν τοῦτον εἰ τοὺς ἀνδρείους λέγοι θαρραλέους· ὁ δέ, "Καὶ

359cἴτας γ’," ἔφη. μέμνησαι, ἦν δ’ ἐγώ, ὦ Πρωταγόρα, ταῦτα

ἀποκρινόμενος; — Ὡμολόγει. — Ἴθι δή, ἔφην ἐγώ, εἰπὲ ἡμῖν,

ἐπὶ τί λέγεις ἴτας εἶναι τοὺς ἀνδρείους; ἦ ἐφ’ ἅπερ οἱ

δειλοί; — Οὐκ ἔφη. — Οὐκοῦν ἐφ’ ἕτερα. — Ναί, ἦ δ’ ὅς. —

(5)Πότερον οἱ μὲν δειλοὶ ἐπὶ τὰ θαρραλέα ἔρχονται, οἱ δὲ

ἀνδρεῖοι ἐπὶ τὰ δεινά; — Λέγεται δή, ὦ Σώκρατες, οὕτως ὑπὸ

τῶν ἀνθρώπων. — Ἀληθῆ, ἔφην ἐγώ, λέγεις· ἀλλ’ οὐ τοῦτο

359dἐρωτῶ, ἀλλὰ σὺ ἐπὶ τί φῂς ἴτας εἶναι τοὺς ἀνδρείους; ἆρ’

ἐπὶ τὰ δεινά, ἡγουμένους δεινὰ εἶναι, ἢ ἐπὶ τὰ μή; — Ἀλλὰ

τοῦτό γ’, ἔφη, ἐν οἷς σὺ ἔλεγες τοῖς λόγοις ἀπεδείχθη ἄρτι

ὅτι ἀδύνατον. — Καὶ τοῦτο, ἔφην ἐγώ, ἀληθὲς λέγεις· ὥστ’ εἰ

(5)τοῦτο ὀρθῶς ἀπεδείχθη, ἐπὶ μὲν ἃ δεινὰ ἡγεῖται εἶναι οὐδεὶς

ἔρχεται, ἐπειδὴ τὸ ἥττω εἶναι ἑαυτοῦ ηὑρέθη ἀμαθία οὖσα.

— Ὡμολόγει. — Ἀλλὰ μὴν ἐπὶ ἅ γε θαρροῦσι πάντες αὖ

ἔρχονται, καὶ δειλοὶ καὶ ἀνδρεῖοι, καὶ ταύτῃ γε ἐπὶ τὰ αὐτὰ

359eἔρχονται οἱ δειλοί τε καὶ οἱ ἀνδρεῖοι. — Ἀλλὰ μέντοι, ἔφη,

ὦ Σώκρατες, πᾶν γε τοὐναντίον ἐστὶν ἐπὶ ἃ οἵ τε δειλοὶ

ἔρχονται καὶ οἱ ἀνδρεῖοι. αὐτίκα εἰς τὸν πόλεμον οἱ μὲν

ἐθέλουσιν ἰέναι, οἱ δὲ οὐκ ἐθέλουσιν. — Πότερον, ἔφην ἐγώ,

(5)καλὸν ὂν ἰέναι ἢ αἰσχρόν; — Καλόν, ἔφη. — Οὐκοῦν εἴπερ

καλόν, καὶ ἀγαθὸν ὡμολογήσαμεν ἐν τοῖς ἔμπροσθεν· τὰς

γὰρ καλὰς πράξεις ἁπάσας ἀγαθὰς ὡμολογήσαμεν. — Ἀληθῆ

λέγεις, καὶ ἀεὶ ἔμοιγε δοκεῖ οὕτως. — Ὀρθῶς γε, ἔφην ἐγώ.

360aἀλλὰ ποτέρους φῂς εἰς τὸν πόλεμον οὐκ ἐθέλειν ἰέναι, καλὸν

ὂν καὶ ἀγαθόν; — Τοὺς δειλούς, ἦ δ’ ὅς. — Οὐκοῦν, ἦν δ’ ἐγώ,

εἴπερ καλὸν καὶ ἀγαθόν, καὶ ἡδύ; — Ὡμολόγηται γοῦν, ἔφη. —

Ἆρ’ οὖν γιγνώσκοντες οἱ δειλοὶ οὐκ ἐθέλουσιν ἰέναι ἐπὶ τὸ

(5)κάλλιόν τε καὶ ἄμεινον καὶ ἥδιον; — Ἀλλὰ καὶ τοῦτο ἐὰν

ὁμολογῶμεν, ἔφη, διαφθεροῦμεν τὰς ἔμπροσθεν ὁμολογίας.

— Τί δ’ ὁ ἀνδρεῖος; οὐκ ἐπὶ τὸ κάλλιόν τε καὶ ἄμεινον καὶ

ἥδιον ἔρχεται; — Ἀνάγκη, ἔφη, ὁμολογεῖν. — Οὐκοῦν ὅλως οἱ

360bἀνδρεῖοι οὐκ αἰσχροὺς φόβους φοβοῦνται, ὅταν φοβῶνται,

οὐδὲ αἰσχρὰ θάρρη θαρροῦσιν; — Ἀληθῆ, ἔφη. — Εἰ δὲ μὴ

αἰσχρά, ἆρ’ οὐ καλά; — Ὡμολόγει. — Εἰ δὲ καλά, καὶ ἀγαθά;

— Ναί. — Οὐκοῦν καὶ οἱ δειλοὶ καὶ οἱ θρασεῖς καὶ οἱ μαινό-

(5)μενοι τοὐναντίον αἰσχρούς τε φόβους φοβοῦνται καὶ αἰσχρὰ

θάρρη θαρροῦσιν; — Ὡμολόγει. — Θαρροῦσιν δὲ τὰ αἰσχρὰ

καὶ κακὰ δι’ ἄλλο τι ἢ δι’ ἄγνοιαν καὶ ἀμαθίαν; — Οὕτως

360cἔχει, ἔφη. — Τί οὖν; τοῦτο δι’ ὃ δειλοί εἰσιν οἱ δειλοί,

δειλίαν ἢ ἀνδρείαν καλεῖς; — Δειλίαν ἔγωγ’, ἔφη. — Δειλοὶ

δὲ οὐ διὰ τὴν τῶν δεινῶν ἀμαθίαν ἐφάνησαν ὄντες; — Πάνυ

γ’, ἔφη. — Διὰ ταύτην ἄρα τὴν ἀμαθίαν δειλοί εἰσιν; —

(5)Ὡμολόγει. — Δι’ ὃ δὲ δειλοί εἰσιν, δειλία ὁμολογεῖται παρὰ

σοῦ; — Συνέφη. — Οὐκοῦν ἡ τῶν δεινῶν καὶ μὴ δεινῶν ἀμαθία

δειλία ἂν εἴη; — Ἐπένευσε. — Ἀλλὰ μήν, ἦν δ’ ἐγώ, ἐναντίον

360dἀνδρεία δειλίᾳ. — Ἔφη. — Οὐκοῦν ἡ τῶν δεινῶν καὶ μὴ δεινῶν

σοφία ἐναντία τῇ τούτων ἀμαθίᾳ ἐστίν; — Καὶ ἐνταῦθα ἔτι

ἐπένευσεν. — Ἡ δὲ τούτων ἀμαθία δειλία; — Πάνυ μόγις

ἐνταῦθα ἐπένευσεν. — Ἡ σοφία ἄρα τῶν δεινῶν καὶ μὴ

(5)δεινῶν ἀνδρεία ἐστίν, ἐναντία οὖσα τῇ τούτων ἀμαθίᾳ; —

Οὐκέτι ἐνταῦθα οὔτ’ ἐπινεῦσαι ἠθέλησεν ἐσίγα τε. — Καὶ ἐγὼ

εἶπον· Τί δή, ὦ Πρωταγόρα, οὔτε σὺ φῂς ἃ ἐρωτῶ οὔτε

ἀπόφῃς; — Αὐτός, ἔφη, πέρανον. — Ἕν γ’, ἔφην ἐγώ, μόνον

360eἐρόμενος ἔτι σέ, εἴ σοι ὥσπερ τὸ πρῶτον ἔτι δοκοῦσιν

εἶναί τινες ἄνθρωποι ἀμαθέστατοι μέν, ἀνδρειότατοι δέ. —

Φιλονικεῖν μοι, ἔφη, δοκεῖς, ὦ Σώκρατες, τὸ ἐμὲ εἶναι τὸν

ἀποκρινόμενον· χαριοῦμαι οὖν σοι, καὶ λέγω ὅτι ἐκ τῶν

(5)ὡμολογημένων ἀδύνατόν μοι δοκεῖ εἶναι.

     Οὔτοι, ἦν δ’ ἐγώ, ἄλλου ἕνεκα ἐρωτῶ πάντα ταῦτα ἢ

σκέψασθαι βουλόμενος πῶς ποτ’ ἔχει τὰ περὶ τῆς ἀρετῆς καὶ

τί ποτ’ ἐστὶν αὐτό, ἡ ἀρετή. οἶδα γὰρ ὅτι τούτου φανεροῦ

361aγενομένου μάλιστ’ ἂν κατάδηλον γένοιτο ἐκεῖνο περὶ οὗ ἐγώ

τε καὶ σὺ μακρὸν λόγον ἑκάτερος ἀπετείναμεν, ἐγὼ μὲν λέγων

ὡς οὐ διδακτὸν ἀρετή, σὺ δ’ ὡς διδακτόν. καί μοι δοκεῖ ἡμῶν

ἡ ἄρτι ἔξοδος τῶν λόγων ὥσπερ ἄνθρωπος κατηγορεῖν τε καὶ

(5)καταγελᾶν, καὶ εἰ φωνὴν λάβοι, εἰπεῖν ἂν ὅτι "Ἄτοποί γ’

ἐστέ, ὦ Σώκρατές τε καὶ Πρωταγόρα· σὺ μὲν λέγων ὅτι οὐ

διδακτόν ἐστιν ἀρετὴ ἐν τοῖς ἔμπροσθεν, νῦν σεαυτῷ τἀναντία

361bσπεύδεις, ἐπιχειρῶν ἀποδεῖξαι ὡς πάντα χρήματά ἐστιν ἐπι-

στήμη, καὶ ἡ δικαιοσύνη καὶ σωφροσύνη καὶ ἡ ἀνδρεία,

ᾧ τρόπῳ μάλιστ’ ἂν διδακτὸν φανείη ἡ ἀρετή. εἰ μὲν γὰρ

ἄλλο τι ἦν ἢ ἐπιστήμη ἡ ἀρετή, ὥσπερ Πρωταγόρας ἐπεχείρει

(5)λέγειν, σαφῶς οὐκ ἂν ἦν διδακτόν· νῦν δὲ εἰ φανήσεται

ἐπιστήμη ὅλον, ὡς σὺ σπεύδεις, ὦ Σώκρατες, θαυμάσιον

ἔσται μὴ διδακτὸν ὄν. Πρωταγόρας δ’ αὖ διδακτὸν τότε

ὑποθέμενος, νῦν τοὐναντίον ἔοικεν σπεύδοντι ὀλίγου πάντα

361cμᾶλλον φανῆναι αὐτὸ ἢ ἐπιστήμην· καὶ οὕτως ἂν ἥκιστα

εἴη διδακτόν." ἐγὼ οὖν, ὦ Πρωταγόρα, πάντα ταῦτα καθορῶν

ἄνω κάτω ταραττόμενα δεινῶς, πᾶσαν προθυμίαν ἔχω κατα-

φανῆ αὐτὰ γενέσθαι, καὶ βουλοίμην ἂν ταῦτα διεξελθόντας

(5)ἡμᾶς ἐξελθεῖν καὶ ἐπὶ τὴν ἀρετὴν ὅτι ἔστιν, καὶ πάλιν

ἐπισκέψασθαι περὶ αὐτοῦ εἴτε διδακτὸν εἴτε μὴ διδακτόν,

μὴ πολλάκις ἡμᾶς ὁ Ἐπιμηθεὺς ἐκεῖνος καὶ ἐν τῇ σκέψει

361dσφήλῃ ἐξαπατήσας, ὥσπερ καὶ ἐν τῇ διανομῇ ἠμέλησεν

ἡμῶν, ὡς φῂς σύ. ἤρεσεν οὖν μοι καὶ ἐν τῷ μύθῳ ὁ

Προμηθεὺς μᾶλλον τοῦ Ἐπιμηθέως· ᾧ χρώμενος ἐγὼ καὶ

προμηθούμενος ὑπὲρ τοῦ βίου τοῦ ἐμαυτοῦ παντὸς πάντα

(5)ταῦτα πραγματεύομαι, καὶ εἰ σὺ ἐθέλοις, ὅπερ καὶ κατ’ ἀρχὰς

ἔλεγον, μετὰ σοῦ ἂν ἥδιστα ταῦτα συνδιασκοποίην.

     Καὶ ὁ Πρωταγόρας, Ἐγὼ μέν, ἔφη, ὦ Σώκρατες, ἐπαινῶ

σου τὴν προθυμίαν καὶ τὴν διέξοδον τῶν λόγων. καὶ γὰρ οὔτε

361eτἆλλα οἶμαι κακὸς εἶναι ἄνθρωπος, φθονερός τε ἥκιστ’ ἀνθρώ-

πων, ἐπεὶ καὶ περὶ σοῦ πρὸς πολλοὺς δὴ εἴρηκα ὅτι ὧν ἐντυγ-

χάνω πολὺ μάλιστα ἄγαμαι σέ, τῶν μὲν τηλικούτων καὶ πάνυ·

καὶ λέγω γε ὅτι οὐκ ἂν θαυμάζοιμι εἰ τῶν ἐλλογίμων γένοιο

(5)ἀνδρῶν ἐπὶ σοφίᾳ. καὶ περὶ τούτων δὲ εἰς αὖθις, ὅταν βούλῃ,

διέξιμεν· νῦν δ’ ὥρα ἤδη καὶ ἐπ’ ἄλλο τι τρέπεσθαι.

362a     Ἀλλ’, ἦν δ’ ἐγώ, οὕτω χρὴ ποιεῖν, εἴ σοι δοκεῖ. καὶ

γὰρ ἐμοὶ οἷπερ ἔφην ἰέναι πάλαι ὥρα, ἀλλὰ Καλλίᾳ τῷ

καλῷ χαριζόμενος παρέμεινα.

     Ταῦτ’ εἰπόντες καὶ ἀκούσαντες ἀπῇμεν.