Платоновское философское общество
Plato
О нас
Академии
Конференции
Летние школы
Научные проекты
Диссертации
Тексты платоников
Исследования по платонизму
Справочные издания
Партнеры

МОО «Платоновское философское общество»

ὍΡΟΙ

411a     Ἀίδιον τὸ κατὰ πάντα χρόνον καὶ πρότερον ὂν καὶ νῦν μὴ

ἐφθαρμένον.

     Θεὸς ζῷον ἀθάνατον, αὔταρκες πρὸς εὐδαιμονίαν· οὐσία

ἀίδιος, τῆς τἀγαθοῦ φύσεως αἰτία.

(5)     Γένεσις κίνησις εἰς οὐσίαν· μετάληψις οὐσίας· πόρευσις

εἰς τὸ εἶναι.

     Ἥλιος πῦρ οὐράνιον· ὃ μόνον ἀπ’ ἠοῦς μέχρι δείλης τοῖς

411bαὐτοῖς ἔστιν ὁραθῆναι ἄστρον ἡμεροφανές· ζῷον ἀίδιον

ἔμψυχον τὸ μέγιστον.

     Χρόνος ἡλίου κίνησις, μέτρον φορᾶς.

     Ἡμέρα ἡλίου πορεία ἀπ’ ἀνατολῶν ἐπὶ δυσμάς· φῶς

(5)τοὐναντίον νυκτί.

     Ἕως ἡμέρας ἀρχή· τὸ πρῶτον φῶς ἀπὸ τοῦ ἡλίου.

     Μεσημβρία χρόνος ἐν ᾧ τῶν σωμάτων αἱ σκιαὶ ἐλαχίστου

μήκους κοινωνοῦσιν.

     Δείλη ἡμέρας τελευτή.

(10)     Νὺξ σκότος τοὐναντίον ἡμέρᾳ· ἡλίου στέρησις.

     Τύχη φορὰ ἐξ ἀδήλου εἰς ἄδηλον, καὶ ἡ ἐκ τοῦ αὐτομάτου

αἰτία δαιμονίας πράξεως.

411c     Γῆρας φθίσις ἐμψύχου ὑπὸ χρόνου γιγνομένη.

     Πνεῦμα κίνησις ἀέρος περὶ τὴν γῆν.

     Ἀὴρ στοιχεῖον οὗ πᾶσαι αἱ κατὰ τόπον κινήσεις κατὰ

φύσιν εἰσίν.

(5)     Οὐρανὸς σῶμα περιέχον πάντα τὰ αἰσθητὰ πλὴν αὐτοῦ τοῦ

ἀνωτάτου ἀέρος.

     Ψυχὴ τὸ αὑτὸ κινοῦν· αἰτία κινήσεως ζωτικῆς ζῴων.

     Δύναμις τὸ καθ’ αὑτὸ ποιητικόν.

     Ὄψις ἕξις διακριτικὴ σωμάτων.

(10)     Ὀστοῦν μυελὸς ὑπὸ θερμοῦ παγείς.

     Στοιχεῖον τὸ συνάγον καὶ διαλύον τὰ σύνθετα.

411d     Ἀρετὴ διάθεσις ἡ βελτίστη· ἕξις θνητοῦ ζῴου καθ’ αὑτὴν

ἐπαινετή· ἕξις καθ’ ἣν τὸ ἔχον ἀγαθὸν λέγεται· κοινωνία

νόμων δικαία· διάθεσις, καθ’ ἣν τὸ ἔχον διακείμενον τελείως

σπουδαῖον λέγεται· ἕξις ποιητικὴ εὐνομίας.

(5)     Φρόνησις δύναμις ποιητικὴ καθ’ αὑτὴν τῆς ἀνθρώπου

εὐδαιμονίας· ἐπιστήμη ἀγαθῶν καὶ κακῶν· διάθεσις καθ’ ἣν

κρίνομεν τί πρακτέον καὶ τί οὐ πρακτέον.

     Δικαιοσύνη ὁμόνοια τῆς ψυχῆς πρὸς αὑτήν, καὶ εὐταξία

411eτῶν τῆς ψυχῆς μερῶν πρὸς ἄλληλά τε καὶ περὶ ἄλληλα·

ἕξις διανεμητικὴ τοῦ κατ’ ἀξίαν ἑκάστῳ· ἕξις καθ’ ἣν ὁ

ἔχων προαιρετικός ἐστιν τῶν φαινομένων αὐτῷ δικαίων· ἕξις

ἐν βίῳ νόμου ὑπήκοος· ἰσότης κοινωνική· ἕξις ὑπηρετικὴ

(5)νόμων.

     Σωφροσύνη μετριότης τῆς ψυχῆς περὶ τὰς ἐν αὐτῇ κατὰ

φύσιν γιγνομένας ἐπιθυμίας τε καὶ ἡδονάς· εὐαρμοστία καὶ

εὐταξία ψυχῆς πρὸς τὰς κατὰ φύσιν ἡδονὰς καὶ λύπας·

συμφωνία ψυχῆς πρὸς τὸ ἄρχειν καὶ ἄρχεσθαι· αὐτοπραγία

(10)κατὰ φύσιν· εὐταξία ψυχῆς· λογιστικὴ ὁμιλία ψυχῆς περὶ

412aκαλῶν καὶ αἰσχρῶν· ἕξις καθ’ ἣν ὁ ἔχων αἱρετικός ἐστι καὶ

εὐλαβητικὸς ὧν χρή.

     Ἀνδρεία ἕξις ψυχῆς ἀκίνητος ὑπὸ φόβου· θάρσος πολε-

μικόν· ἐπιστήμη τῶν κατὰ πόλεμον πραγμάτων· ἐγκράτεια

(5)ψυχῆς πρὸς τὰ φοβερὰ καὶ δεινά· τόλμα ὑπηρετικὴ φρονή-

σεως· εὐθαρσία ἐπὶ θανάτου προσδοκίᾳ· ἕξις διαφυλακτικὴ

λογισμῶν ὀρθῶν ἐν κινδύνοις· ῥώμη πρὸς κίνδυνον ἀντίρροπος·

ῥώμη καρτερικὴ πρὸς ἀρετήν· ἠρεμία ψυχῆς περὶ τὰ δεινὰ

καὶ θαρσαλέα κατὰ τὸν ὀρθὸν λόγον φαινόμενα· σωτηρία

412bδογμάτων ἀδήλων περὶ τὰ δεινὰ καὶ ἐμπειρία πολέμου· ἕξις

ἐμμενητικὴ νόμου.

     Ἐγκράτεια δύναμις ὑπομενητικὴ λύπης· ἀκολούθησις τῷ

ὀρθῷ λογισμῷ· δύναμις ἀνυπέρβλητος τοῦ ὑποληφθέντος

(5)ὀρθῷ λογισμῷ.

     Αὐτάρκεια τελειότης κτήσεως ἀγαθῶν· ἕξις καθ’ ἣν οἱ

ἔχοντες αὐτοὶ αὑτῶν ἄρχουσιν.

     Ἐπιείκεια δικαίων καὶ συμφερόντων ἐλάττωσις· μετριότης

ἐν συμβολαίοις· εὐταξία ψυχῆς λογιστικῆς πρὸς τὰ καλὰ

(10)καὶ αἰσχρά.

412c     Καρτερία ὑπομονὴ λύπης ἕνεκα τοῦ καλοῦ· ὑπομονὴ πόνων

ἕνεκα τοῦ καλοῦ.

     Θάρσος ἀπροσδοκία κακοῦ· ἀνεκπληξία διὰ κακοῦ παρου-

σίαν.

(5)     Ἀλυπία ἕξις καθ’ ἣν ἀνέμπτωτοί ἐσμεν εἰς λύπας.

     Φιλοπονία ἕξις ἀποτελεστικὴ οὗ ἂν προέληται· καρτερία

ἑκούσιος· ἕξις ἀδιάβλητος πρὸς πόνον.

     Αἰδὼς τολμήσεως ὑποχώρησις ἑκουσία δικαίως καὶ πρὸς τὸ

βέλτιστον φανέν· καταλαβὴ ἑκουσία τοῦ βελτίστου· εὐλάβεια

(10)ὀρθοῦ ψόγου.

412d     Ἐλευθερία ἡγεμονία βίου· αὐτοκράτεια ἐπὶ παντί· ἐξουσία

τοῦ καθ’ ἑαυτὸν ἐν βίῳ· ἀφειδία ἐν χρήσει καὶ ἐν κτήσει

οὐσίας.

     Ἐλευθεριότης ἕξις πρὸς τὸ χρηματίζεσθαι ὡς δεῖ· πρός-

(5)θεσις καὶ κτῆσις οὐσίας ὡς χρή.

     Πρᾳότης κατάστασις κινήσεως τῆς ὑπ’ ὀργῆς· κρᾶσις

ψυχῆς σύμμετρος.

     Κοσμιότης ὕπειξις ἑκουσία πρὸς τὸ φανὲν βέλτιστον·

εὐταξία περὶ κίνησιν σώματος.

(10)     Εὐδαιμονία ἀγαθὸν ἐκ πάντων ἀγαθῶν συγκείμενον· δύ-

ναμις αὐτάρκης πρὸς τὸ εὖ ζῆν· τελειότης κατ’ ἀρετήν·

412eὠφελία αὐτάρκης ζῴου.

     Μεγαλοπρέπεια ἀξίωσις κατὰ λογισμὸν ὀρθὸν τὸν σεμνό-

τατον.

     Ἀγχίνοια εὐφυΐα ψυχῆς, καθ’ ἣν ὁ ἔχων στοχαστικός

(5)ἐστιν ἑκάστῳ τοῦ δέοντος· ὀξύτης νοῦ.

     Χρηστότης ἤθους ἀπλαστία μετ’ εὐλογιστίας· ἤθους

σπουδαιότης.

     Καλοκαγαθία ἕξις προαιρετικὴ τῶν βελτίστων.

     Μεγαλοψυχία χρῆσις τοῖς συμβαίνουσιν ἀστεία· μεγα-

(10)λοπρέπεια ψυχῆς μετὰ λόγου.

     Φιλανθρωπία ἕξις εὐάγωγος ἤθους πρὸς ἀνθρώπου φιλίαν·

ἕξις εὐεργετικὴ ἀνθρώπων· χάριτος σχέσις· μνήμη μετ’

εὐεργεσίας.

     Εὐσέβεια δικαιοσύνη περὶ θεούς· δύναμις θεραπευτικὴ

413aθεῶν ἑκούσιος· περὶ θεῶν τιμῆς ὑπόληψις ὀρθή· ἐπιστήμη

τῆς περὶ θεῶν τιμῆς.

     Ἀγαθὸν τὸ αὑτοῦ ἕνεκεν.

     Ἀφοβία ἕξις καθ’ ἣν ἀνέμπτωτοί ἐσμεν εἰς φόβους.

(5)     Ἀπάθεια ἕξις καθ’ ἣν ἀνέμπτωτοί ἐσμεν εἰς πάθη.

     Εἰρήνη ἡσυχία ἐπ’ ἔχθρας πολεμικάς.

     Ῥᾳθυμία ῥᾳστώνη ψυχῆς· ἀπάθεια τοῦ θυμοειδοῦς.

     Δεινότης διάθεσις καθ’ ἣν ὁ ἔχων στοχαστικός ἐστιν τοῦ

ἰδίου τέλους.

(10)     Φιλία ὁμόνοια ὑπὲρ καλῶν καὶ δικαίων· προαίρεσις βίου

τοῦ αὐτοῦ· ὁμοδοξία περὶ προαιρέσεως καὶ πράξεως· ὁμόνοια

413bπερὶ βίον· κοινωνία μετ’ εὐνοίας· κοινωνία τοῦ εὖ ποιῆσαι

καὶ παθεῖν.

     Εὐγένεια ἀρετὴ εὐγενοῦς ἤθους· εὐαγωγία ψυχῆς πρὸς

λόγους ἢ πράξεις.

(5)     Αἵρεσις δοκιμασία ὀρθή.

     Εὔνοια [αἵρεσις] ἀνθρώπου πρὸς ἄνθρωπον ἀσπασμός.

     Οἰκειότης ταὐτοῦ γένους κοινωνία.

     Ὁμόνοια κοινωνία τῶν ὄντων ἁπάντων· συμφωνία νοημά-

των καὶ ὑπολημμάτων.

(10)     Ἀγάπησις ἀπόδεξις παντελής.

     Πολιτικὴ ἐπιστήμη καλῶν καὶ συμφερόντων· ἐπιστήμη

ποιητικὴ δικαιοσύνης ἐν πόλει.

413c     Ἑταιρία φιλία κατὰ συνήθειαν ἐν τοῖς καθ’ ἡλικίαν

γεγενημένοις.

     Εὐβουλία ἀρετὴ λογισμοῦ σύμφυτος.

     Πίστις ὑπόληψις ὀρθὴ τοῦ οὕτως ἔχειν ὡς αὐτῷ φαίνεται·

(5)βεβαιότης ἤθους.

     Ἀλήθεια ἕξις ἐν καταφάσει καὶ ἀποφάσει· ἐπιστήμη

ἀληθῶν.

     Βούλησις ἔφεσις μετὰ λόγου ὀρθοῦ· ὄρεξις εὔλογος· ὄρεξις

μετὰ λόγου κατὰ φύσιν.

(10)     Συμβούλευσις παραίνεσις ἑτέρῳ ὑπὲρ πράξεως, τίνα δεῖ

τρόπον πράττειν.

     Εὐκαιρία χρόνου ἐπίτευξις, ἐν ᾧ χρὴ παθεῖν τι ἢ ποιῆσαι.

413d     Εὐλάβεια φυλακὴ κακοῦ· ἐπιμέλεια φυλακῆς.

     Τάξις ἐργασίας ὁμοιότης τῶν πρὸς ἄλληλα πάντων ὄντων·

συμμετρία κοινωνίας· αἰτία τῶν πρὸς ἄλληλα πάντων ὄντων

συμμετρίας [πρὸς τὸ μαθεῖν].

(5)     Πρόσεξις συντονία ψυχῆς πρὸς τὸ καταμαθεῖν.

     Εὐφυΐα τάχος μαθήσεως· γέννησις φυτῶν ἀγαθή· ἀρετὴ

ἐν φύσει.

     Εὐμάθεια εὐφυΐα ψυχῆς πρὸς τάχος μαθήσεως.

     Νόμος ἀπόφασις κυρία περὶ ἀμφισβητουμένου πράγματος.

(10)     Δίκη ἀμφισβήτησις περὶ τοῦ ἀδικεῖν ἢ μή.

413e     Εὐνομία πειθαρχία νόμων σπουδαίων.

     Εὐφροσύνη ἐπὶ τοῖς τοῦ σώφρονος ἔργοις χαρά.

     Τιμὴ δόσις ἀγαθῶν ἐν ταῖς δι’ ἀρετὴν πράξεσιν διδομένων·

ἀξίωμα ἀπ’ ἀρετῆς· σχῆμα σεμνότητος· τήρησις ἀξιώματος.

(5)     Προθυμία ἐμφανισμὸς προαιρέσεως πρακτικῆς.

     Χάρις εὐεργεσία ἑκούσιος· ἀπόδοσις ἀγαθοῦ ὑπουργίας ἐν

καιρῷ.

     Ὁμόνοια ὁμοδοξία ἀρχόντων καὶ ἀρχομένων ὡς δεῖ ἄρχειν

καὶ ἄρχεσθαι.

(10)     Πολιτεία κοινωνία πλήθους ἀνθρώπων αὐτάρκης πρὸς

εὐδαιμονίαν· κοινωνία πλήθους ἔννομος.

414a     Πρόνοια παρασκευὴ πρὸς μέλλοντά τινα.

     Βουλὴ σκέψις περὶ τῶν μελλόντων πῶς συμφέρει.

     Νίκη δύναμις κρατητικὴ περὶ ἀγωνίαν.

     Εὐπορία εὐκρίνεια κρατητικὴ τοῦ λεγομένου.

(5)     Δωρεὰ ἀλλαγὴ χάριτος.

     Καιρὸς χρόνου ἀκμὴ πρὸς τὸ συμφέρον· χρόνος ἀγαθοῦ

τινος συνεργός.

     Μνήμη διάθεσις ψυχῆς φυλακτικὴ τῆς ἐν αὐτῇ ὑπαρχούσης

ἀληθείας.

(10)     Ἔννοια συντονία διανοίας.

     Νόησις ἀρχὴ ἐπιστήμης.

     Ἁγνεία εὐλάβεια τῶν πρὸς τοὺς θεοὺς ἁμαρτημάτων· τῆς

414bθεοῦ τιμῆς κατὰ φύσιν θεραπεία.

     Μαντεία ἐπιστήμη προδηλωτικὴ πράξεως ἄνευ ἀποδείξεως.

     Μαντικὴ ἐπιστήμη θεωρητικὴ τοῦ ὄντος καὶ μέλλοντος

ζῴῳ θνητῷ.

(5)     Σοφία ἐπιστήμη ἀνυπόθετος· ἐπιστήμη τῶν ἀεὶ ὄντων·

ἐπιστήμη θεωρητικὴ τῆς τῶν ὄντων αἰτίας.

     Φιλοσοφία τῆς τῶν ὄντων ἀεὶ ἐπιστήμης ὄρεξις· ἕξις

θεωρητικὴ τοῦ ἀληθοῦς, πῶς ἀληθές· ἐπιμέλεια ψυχῆς μετὰ

λόγου ὀρθοῦ.

(10)     Ἐπιστήμη ὑπόληψις ψυχῆς ἀμετάπτωτος ὑπὸ λόγου·

414cδύναμις ὑποληπτική τινος ἢ τινῶν ἀμετάπτωτος ὑπὸ λόγου·

λόγος ἀληθὴς ἐπὶ διανοίᾳ ἀμετάπτωτος.

     Δόξα ὑπόληψις μεταπειστὸς ὑπὸ λόγου· λογιστικὴ φορά·

διάνοια ἐμπίπτουσα εἰς ψεῦδος καὶ ἀληθὲς ὑπὸ λόγου.

(5)     Αἴσθησις ψυχῆς φορά· νοῦ κίνησις· ψυχῆς διὰ σώματος

εἰσάγγελσις εἰς ὥρας ἀνθρώπων, ἀφ’ ἧς γίγνεται ψυχῆς

ἄλογος δύναμις γνωριστικὴ διὰ σώματος.

     Ἕξις διάθεσις ψυχῆς καθ’ ἣν ποιοί τινες λεγόμεθα.

414d     Φωνὴ ῥεῦμα διὰ στόματος ἀπὸ διανοίας.

     Λόγος φωνὴ ἐγγράμματος, φραστικὴ ἑκάστου τῶν ὄντων·

διάλεκτος συνθετὴ ἐξ ὀνομάτων καὶ ῥημάτων ἄνευ μέλους.

     Ὄνομα διάλεκτος ἀσύνθετος ἑρμηνευτικὴ τοῦ τε κατὰ

(5)τῆς οὐσίας κατηγορουμένου καὶ παντὸς τοῦ μὴ καθ’ ἑαυτοῦ

λεγομένου.

     Διάλεκτος φωνὴ ἀνθρώπου ἐγγράμματος· καὶ σημεῖόν τι

κοινὸν ἑρμηνευτικὸν ἄνευ μέλους.

     Συλλαβὴ ἀνθρωπίνης φωνῆς ἄρθρον ἐγγράμματον.

(10)     Ὅρος λόγος ἐκ διαφορᾶς καὶ γένους συγκείμενος.

414e     Τεκμήριον ἀπόδειξις ἀφανοῦς.

     Ἀπόδειξις λόγος συλλογιστικὸς ἀληθής· λόγος ἐμφανι-

στικὸς διὰ προγιγνωσκομένων.

     Στοιχεῖον φωνῆς φωνὴ ἀσύνθετος, αἰτία ταῖς ἄλλαις

(5)φωναῖς τοῦ φωνὰς εἶναι.

     Ὠφέλιμον τὸ αἴτιον τοῦ εὖ πάσχειν· τὸ αἴτιον ἀγαθοῦ.

     Συμφέρον τὸ εἰς ἀγαθὸν φέρον.

     [Καλὸν τὸ ἀγαθόν.]

     Ἀγαθὸν τὸ αἴτιον σωτηρίας τοῖς οὖσιν· τὸ αἴτιον παντὸς

(10)τοῦ πρὸς αὑτό, ἀφ’ οὗ συμβαίνει ἃ χρὴ αἱρεῖσθαι.

     Σῶφρον τὸ κόσμιον τῆς ψυχῆς.

     Δίκαιον νόμου τάγμα ποιητικὸν δικαιοσύνης.

415a     Ἑκούσιον τὸ αὑτοῦ προσαγωγόν· τὸ καθ’ αὑτὸ αἱρετὸν

κατὰ διάνοιαν ἀποτελούμενον.

     Ἐλεύθερον τὸ ἄρχον αὑτοῦ.

     Μέτριον τὸ μέσον ὑπερβολῆς καὶ ἐλλείψεως καὶ κατὰ

(5)τέχνην ἀρκοῦν.

     Μέτρον τὸ μέσον ὑπερβολῆς καὶ ἐλλείψεως.

     Ἆθλον ἀρετῆς γέρας τὸ ἑαυτοῦ ἕνεκα αἱρετόν.

     Ἀθανασία οὐσία ἔμψυχος καὶ ἀίδιος μονή.

     Ὅσιον θεράπευμα θεοῦ ἀρεστὸν θεῷ.

(10)     Ἑορτὴ χρόνος ἱερὸς κατὰ νόμους.

     Ἄνθρωπος ζῷον ἄπτερον, δίπουν, πλατυώνυχον· ὃ μόνον

τῶν ὄντων ἐπιστήμης τῆς κατὰ λόγους δεκτικόν ἐστιν.

415b     Θυσία θεῷ δόμα θύματος.

     Εὐχὴ αἴτησις ἀνθρώποις ἀγαθῶν ἢ δοκούντων παρὰ θεῶν.

     Βασιλεὺς ἄρχων κατὰ νόμους ἀνυπεύθυνος· πολιτικῆς

κατασκευῆς ἄρχων.

(5)     Ἀρχὴ ἐπιμέλεια τοῦ παντός.

     Ἐξουσία ἐπιτροπὴ νόμου.

     Νομοθέτης ποιητὴς νόμων καθ’ οὓς δεῖ πολιτεύεσθαι.

     Νόμος δόγμα πλήθους πολιτικὸν οὐκ εἴς τινα χρόνον

ἀφωρισμένον.

(10)     Ὑπόθεσις ἀρχὴ ἀναπόδεικτος· συγκεφαλαίωσις λόγου.

     Ψήφισμα δόγμα πολιτικὸν εἴς τινα χρόνον ἀφωρισμένον.

415c     Πολιτικὸς ἐπιστήμων πόλεως κατασκευῆς.

     Πόλις οἴκησις πλήθους ἀνθρώπων κοινοῖς δόγμασιν χρω-

μένων· πλῆθος ἀνθρώπων ὑπὸ νόμον τὸν αὐτὸν ὄντων.

     Πόλεως ἀρετὴ κατάστασις ὀρθῆς πολιτείας.

(5)     Πολεμικὴ ἐμπειρία πολέμου.

     Συμμαχία κοινωνία πολέμου.

     Σωτηρία περιποίησις ἀβλαβής.

     Τύραννος ἄρχων πόλεως κατὰ τὴν ἑαυτοῦ διάνοιαν.

     Σοφιστὴς νέων πλουσίων ἐνδόξων ἔμμισθος θηρευτής.

415d     Πλοῦτος κτῆσις σύμμετρος πρὸς εὐδαιμονίαν· περιουσία

χρημάτων εἰς εὐδαιμονίαν συντεινόντων.

     Παρακαταθήκη δόμα μετὰ πίστεως.

     Κάθαρσις ἀπόκρισις χειρόνων ἀπὸ βελτιόνων.

(5)     Νικᾶν κρατεῖν διαφερόμενον.

     Ἀγαθὸς ἄνθρωπος ὁ τοιοῦτος οἷος ἀνθρώπῳ τἀγαθὰ

ἐπιτελεῖν.

     Σώφρων ὁ μετρίας ἐπιθυμίας ἔχων.

     Ἐγκρατὴς ὁ κρατῶν ἀντιτεινόντων τῶν τῆς ψυχῆς μορίων

(10)τῷ ὀρθῷ λογισμῷ.

     Σπουδαῖος ὁ τελείως ἀγαθός· ὁ ἔχων τὴν αὑτοῦ ἀρετήν.

415e     Σύννοια διάνοια μετὰ λύπης ἄνευ λόγου.

     Δυσμαθία βραδυτὴς ἐν μαθήσει.

     Δεσποτεία ἀρχὴ ἀνυπεύθυνος δικαία.

     Ἀφιλοσοφία ἕξις καθ’ ἣν ὁ ἔχων μισολόγος ἐστίν.

(5)     Φόβος ἔκπληξις ψυχῆς ἐπὶ κακοῦ προσδοκίᾳ.

     Θυμὸς ὁρμὴ βίαιος ἄνευ λογισμοῦ νοῦς τάξεως ψυχῆς

ἀλογίστου.

     Ἔκπληξις φόβος ἐπὶ προσδοκίᾳ κακοῦ.

     Κολακεία ὁμιλία ἡ πρὸς ἡδονὴν ἄνευ τοῦ βελτίστου· ἕξις

(10)ὁμιλητικὴ πρὸς ἡδονὴν ὑπερβάλλουσα τὸ μέτριον.

     Ὀργὴ παράκλησις τοῦ θυμικοῦ εἰς τὸ τιμωρεῖσθαι.

     Ὕβρις ἀδικία πρὸς ἀτιμίαν φέρουσα.

416a     Ἀκρασία ἕξις βιαστικὴ παρὰ τὸν ὀρθὸν λογισμὸν πρὸς τὰ

δοκοῦντα ἡδέα εἶναι.

     Ὄκνος φυγὴ πόνων· δειλία ἀντιληπτικὴ ὁρμῆς.

     Ἀρχὴ πρώτη τοῦ εἶναι αἰτία.

(5)     Διαβολὴ διάστασις φίλων λόγῳ.

     Καιρὸς ἐν ᾧ ἕκαστον ἐπιτήδειον παθεῖν ἢ ποιῆσαι.

     Ἀδικία ἕξις ὑπεροπτικὴ νόμων.

     Ἔνδεια ἐλάττωσις τῶν ἀγαθῶν.

     Αἰσχύνη φόβος ἐπὶ προσδοκίᾳ ἀδοξίας.

(10)     Ἀλαζονεία ἕξις προσποιητικὴ ἀγαθοῦ ἢ ἀγαθῶν τῶν μὴ

ὑπαρχόντων.

     Ἁμαρτία πρᾶξις παρὰ τὸν ὀρθὸν λογισμόν.

     Φθόνος λύπη ἐπὶ φίλων ἀγαθοῖς ἢ οὖσιν ἢ γεγενημένοις.

     Ἀναισχυντία ἕξις ψυχῆς ὑπομενητικὴ ἀδοξίας ἕνεκα

(15)κέρδους.

     Θρασύτης ὑπερβολὴ θράσους πρὸς φόβους οὓς μὴ δεῖ.

     Φιλοτιμία ἕξις ψυχῆς προετικὴ πάσης δαπάνης ἄνευ

λογισμοῦ.

     Κακοφυΐα κακία ἐν φύσει καὶ ἁμαρτία τοῦ κατὰ φύσιν·

(20)νόσος τοῦ κατὰ φύσιν.

     Ἐλπὶς προσδοκία ἀγαθοῦ.

     Μανία ἕξις φθαρτικὴ ἀληθοῦς ὑπολήψεως.

     Λαλιὰ ἀκρασία λόγου ἄλογος.

     Ἐναντιότης τῶν ὑπὸ τὸ αὐτὸ γένος κατά τινα διαφορὰν

(25)πιπτόντων ἡ πλείστη διάστασις.

     Ἀκούσιον τὸ παρὰ διάνοιαν ἀποτελούμενον.

     Παιδεία δύναμις θεραπευτικὴ ψυχῆς.

     Παίδευσις παιδείας παράδοσις.

     Νομοθετικὴ ἐπιστήμη ποιητικὴ πόλεως ἀγαθῆς.

(30)     Νουθέτησις λόγος ἐπιτιμητικὸς ἀπὸ γνώμης· λόγος

ἁμαρτίας ἀποτροπῆς ἕνεκεν.

     Βοήθεια κακοῦ κώλυσις ὄντος ἢ γινομένου.

     Κόλασις ψυχῆς θεραπεία ἐπὶ ἁμαρτήματι γενομένῳ.

     Δύναμις ὑπεροχὴ ἐν πράξει ἢ ἐν λόγῳ· ἕξις καθ’ ἣν τὸ

(35)ἔχον δυνατόν ἐστιν· ἰσχὺς κατὰ φύσιν.

     Σῴζειν τὸ περιποιεῖν ἀβλαβῆ.