Платоновское философское общество
Plato
О нас
Академии
Конференции
Летние школы
Научные проекты
Диссертации
Тексты платоников
Исследования по платонизму
Справочные издания
Партнеры

МОО «Платоновское философское общество»

ΠΟΛΙΤΕΙΑ

Β

357a     Ἐγὼ μὲν οὖν ταῦτα εἰπὼν ᾤμην λόγου ἀπηλλάχθαι· τὸ

δ’ ἦν ἄρα, ὡς ἔοικε, προοίμιον. ὁ γὰρ Γλαύκων ἀεί τε δὴ

ἀνδρειότατος ὢν τυγχάνει πρὸς ἅπαντα, καὶ δὴ καὶ τότε τοῦ

Θρασυμάχου τὴν ἀπόρρησιν οὐκ ἀπεδέξατο, ἀλλ’ ἔφη· Ὦ

(5)Σώκρατες, πότερον ἡμᾶς βούλει δοκεῖν πεπεικέναι ἢ ὡς

357bἀληθῶς πεῖσαι ὅτι παντὶ τρόπῳ ἄμεινόν ἐστιν δίκαιον εἶναι

ἢ ἄδικον;

     Ὡς ἀληθῶς, εἶπον, ἔγωγ’ ἂν ἑλοίμην, εἰ ἐπ’ ἐμοὶ εἴη.

     Οὐ τοίνυν, ἔφη, ποιεῖς ὃ βούλει. λέγε γάρ μοι· ἆρά σοι

(5)δοκεῖ τοιόνδε τι εἶναι ἀγαθόν, ὃ δεξαίμεθ’ ἂν ἔχειν οὐ τῶν

ἀποβαινόντων ἐφιέμενοι, ἀλλ’ αὐτὸ αὑτοῦ ἕνεκα ἀσπαζόμενοι,

οἷον τὸ χαίρειν καὶ αἱ ἡδοναὶ ὅσαι ἀβλαβεῖς καὶ μηδὲν εἰς τὸν

ἔπειτα χρόνον διὰ ταύτας γίγνεται ἄλλο ἢ χαίρειν ἔχοντα;

     Ἔμοιγε, ἦν δ’ ἐγώ, δοκεῖ τι εἶναι τοιοῦτον.

357c     Τί δέ; ὃ αὐτό τε αὑτοῦ χάριν ἀγαπῶμεν καὶ τῶν ἀπ’

αὐτοῦ γιγνομένων, οἷον αὖ τὸ φρονεῖν καὶ τὸ ὁρᾶν καὶ τὸ

ὑγιαίνειν; τὰ γὰρ τοιαῦτά που δι’ ἀμφότερα ἀσπαζόμεθα.

     Ναί, εἶπον.

(5)     Τρίτον δὲ ὁρᾷς τι, ἔφη, εἶδος ἀγαθοῦ, ἐν ᾧ τὸ γυμνάζεσθαι

καὶ τὸ κάμνοντα ἰατρεύεσθαι καὶ ἰάτρευσίς τε καὶ ὁ ἄλλος

χρηματισμός; ταῦτα γὰρ ἐπίπονα φαῖμεν ἄν, ὠφελεῖν δὲ

ἡμᾶς, καὶ αὐτὰ μὲν ἑαυτῶν ἕνεκα οὐκ ἂν δεξαίμεθα ἔχειν,

357dτῶν δὲ μισθῶν τε χάριν καὶ τῶν ἄλλων ὅσα γίγνεται ἀπ’

αὐτῶν.

     Ἔστιν γὰρ οὖν, ἔφην, καὶ τοῦτο τρίτον. ἀλλὰ τί δή;

     Ἐν ποίῳ, ἔφη, τούτων τὴν δικαιοσύνην τιθεῖς;

358a     Ἐγὼ μὲν οἶμαι, ἦν δ’ ἐγώ, ἐν τῷ καλλίστῳ, ὃ καὶ δι’ αὑτὸ

καὶ διὰ τὰ γιγνόμενα ἀπ’ αὐτοῦ ἀγαπητέον τῷ μέλλοντι

μακαρίῳ ἔσεσθαι.

     Οὐ τοίνυν δοκεῖ, ἔφη, τοῖς πολλοῖς, ἀλλὰ τοῦ ἐπιπόνου

(5)εἴδους, ὃ μισθῶν θ’ ἕνεκα καὶ εὐδοκιμήσεων διὰ δόξαν

ἐπιτηδευτέον, αὐτὸ δὲ δι’ αὑτὸ φευκτέον ὡς ὂν χαλεπόν.

     Οἶδα, ἦν δ’ ἐγώ, ὅτι δοκεῖ οὕτω καὶ πάλαι ὑπὸ Θρασυ-

μάχου ὡς τοιοῦτον ὂν ψέγεται, ἀδικία δ’ ἐπαινεῖται· ἀλλ’

ἐγώ τις, ὡς ἔοικε, δυσμαθής.

358b     Ἴθι δή, ἔφη, ἄκουσον καὶ ἐμοῦ, ἐάν σοι ἔτι ταὐτὰ δοκῇ.

Θρασύμαχος γάρ μοι φαίνεται πρῳαίτερον τοῦ δέοντος ὑπὸ

σοῦ ὥσπερ ὄφις κηληθῆναι, ἐμοὶ δὲ οὔπω κατὰ νοῦν ἡ ἀπό-

δειξις γέγονεν περὶ ἑκατέρου· ἐπιθυμῶ γὰρ ἀκοῦσαι τί τ’ ἔστιν

(5)ἑκάτερον καὶ τίνα ἔχει δύναμιν αὐτὸ καθ’ αὑτὸ ἐνὸν ἐν τῇ

ψυχῇ, τοὺς δὲ μισθοὺς καὶ τὰ γιγνόμενα ἀπ’ αὐτῶν ἐᾶσαι

χαίρειν. οὑτωσὶ οὖν ποιήσω, ἐὰν καὶ σοὶ δοκῇ· ἐπανανεώ-

358cσομαι τὸν Θρασυμάχου λόγον, καὶ πρῶτον μὲν ἐρῶ δικαιο-

σύνην οἷον εἶναί φασιν καὶ ὅθεν γεγονέναι, δεύτερον δὲ ὅτι

πάντες αὐτὸ οἱ ἐπιτηδεύοντες ἄκοντες ἐπιτηδεύουσιν ὡς ἀναγκ-

αῖον ἀλλ’ οὐχ ὡς ἀγαθόν, τρίτον δὲ ὅτι εἰκότως αὐτὸ δρῶσι·

(5)πολὺ γὰρ ἀμείνων ἄρα ὁ τοῦ ἀδίκου ἢ ὁ τοῦ δικαίου βίος,

ὡς λέγουσιν. ἐπεὶ ἔμοιγε, ὦ Σώκρατες, οὔ τι δοκεῖ οὕτως·

ἀπορῶ μέντοι διατεθρυλημένος τὰ ὦτα ἀκούων Θρασυμάχου

καὶ μυρίων ἄλλων, τὸν δὲ ὑπὲρ τῆς δικαιοσύνης λόγον, ὡς

358dἄμεινον ἀδικίας, οὐδενός πω ἀκήκοα ὡς βούλομαι_βούλομαι

δὲ αὐτὸ καθ’ αὑτὸ ἐγκωμιαζόμενον ἀκοῦσαι_μάλιστα δ’

οἶμαι ἂν σοῦ πυθέσθαι. διὸ κατατείνας ἐρῶ τὸν ἄδικον βίον

ἐπαινῶν, εἰπὼν δὲ ἐνδείξομαί σοι ὃν τρόπον αὖ βούλομαι

(5)καὶ σοῦ ἀκούειν ἀδικίαν μὲν ψέγοντος, δικαιοσύνην δὲ ἐπαι-

νοῦντος. ἀλλ’ ὅρα εἴ σοι βουλομένῳ ἃ λέγω.

     Πάντων μάλιστα, ἦν δ’ ἐγώ· περὶ γὰρ τίνος ἂν μᾶλλον

πολλάκις τις νοῦν ἔχων χαίροι λέγων καὶ ἀκούων;

358e     Κάλλιστα, ἔφη, λέγεις· καὶ ὃ πρῶτον ἔφην ἐρεῖν, περὶ

τούτου ἄκουε, τί ὄν τε καὶ ὅθεν γέγονε δικαιοσύνη.

     Πεφυκέναι γὰρ δή φασιν τὸ μὲν ἀδικεῖν ἀγαθόν, τὸ δὲ

ἀδικεῖσθαι κακόν, πλέονι δὲ κακῷ ὑπερβάλλειν τὸ ἀδικεῖσθαι

(5)ἢ ἀγαθῷ τὸ ἀδικεῖν, ὥστ’ ἐπειδὰν ἀλλήλους ἀδικῶσί τε καὶ

ἀδικῶνται καὶ ἀμφοτέρων γεύωνται, τοῖς μὴ δυναμένοις τὸ

359aμὲν ἐκφεύγειν τὸ δὲ αἱρεῖν δοκεῖ λυσιτελεῖν συνθέσθαι

ἀλλήλοις μήτ’ ἀδικεῖν μήτ’ ἀδικεῖσθαι· καὶ ἐντεῦθεν δὴ

ἄρξασθαι νόμους τίθεσθαι καὶ συνθήκας αὑτῶν, καὶ ὀνομάσαι

τὸ ὑπὸ τοῦ νόμου ἐπίταγμα νόμιμόν τε καὶ δίκαιον· καὶ εἶναι

(5)δὴ ταύτην γένεσίν τε καὶ οὐσίαν δικαιοσύνης, μεταξὺ οὖσαν

τοῦ μὲν ἀρίστου ὄντος, ἐὰν ἀδικῶν μὴ διδῷ δίκην, τοῦ δὲ

κακίστου, ἐὰν ἀδικούμενος τιμωρεῖσθαι ἀδύνατος ᾖ· τὸ δὲ

δίκαιον ἐν μέσῳ ὂν τούτων ἀμφοτέρων ἀγαπᾶσθαι οὐχ ὡς

359bἀγαθόν, ἀλλ’ ὡς ἀρρωστίᾳ τοῦ ἀδικεῖν τιμώμενον· ἐπεὶ τὸν

δυνάμενον αὐτὸ ποιεῖν καὶ ὡς ἀληθῶς ἄνδρα οὐδ’ ἂν ἑνί ποτε

συνθέσθαι τὸ μήτε ἀδικεῖν μήτε ἀδικεῖσθαι· μαίνεσθαι γὰρ

ἄν. ἡ μὲν οὖν δὴ φύσις δικαιοσύνης, ὦ Σώκρατες, αὕτη τε

(5)καὶ τοιαύτη, καὶ ἐξ ὧν πέφυκε τοιαῦτα, ὡς ὁ λόγος.

     Ὡς δὲ καὶ οἱ ἐπιτηδεύοντες ἀδυναμίᾳ τοῦ ἀδικεῖν ἄκοντες

αὐτὸ ἐπιτηδεύουσι, μάλιστ’ ἂν αἰσθοίμεθα, εἰ τοιόνδε ποιή-

359cσαιμεν τῇ διανοίᾳ· δόντες ἐξουσίαν ἑκατέρῳ ποιεῖν ὅτι ἂν

βούληται, τῷ τε δικαίῳ καὶ τῷ ἀδίκῳ, εἶτ’ ἐπακολουθήσαιμεν

θεώμενοι ποῖ ἡ ἐπιθυμία ἑκάτερον ἄξει. ἐπ’ αὐτοφώρῳ οὖν

λάβοιμεν ἂν τὸν δίκαιον τῷ ἀδίκῳ εἰς ταὐτὸν ἰόντα διὰ τὴν

(5)πλεονεξίαν, ὃ πᾶσα φύσις διώκειν πέφυκεν ὡς ἀγαθόν, νόμῳ

δὲ βίᾳ παράγεται ἐπὶ τὴν τοῦ ἴσου τιμήν. εἴη δ’ ἂν ἡ

ἐξουσία ἣν λέγω τοιάδε μάλιστα, εἰ αὐτοῖς γένοιτο οἵαν

359dποτέ φασιν δύναμιν τῷ [Γύγου] τοῦ Λυδοῦ προγόνῳ γενέσθαι.

εἶναι μὲν γὰρ αὐτὸν ποιμένα θητεύοντα παρὰ τῷ τότε Λυδίας

ἄρχοντι, ὄμβρου δὲ πολλοῦ γενομένου καὶ σεισμοῦ ῥαγῆναί

τι τῆς γῆς καὶ γενέσθαι χάσμα κατὰ τὸν τόπον ᾗ ἔνεμεν.

(5)ἰδόντα δὲ καὶ θαυμάσαντα καταβῆναι καὶ ἰδεῖν ἄλλα τε δὴ

ἃ μυθολογοῦσιν θαυμαστὰ καὶ ἵππον χαλκοῦν, κοῖλον, θυρίδας

ἔχοντα, καθ’ ἃς ἐγκύψαντα ἰδεῖν ἐνόντα νεκρόν, ὡς φαίνεσθαι

μείζω ἢ κατ’ ἄνθρωπον, τοῦτον δὲ ἄλλο μὲν οὐδέν, περὶ δὲ

359eτῇ χειρὶ χρυσοῦν δακτύλιον ὄν[τα] περιελόμενον ἐκβῆναι.

συλλόγου δὲ γενομένου τοῖς ποιμέσιν εἰωθότος, ἵν’ ἐξαγ-

γέλλοιεν κατὰ μῆνα τῷ βασιλεῖ τὰ περὶ τὰ ποίμνια, ἀφικέσθαι

καὶ ἐκεῖνον ἔχοντα τὸν δακτύλιον· καθήμενον οὖν μετὰ τῶν

(5)ἄλλων τυχεῖν τὴν σφενδόνην τοῦ δακτυλίου περιαγαγόντα

πρὸς ἑαυτὸν εἰς τὸ εἴσω τῆς χειρός, τούτου δὲ γενομένου

360aἀφανῆ αὐτὸν γενέσθαι τοῖς παρακαθημένοις, καὶ διαλέγεσθαι

ὡς περὶ οἰχομένου. καὶ τὸν θαυμάζειν τε καὶ πάλιν ἐπιψη-

λαφῶντα τὸν δακτύλιον στρέψαι ἔξω τὴν σφενδόνην, καὶ

στρέψαντα φανερὸν γενέσθαι. καὶ τοῦτο ἐννοήσαντα ἀπο-

(5)πειρᾶσθαι τοῦ δακτυλίου εἰ ταύτην ἔχοι τὴν δύναμιν, καὶ αὐτῷ

οὕτω συμβαίνειν, στρέφοντι μὲν εἴσω τὴν σφενδόνην ἀδήλῳ

γίγνεσθαι, ἔξω δὲ δήλῳ· αἰσθόμενον δὲ εὐθὺς διαπράξασθαι

τῶν ἀγγέλων γενέσθαι τῶν παρὰ τὸν βασιλέα, ἐλθόντα

360bδὲ καὶ τὴν γυναῖκα αὐτοῦ μοιχεύσαντα, μετ’ ἐκείνης ἐπιθέ-

μενον τῷ βασιλεῖ ἀποκτεῖναι καὶ τὴν ἀρχὴν οὕτω κατασχεῖν.

εἰ οὖν δύο τοιούτω δακτυλίω γενοίσθην, καὶ τὸν μὲν ὁ δίκαιος

περιθεῖτο, τὸν δὲ ὁ ἄδικος, οὐδεὶς ἂν γένοιτο, ὡς δόξειεν,

(5)οὕτως ἀδαμάντινος, ὃς ἂν μείνειεν ἐν τῇ δικαιοσύνῃ καὶ

τολμήσειεν ἀπέχεσθαι τῶν ἀλλοτρίων καὶ μὴ ἅπτεσθαι, ἐξὸν

αὐτῷ καὶ ἐκ τῆς ἀγορᾶς ἀδεῶς ὅτι βούλοιτο λαμβάνειν,

360cκαὶ εἰσιόντι εἰς τὰς οἰκίας συγγίγνεσθαι ὅτῳ βούλοιτο, καὶ

ἀποκτεινύναι καὶ ἐκ δεσμῶν λύειν οὕστινας βούλοιτο, καὶ

τἆλλα πράττειν ἐν τοῖς ἀνθρώποις ἰσόθεον ὄντα. οὕτω δὲ

δρῶν οὐδὲν ἂν διάφορον τοῦ ἑτέρου ποιοῖ, ἀλλ’ ἐπὶ ταὔτ’ ἂν

(5)ἴοιεν ἀμφότεροι. καίτοι μέγα τοῦτο τεκμήριον ἂν φαίη τις

ὅτι οὐδεὶς ἑκὼν δίκαιος ἀλλ’ ἀναγκαζόμενος, ὡς οὐκ ἀγαθοῦ

ἰδίᾳ ὄντος, ἐπεὶ ὅπου γ’ ἂν οἴηται ἕκαστος οἷός τε ἔσεσθαι

ἀδικεῖν, ἀδικεῖν. λυσιτελεῖν γὰρ δὴ οἴεται πᾶς ἀνὴρ πολὺ

360dμᾶλλον ἰδίᾳ τὴν ἀδικίαν τῆς δικαιοσύνης, ἀληθῆ οἰόμενος,

ὡς φήσει ὁ περὶ τοῦ τοιούτου λόγου λέγων· ἐπεὶ εἴ τις

τοιαύτης ἐξουσίας ἐπιλαβόμενος μηδέν ποτε ἐθέλοι ἀδικῆσαι

μηδὲ ἅψαιτο τῶν ἀλλοτρίων, ἀθλιώτατος μὲν ἂν δόξειεν

(5)εἶναι τοῖς αἰσθανομένοις καὶ ἀνοητότατος, ἐπαινοῖεν δ’ ἂν

αὐτὸν ἀλλήλων ἐναντίον ἐξαπατῶντες ἀλλήλους διὰ τὸν τοῦ

ἀδικεῖσθαι φόβον. ταῦτα μὲν οὖν δὴ οὕτω.

360e     Τὴν δὲ κρίσιν αὐτὴν τοῦ βίου πέρι ὧν λέγομεν, ἐὰν

διαστησώμεθα τόν τε δικαιότατον καὶ τὸν ἀδικώτατον, οἷοί τ’

ἐσόμεθα κρῖναι ὀρθῶς· εἰ δὲ μή, οὔ. τίς οὖν δὴ ἡ διάστασις;

ἥδε· μηδὲν ἀφαιρῶμεν μήτε τοῦ ἀδίκου ἀπὸ τῆς ἀδικίας, μήτε

(5)τοῦ δικαίου ἀπὸ τῆς δικαιοσύνης, ἀλλὰ τέλεον ἑκάτερον εἰς

τὸ ἑαυτοῦ ἐπιτήδευμα τιθῶμεν. πρῶτον μὲν οὖν ὁ ἄδικος

ὥσπερ οἱ δεινοὶ δημιουργοὶ ποιείτω_οἷον κυβερνήτης ἄκρος

ἢ ἰατρὸς τά τε ἀδύνατα ἐν τῇ τέχνῃ καὶ τὰ δυνατὰ διαισθά-

361aνεται, καὶ τοῖς μὲν ἐπιχειρεῖ, τὰ δὲ ἐᾷ· ἔτι δὲ ἐὰν ἄρα πῃ

σφαλῇ, ἱκανὸς ἐπανορθοῦσθαι_οὕτω καὶ ὁ ἄδικος ἐπιχειρῶν

ὀρθῶς τοῖς ἀδικήμασιν λανθανέτω, εἰ μέλλει σφόδρα ἄδικος

εἶναι. τὸν ἁλισκόμενον δὲ φαῦλον ἡγητέον· ἐσχάτη γὰρ

(5)ἀδικία δοκεῖν δίκαιον εἶναι μὴ ὄντα. δοτέον οὖν τῷ τελέως

ἀδίκῳ τὴν τελεωτάτην ἀδικίαν, καὶ οὐκ ἀφαιρετέον ἀλλ’

ἐατέον τὰ μέγιστα ἀδικοῦντα τὴν μεγίστην δόξαν αὑτῷ

361bπαρεσκευακέναι εἰς δικαιοσύνην, καὶ ἐὰν ἄρα σφάλληταί

τι, ἐπανορθοῦσθαι δυνατῷ εἶναι, λέγειν τε ἱκανῷ ὄντι πρὸς

τὸ πείθειν, ἐάν τι μηνύηται τῶν ἀδικημάτων, καὶ βιάσασθαι

ὅσα ἂν βίας δέηται, διά τε ἀνδρείαν καὶ ῥώμην καὶ διὰ

(5)παρασκευὴν φίλων καὶ οὐσίας. τοῦτον δὲ τοιοῦτον θέντες

τὸν δίκαιον αὖ παρ’ αὐτὸν ἱστῶμεν τῷ λόγῳ, ἄνδρα ἁπλοῦν

καὶ γενναῖον, κατ’ Αἰσχύλον οὐ δοκεῖν ἀλλ’ εἶναι ἀγαθὸν

ἐθέλοντα. ἀφαιρετέον δὴ τὸ δοκεῖν. εἰ γὰρ δόξει δίκαιος

361cεἶναι, ἔσονται αὐτῷ τιμαὶ καὶ δωρεαὶ δοκοῦντι τοιούτῳ εἶναι·

ἄδηλον οὖν εἴτε τοῦ δικαίου εἴτε τῶν δωρεῶν τε καὶ τιμῶν

ἕνεκα τοιοῦτος εἴη. γυμνωτέος δὴ πάντων πλὴν δικαιοσύνης

καὶ ποιητέος ἐναντίως διακείμενος τῷ προτέρῳ· μηδὲν γὰρ

(5)ἀδικῶν δόξαν ἐχέτω τὴν μεγίστην ἀδικίας, ἵνα ᾖ βεβασανι-

σμένος εἰς δικαιοσύνην τῷ μὴ τέγγεσθαι ὑπὸ κακοδοξίας καὶ

τῶν ὑπ’ αὐτῆς γιγνομένων, ἀλλὰ ἴτω ἀμετάστατος μέχρι

361dθανάτου, δοκῶν μὲν εἶναι ἄδικος διὰ βίου, ὢν δὲ δίκαιος,

ἵνα ἀμφότεροι εἰς τὸ ἔσχατον ἐληλυθότες, ὁ μὲν δικαιοσύνης,

ὁ δὲ ἀδικίας, κρίνωνται ὁπότερος αὐτοῖν εὐδαιμονέστερος.

     Βαβαῖ, ἦν δ’ ἐγώ, ὦ φίλε Γλαύκων, ὡς ἐρρωμένως

(5)ἑκάτερον ὥσπερ ἀνδριάντα εἰς τὴν κρίσιν ἐκκαθαίρεις τοῖν

ἀνδροῖν.

     Ὡς μάλιστ’, ἔφη, δύναμαι. ὄντοιν δὲ τοιούτοιν, οὐδὲν

ἔτι, ὡς ἐγᾦμαι, χαλεπὸν ἐπεξελθεῖν τῷ λόγῳ οἷος ἑκάτερον

361eβίος ἐπιμένει. λεκτέον οὖν· καὶ δὴ κἂν ἀγροικοτέρως

λέγηται, μὴ ἐμὲ οἴου λέγειν, ὦ Σώκρατες, ἀλλὰ τοὺς ἐπαι-

νοῦντας πρὸ δικαιοσύνης ἀδικίαν. ἐροῦσι δὲ τάδε, ὅτι οὕτω

διακείμενος ὁ δίκαιος μαστιγώσεται, στρεβλώσεται, δεδή-

362aσεται, ἐκκαυθήσεται τὠφθαλμώ, τελευτῶν πάντα κακὰ παθὼν

ἀνασχινδυλευθήσεται καὶ γνώσεται ὅτι οὐκ εἶναι δίκαιον

ἀλλὰ δοκεῖν δεῖ ἐθέλειν. τὸ δὲ τοῦ Αἰσχύλου πολὺ ἦν

ἄρα ὀρθότερον λέγειν κατὰ τοῦ ἀδίκου. τῷ ὄντι γὰρ φή-

(5)σουσι τὸν ἄδικον, ἅτε ἐπιτηδεύοντα πρᾶγμα ἀληθείας ἐχό-

μενον καὶ οὐ πρὸς δόξαν ζῶντα, οὐ δοκεῖν ἄδικον ἀλλ’ εἶναι

ἐθέλειν,

                    βαθεῖαν ἄλοκα διὰ φρενὸς καρπούμενον,

362b                    ἐξ ἧς τὰ κεδνὰ βλαστάνει βουλεύματα,

πρῶτον μὲν ἄρχειν ἐν τῇ πόλει δοκοῦντι δικαίῳ εἶναι, ἔπειτα

γαμεῖν ὁπόθεν ἂν βούληται, ἐκδιδόναι εἰς οὓς ἂν βούληται,

συμβάλλειν, κοινωνεῖν οἷς ἂν ἐθέλῃ, καὶ παρὰ ταῦτα πάντα

(5)ὠφελεῖσθαι κερδαίνοντα τῷ μὴ δυσχεραίνειν τὸ ἀδικεῖν· εἰς

ἀγῶνας τοίνυν ἰόντα καὶ ἰδίᾳ καὶ δημοσίᾳ περιγίγνεσθαι καὶ

πλεονεκτεῖν τῶν ἐχθρῶν, πλεονεκτοῦντα δὲ πλουτεῖν καὶ

362cτούς τε φίλους εὖ ποιεῖν καὶ τοὺς ἐχθροὺς βλάπτειν, καὶ

θεοῖς θυσίας καὶ ἀναθήματα ἱκανῶς καὶ μεγαλοπρεπῶς θύειν

τε καὶ ἀνατιθέναι, καὶ θεραπεύειν τοῦ δικαίου πολὺ ἄμεινον

τοὺς θεοὺς καὶ τῶν ἀνθρώπων οὓς ἂν βούληται, ὥστε καὶ

(5)θεοφιλέστερον αὐτὸν εἶναι μᾶλλον προσήκειν ἐκ τῶν εἰκότων

ἢ τὸν δίκαιον. οὕτω φασίν, ὦ Σώκρατες, παρὰ θεῶν καὶ

παρ’ ἀνθρώπων τῷ ἀδίκῳ παρεσκευάσθαι τὸν βίον ἄμεινον

ἢ τῷ δικαίῳ.

362d     Ταῦτ’ εἰπόντος τοῦ Γλαύκωνος ἐγὼ μὲν αὖ ἐν νῷ εἶχόν τι

λέγειν πρὸς ταῦτα, ὁ δὲ ἀδελφὸς αὐτοῦ Ἀδείμαντος, Οὔ τί

που οἴει, ἔφη, ὦ Σώκρατες, ἱκανῶς εἰρῆσθαι περὶ τοῦ λόγου;

     Ἀλλὰ τί μήν; εἶπον.

(5)     Αὐτό, ἦ δ’ ὅς, οὐκ εἴρηται ὃ μάλιστα ἔδει ῥηθῆναι.

     Οὐκοῦν, ἦν δ’ ἐγώ, τὸ λεγόμενον, ἀδελφὸς ἀνδρὶ παρείη·

ὥστε καὶ σύ, εἴ τι ὅδε ἐλλείπει, ἐπάμυνε. καίτοι ἐμέ γε

ἱκανὰ καὶ τὰ ὑπὸ τούτου ῥηθέντα καταπαλαῖσαι καὶ ἀδύνατον

ποιῆσαι βοηθεῖν δικαιοσύνῃ.

362e     Καὶ ὅς, Οὐδέν, ἔφη, λέγεις· ἀλλ’ ἔτι καὶ τάδε ἄκουε.

δεῖ γὰρ διελθεῖν ἡμᾶς καὶ τοὺς ἐναντίους λόγους ὧν ὅδε

εἶπεν, οἳ δικαιοσύνην μὲν ἐπαινοῦσιν, ἀδικίαν δὲ ψέγουσιν,

ἵν’ ᾖ σαφέστερον ὅ μοι δοκεῖ βούλεσθαι Γλαύκων. λέγουσι

(5)δέ που καὶ παρακελεύονται πατέρες τε ὑέσιν, καὶ πάντες οἱ

363aτινῶν κηδόμενοι, ὡς χρὴ δίκαιον εἶναι, οὐκ αὐτὸ δικαιοσύνην

ἐπαινοῦντες ἀλλὰ τὰς ἀπ’ αὐτῆς εὐδοκιμήσεις, ἵνα δοκοῦντι

δικαίῳ εἶναι γίγνηται ἀπὸ τῆς δόξης ἀρχαί τε καὶ γάμοι

καὶ ὅσαπερ Γλαύκων διῆλθεν ἄρτι, ἀπὸ τοῦ εὐδοκιμεῖν ὄντα

(5)τῷ δικαίῳ. ἐπὶ πλέον δὲ οὗτοι τὰ τῶν δοξῶν λέγουσιν.

τὰς γὰρ παρὰ θεῶν εὐδοκιμήσεις ἐμβάλλοντες ἄφθονα ἔχουσι

λέγειν ἀγαθά, τοῖς ὁσίοις ἅ φασι θεοὺς διδόναι· ὥσπερ ὁ

γενναῖος Ἡσίοδός τε καὶ Ὅμηρός φασιν, ὁ μὲν τὰς δρῦς

363bτοῖς δικαίοις τοὺς θεοὺς ποιεῖν <ἄκρας μέν τε φέρειν

βαλάνους, μέσσας δὲ μελίσσας· εἰροπόκοι δ’ ὄιες,

φησίν, μαλλοῖς καταβεβρίθασι>, καὶ ἄλλα δὴ πολλὰ

ἀγαθὰ τούτων ἐχόμενα. παραπλήσια δὲ καὶ ὁ ἕτερος· <ὥς

(5)τέ τευ> γάρ φησιν

                              ἢ βασιλῆος ἀμύμονος ὅς τε θεουδὴς

          εὐδικίας ἀνέχῃσι, φέρῃσι δὲ γαῖα μέλαινα

363c          πυροὺς καὶ κριθάς, βρίθῃσι δὲ δένδρεα καρπῷ,

          τίκτῃ δ’ ἔμπεδα μῆλα, θάλασσα δὲ παρέχῃ ἰχθῦς.

Μουσαῖος δὲ τούτων νεανικώτερα τἀγαθὰ καὶ ὁ ὑὸς αὐτοῦ

παρὰ θεῶν διδόασιν τοῖς δικαίοις· εἰς Ἅιδου γὰρ ἀγαγόντες

(5)τῷ λόγῳ καὶ κατακλίναντες καὶ συμπόσιον τῶν ὁσίων κατα-

σκευάσαντες ἐστεφανωμένους ποιοῦσιν τὸν ἅπαντα χρόνον

363dἤδη διάγειν μεθύοντας, ἡγησάμενοι κάλλιστον ἀρετῆς μισθὸν

μέθην αἰώνιον. οἱ δ’ ἔτι τούτων μακροτέρους ἀποτείνουσιν

μισθοὺς παρὰ θεῶν· παῖδας γὰρ παίδων φασὶ καὶ γένος

κατόπισθεν λείπεσθαι τοῦ ὁσίου καὶ εὐόρκου. ταῦτα δὴ

(5)καὶ ἄλλα τοιαῦτα ἐγκωμιάζουσιν δικαιοσύνην· τοὺς δὲ

ἀνοσίους αὖ καὶ ἀδίκους εἰς πηλόν τινα κατορύττουσιν ἐν

Ἅιδου καὶ κοσκίνῳ ὕδωρ ἀναγκάζουσι φέρειν, ἔτι τε ζῶντας

363eεἰς κακὰς δόξας ἄγοντες, ἅπερ Γλαύκων περὶ τῶν δικαίων

δοξαζομένων δὲ ἀδίκων διῆλθε τιμωρήματα, ταῦτα περὶ τῶν

ἀδίκων λέγουσιν, ἄλλα δὲ οὐκ ἔχουσιν. ὁ μὲν οὖν ἔπαινος

καὶ ὁ ψόγος οὗτος ἑκατέρων.

(5)     Πρὸς δὲ τούτοις σκέψαι, ὦ Σώκρατες, ἄλλο αὖ εἶδος

λόγων περὶ δικαιοσύνης τε καὶ ἀδικίας ἰδίᾳ τε λεγόμενον

364aκαὶ ὑπὸ ποιητῶν. πάντες γὰρ ἐξ ἑνὸς στόματος ὑμνοῦσιν

ὡς καλὸν μὲν ἡ σωφροσύνη τε καὶ δικαιοσύνη, χαλεπὸν

μέντοι καὶ ἐπίπονον, ἀκολασία δὲ καὶ ἀδικία ἡδὺ μὲν καὶ

εὐπετὲς κτήσασθαι, δόξῃ δὲ μόνον καὶ νόμῳ αἰσχρόν·

(5)λυσιτελέστερα δὲ τῶν δικαίων τὰ ἄδικα ὡς ἐπὶ τὸ πλῆθος

λέγουσι, καὶ πονηροὺς πλουσίους καὶ ἄλλας δυνάμεις ἔχοντας

εὐδαιμονίζειν καὶ τιμᾶν εὐχερῶς ἐθέλουσιν δημοσίᾳ τε καὶ

ἰδίᾳ, τοὺς δὲ ἀτιμάζειν καὶ ὑπερορᾶν, οἳ ἄν πῃ ἀσθενεῖς τε

364bκαὶ πένητες ὦσιν, ὁμολογοῦντες αὐτοὺς ἀμείνους εἶναι τῶν

ἑτέρων. τούτων δὲ πάντων οἱ περὶ θεῶν τε λόγοι καὶ

ἀρετῆς θαυμασιώτατοι λέγονται, ὡς ἄρα καὶ θεοὶ πολλοῖς

μὲν ἀγαθοῖς δυστυχίας τε καὶ βίον κακὸν ἔνειμαν, τοῖς δ’

(5)ἐναντίοις ἐναντίαν μοῖραν. ἀγύρται δὲ καὶ μάντεις ἐπὶ

πλουσίων θύρας ἰόντες πείθουσιν ὡς ἔστι παρὰ σφίσι

δύναμις ἐκ θεῶν ποριζομένη θυσίαις τε καὶ ἐπῳδαῖς, εἴτε τι

364cἀδίκημά του γέγονεν αὐτοῦ ἢ προγόνων, ἀκεῖσθαι μεθ’

ἡδονῶν τε καὶ ἑορτῶν, ἐάν τέ τινα ἐχθρὸν πημῆναι ἐθέλῃ,

μετὰ σμικρῶν δαπανῶν ὁμοίως δίκαιον ἀδίκῳ βλάψει ἐπα-

γωγαῖς τισιν καὶ καταδέσμοις, τοὺς θεούς, ὥς φασιν, πείθοντές

(5)σφισιν ὑπηρετεῖν. τούτοις δὲ πᾶσιν τοῖς λόγοις μάρτυρας

ποιητὰς ἐπάγονται οἱ μὲν κακίας πέρι, εὐπετείας διδόντες, ὡς

          τὴν μὲν κακότητα καὶ ἰλαδὸν ἔστιν ἑλέσθαι

364d          ῥηϊδίως· λείη μὲν ὁδός, μάλα δ’ ἐγγύθι ναίει·

          τῆς δ’ ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν

καί τινα ὁδὸν μακράν τε καὶ τραχεῖαν καὶ ἀνάντη· οἱ δὲ

τῆς τῶν θεῶν ὑπ’ ἀνθρώπων παραγωγῆς τὸν Ὅμηρον

(5)μαρτύρονται, ὅτι καὶ ἐκεῖνος εἶπεν_

                              λιστοὶ δέ τε καὶ θεοὶ αὐτοί,

          καὶ τοὺς μὲν θυσίαισι καὶ εὐχωλαῖς ἀγαναῖσιν

364e          λοιβῇ τε κνίσῃ τε παρατρωπῶς’ ἄνθρωποι

          λισσόμενοι, ὅτε κέν τις ὑπερβήῃ καὶ ἁμάρτῃ.

βίβλων δὲ ὅμαδον παρέχονται Μουσαίου καὶ Ὀρφέως,

Σελήνης τε καὶ Μουσῶν ἐκγόνων, ὥς φασι, καθ’ ἃς θυη-

(5)πολοῦσιν, πείθοντες οὐ μόνον ἰδιώτας ἀλλὰ καὶ πόλεις, ὡς

ἄρα λύσεις τε καὶ καθαρμοὶ ἀδικημάτων διὰ θυσιῶν καὶ

365aπαιδιᾶς ἡδονῶν εἰσι μὲν ἔτι ζῶσιν, εἰσὶ δὲ καὶ τελευτήσα-

σιν, ἃς δὴ τελετὰς καλοῦσιν, αἳ τῶν ἐκεῖ κακῶν ἀπολύουσιν

ἡμᾶς, μὴ θύσαντας δὲ δεινὰ περιμένει.

     Ταῦτα πάντα, ἔφη, ὦ φίλε Σώκρατες, τοιαῦτα καὶ τοσαῦτα

(5)λεγόμενα ἀρετῆς πέρι καὶ κακίας, ὡς ἄνθρωποι καὶ θεοὶ

περὶ αὐτὰ ἔχουσι τιμῆς, τί οἰόμεθα ἀκουούσας νέων ψυχὰς

ποιεῖν, ὅσοι εὐφυεῖς καὶ ἱκανοὶ ἐπὶ πάντα τὰ λεγόμενα

ὥσπερ ἐπιπτόμενοι συλλογίσασθαι ἐξ αὐτῶν ποῖός τις ἂν

365bὢν καὶ πῇ πορευθεὶς τὸν βίον ὡς ἄριστα διέλθοι; λέγοι γὰρ

ἂν ἐκ τῶν εἰκότων πρὸς αὑτὸν κατὰ Πίνδαρον ἐκεῖνο τὸ

<Πότερον δίκᾳ τεῖχος ὕψιον ἢ σκολιαῖς ἀπάταις

ἀναβὰς> καὶ ἐμαυτὸν οὕτω περιφράξας διαβιῶ; τὰ μὲν γὰρ

(5)λεγόμενα δικαίῳ μὲν ὄντι μοι, ἐὰν μὴ καὶ δοκῶ ὄφελος

οὐδέν φασιν εἶναι, πόνους δὲ καὶ ζημίας φανεράς· ἀδίκῳ δὲ

δόξαν δικαιοσύνης παρεσκευασμένῳ θεσπέσιος βίος λέγεται.

365cοὐκοῦν, ἐπειδὴ <τὸ δοκεῖν>, ὡς δηλοῦσί μοι οἱ σοφοί, <καὶ

τὰν ἀλάθειαν βιᾶται> καὶ κύριον εὐδαιμονίας, ἐπὶ τοῦτο

δὴ τρεπτέον ὅλως· πρόθυρα μὲν καὶ σχῆμα κύκλῳ περὶ

ἐμαυτὸν σκιαγραφίαν ἀρετῆς περιγραπτέον, τὴν δὲ τοῦ

(5)σοφωτάτου Ἀρχιλόχου ἀλώπεκα ἑλκτέον ἐξόπισθεν κερδα-

λέαν καὶ ποικίλην. "Ἀλλὰ γάρ, φησί τις, οὐ ῥᾴδιον ἀεὶ

λανθάνειν κακὸν ὄντα." Οὐδὲ γὰρ ἄλλο οὐδὲν εὐπετές,

365dφήσομεν, τῶν μεγάλων· ἀλλ’ ὅμως, εἰ μέλλομεν εὐδαι-

μονήσειν, ταύτῃ ἰτέον, ὡς τὰ ἴχνη τῶν λόγων φέρει. ἐπὶ

γὰρ τὸ λανθάνειν συνωμοσίας τε καὶ ἑταιρίας συνάξομεν,

εἰσίν τε πειθοῦς διδάσκαλοι σοφίαν δημηγορικήν τε καὶ

(5)δικανικὴν διδόντες, ἐξ ὧν τὰ μὲν πείσομεν, τὰ δὲ βιασόμεθα,

ὡς πλεονεκτοῦντες δίκην μὴ διδόναι. "Ἀλλὰ δὴ θεοὺς οὔτε

λανθάνειν οὔτε βιάσασθαι δυνατόν." Οὐκοῦν, εἰ μὲν μὴ

εἰσὶν ἢ μηδὲν αὐτοῖς τῶν ἀνθρωπίνων μέλει, τί καὶ ἡμῖν

365eμελητέον τοῦ λανθάνειν; εἰ δὲ εἰσί τε καὶ ἐπιμελοῦνται,

οὐκ ἄλλοθέν τοι αὐτοὺς ἴσμεν ἢ ἀκηκόαμεν ἢ ἔκ τε τῶν

νόμων καὶ τῶν γενεαλογησάντων ποιητῶν, οἱ δὲ αὐτοὶ οὗτοι

λέγουσιν ὡς εἰσὶν οἷοι θυσίαις τε καὶ <εὐχωλαῖς ἀγανῇσιν>

(5)καὶ ἀναθήμασιν παράγεσθαι ἀναπειθόμενοι, οἷς ἢ ἀμφότερα ἢ

οὐδέτερα πειστέον. εἰ δ’ οὖν πειστέον, ἀδικητέον καὶ θυτέον

366aἀπὸ τῶν ἀδικημάτων. δίκαιοι μὲν γὰρ ὄντες ἀζήμιοι μόνον

ὑπὸ θεῶν ἐσόμεθα, τὰ δ’ ἐξ ἀδικίας κέρδη ἀπωσόμεθα· ἄδικοι

δὲ κερδανοῦμέν τε καὶ λισσόμενοι ὑπερβαίνοντες καὶ ἁμαρ-

τάνοντες, πείθοντες αὐτοὺς ἀζήμιοι ἀπαλλάξομεν. "Ἀλλὰ

(5)γὰρ ἐν Ἅιδου δίκην δώσομεν ὧν ἂν ἐνθάδε ἀδικήσωμεν,

ἢ αὐτοὶ ἢ παῖδες παίδων." Ἀλλ’, ὦ φίλε, φήσει λογιζό-

μενος, αἱ τελεταὶ αὖ μέγα δύνανται καὶ οἱ λύσιοι θεοί, ὡς αἱ

366bμέγισται πόλεις λέγουσι καὶ οἱ θεῶν παῖδες ποιηταὶ καὶ προ-

φῆται τῶν θεῶν γενόμενοι, οἳ ταῦτα οὕτως ἔχειν μηνύουσιν.

     Κατὰ τίνα οὖν ἔτι λόγον δικαιοσύνην ἂν πρὸ μεγίστης

ἀδικίας αἱροίμεθ’ ἄν, ἣν ἐὰν μετ’ εὐσχημοσύνης κιβδήλου

(5)κτησώμεθα, καὶ παρὰ θεοῖς καὶ παρ’ ἀνθρώποις πράξομεν

κατὰ νοῦν ζῶντές τε καὶ τελευτήσαντες, ὡς ὁ τῶν πολλῶν

τε καὶ ἄκρων λεγόμενος λόγος; ἐκ δὴ πάντων τῶν εἰρη-

366cμένων τίς μηχανή, ὦ Σώκρατες, δικαιοσύνην τιμᾶν ἐθέλειν

ᾧ τις δύναμις ὑπάρχει ψυχῆς ἢ χρημάτων ἢ σώματος ἢ

γένους, ἀλλὰ μὴ γελᾶν ἐπαινουμένης ἀκούοντα; ὡς δή τοι

εἴ τις ἔχει ψευδῆ μὲν ἀποφῆναι ἃ εἰρήκαμεν, ἱκανῶς δὲ

(5)ἔγνωκεν ὅτι ἄριστον δικαιοσύνη, πολλήν που συγγνώμην

ἔχει καὶ οὐκ ὀργίζεται τοῖς ἀδίκοις, ἀλλ’ οἶδεν ὅτι πλὴν εἴ

τις θείᾳ φύσει δυσχεραίνων τὸ ἀδικεῖν ἢ ἐπιστήμην λαβὼν

366dἀπέχεται αὐτοῦ, τῶν γε ἄλλων οὐδεὶς ἑκὼν δίκαιος, ἀλλ’

ὑπὸ ἀνανδρίας ἢ γήρως ἤ τινος ἄλλης ἀσθενείας ψέγει τὸ

ἀδικεῖν, ἀδυνατῶν αὐτὸ δρᾶν. ὡς δέ, δῆλον· ὁ γὰρ πρῶτος

τῶν τοιούτων εἰς δύναμιν ἐλθὼν πρῶτος ἀδικεῖ, καθ’ ὅσον

(5)ἂν οἷός τ’ ᾖ. καὶ τούτων ἁπάντων οὐδὲν ἄλλο αἴτιον ἢ

ἐκεῖνο, ὅθενπερ ἅπας ὁ λόγος οὗτος ὥρμησεν καὶ τῷδε καὶ ἐμοὶ

πρὸς σέ, ὦ Σώκρατες, εἰπεῖν, ὅτι "Ὦ θαυμάσιε, πάντων

366eὑμῶν, ὅσοι ἐπαινέται φατὲ δικαιοσύνης εἶναι, ἀπὸ τῶν ἐξ

ἀρχῆς ἡρώων ἀρξάμενοι, ὅσων λόγοι λελειμμένοι, μέχρι τῶν

νῦν ἀνθρώπων οὐδεὶς πώποτε ἔψεξεν ἀδικίαν οὐδ’ ἐπῄνεσεν

δικαιοσύνην ἄλλως ἢ δόξας τε καὶ τιμὰς καὶ δωρεὰς τὰς

(5)ἀπ’ αὐτῶν γιγνομένας· αὐτὸ δ’ ἑκάτερον τῇ αὑτοῦ δυνάμει

τί δρᾷ, τῇ τοῦ ἔχοντος ψυχῇ ἐνόν, καὶ λανθάνον θεούς τε

καὶ ἀνθρώπους, οὐδεὶς πώποτε οὔτ’ ἐν ποιήσει οὔτ’ ἐν ἰδίοις

λόγοις ἐπεξῆλθεν ἱκανῶς τῷ λόγῳ ὡς τὸ μὲν μέγιστον κακῶν

ὅσα ἴσχει ψυχὴ ἐν αὑτῇ, δικαιοσύνη δὲ μέγιστον ἀγαθόν.

367aεἰ γὰρ οὕτως ἐλέγετο ἐξ ἀρχῆς ὑπὸ πάντων ὑμῶν καὶ ἐκ

νέων ἡμᾶς ἐπείθετε, οὐκ ἂν ἀλλήλους ἐφυλάττομεν μὴ

ἀδικεῖν, ἀλλ’ αὐτὸς αὑτοῦ ἦν ἕκαστος ἄριστος φύλαξ, δεδιὼς

μὴ ἀδικῶν τῷ μεγίστῳ κακῷ σύνοικος ᾖ."

(5)     Ταῦτα, ὦ Σώκρατες, ἴσως δὲ καὶ ἔτι τούτων πλείω

Θρασύμαχός τε καὶ ἄλλος πού τις ὑπὲρ δικαιοσύνης τε

καὶ ἀδικίας λέγοιεν ἄν, μεταστρέφοντες αὐτοῖν τὴν δύναμιν

φορτικῶς, ὥς γέ μοι δοκεῖ. ἀλλ’ ἐγώ, οὐδὲν γάρ σε

367bδέομαι ἀποκρύπτεσθαι, σοῦ ἐπιθυμῶν ἀκοῦσαι τἀναντία, ὡς

δύναμαι μάλιστα κατατείνας λέγω. μὴ οὖν ἡμῖν μόνον

ἐνδείξῃ τῷ λόγῳ ὅτι δικαιοσύνη ἀδικίας κρεῖττον, ἀλλὰ

τί ποιοῦσα ἑκατέρα τὸν ἔχοντα αὐτὴ δι’ αὑτὴν ἡ μὲν

(5)κακόν, ἡ δὲ ἀγαθόν ἐστιν· τὰς δὲ δόξας ἀφαίρει, ὥσπερ

Γλαύκων διεκελεύσατο. εἰ γὰρ μὴ ἀφαιρήσεις ἑκατέρωθεν

τὰς ἀληθεῖς, τὰς δὲ ψευδεῖς προσθήσεις, οὐ τὸ δίκαιον

φήσομεν ἐπαινεῖν σε ἀλλὰ τὸ δοκεῖν, οὐδὲ τὸ ἄδικον εἶναι

367cψέγειν ἀλλὰ τὸ δοκεῖν, καὶ παρακελεύεσθαι ἄδικον ὄντα

λανθάνειν, καὶ ὁμολογεῖν Θρασυμάχῳ ὅτι τὸ μὲν δίκαιον

ἀλλότριον ἀγαθόν, συμφέρον τοῦ κρείττονος, τὸ δὲ ἄδικον

αὑτῷ μὲν συμφέρον καὶ λυσιτελοῦν, τῷ δὲ ἥττονι ἀσύμ-

(5)φορον. ἐπειδὴ οὖν ὡμολόγησας τῶν μεγίστων ἀγαθῶν

εἶναι δικαιοσύνην, ἃ τῶν τε ἀποβαινόντων ἀπ’ αὐτῶν ἕνεκα

ἄξια κεκτῆσθαι, πολὺ δὲ μᾶλλον αὐτὰ αὑτῶν, οἷον ὁρᾶν,

367dἀκούειν, φρονεῖν, καὶ ὑγιαίνειν δή, καὶ ὅς’ ἄλλα ἀγαθὰ

γόνιμα τῇ αὑτῶν φύσει ἀλλ’ οὐ δόξῃ ἐστίν, τοῦτ’ οὖν αὐτὸ

ἐπαίνεσον δικαιοσύνης, ὃ αὐτὴ δι’ αὑτὴν τὸν ἔχοντα ὀνίνησιν

καὶ ἀδικία βλάπτει, μισθοὺς δὲ καὶ δόξας πάρες ἄλλοις

(5)ἐπαινεῖν· ὡς ἐγὼ τῶν μὲν ἄλλων ἀποδεχοίμην ἂν οὕτως

ἐπαινούντων δικαιοσύνην καὶ ψεγόντων ἀδικίαν, δόξας τε

περὶ αὐτῶν καὶ μισθοὺς ἐγκωμιαζόντων καὶ λοιδορούντων,

σοῦ δὲ οὐκ ἄν, εἰ μὴ σὺ κελεύοις, διότι πάντα τὸν βίον

367eοὐδὲν ἄλλο σκοπῶν διελήλυθας ἢ τοῦτο. μὴ οὖν ἡμῖν

ἐνδείξῃ μόνον τῷ λόγῳ ὅτι δικαιοσύνη ἀδικίας κρεῖττον,

ἀλλὰ καὶ τί ποιοῦσα ἑκατέρα τὸν ἔχοντα αὐτὴ δι’ αὑτήν,

ἐάντε λανθάνῃ ἐάντε μὴ θεούς τε καὶ ἀνθρώπους, ἡ μὲν

(5)ἀγαθόν, ἡ δὲ κακόν ἐστι.

     Καὶ ἐγὼ ἀκούσας, ἀεὶ μὲν δὴ τὴν φύσιν τοῦ τε Γλαύκωνος

καὶ τοῦ Ἀδειμάντου ἠγάμην, ἀτὰρ οὖν καὶ τότε πάνυ γε

368aἥσθην καὶ εἶπον· Οὐ κακῶς εἰς ὑμᾶς, ὦ παῖδες ἐκείνου τοῦ

ἀνδρός, τὴν ἀρχὴν τῶν ἐλεγείων ἐποίησεν ὁ Γλαύκωνος

ἐραστής, εὐδοκιμήσαντας περὶ τὴν Μεγαροῖ μάχην, εἰπών_

          παῖδες Ἀρίστωνος, κλεινοῦ θεῖον γένος ἀνδρός·

(5)τοῦτό μοι, ὦ φίλοι, εὖ δοκεῖ ἔχειν· πάνυ γὰρ θεῖον πεπόν-

θατε, εἰ μὴ πέπεισθε ἀδικίαν δικαιοσύνης ἄμεινον εἶναι,

οὕτω δυνάμενοι εἰπεῖν ὑπὲρ αὐτοῦ. δοκεῖτε δή μοι ὡς

368bἀληθῶς οὐ πεπεῖσθαι_τεκμαίρομαι δὲ ἐκ τοῦ ἄλλου τοῦ

ὑμετέρου τρόπου, ἐπεὶ κατά γε αὐτοὺς τοὺς λόγους ἠπίστουν

ἂν ὑμῖν_ὅσῳ δὲ μᾶλλον πιστεύω, τοσούτῳ μᾶλλον ἀπορῶ

ὅτι χρήσωμαι. οὔτε γὰρ ὅπως βοηθῶ ἔχω· δοκῶ γάρ μοι

(5)ἀδύνατος εἶναι_σημεῖον δέ μοι, ὅτι ἃ πρὸς Θρασύμαχον

λέγων ᾤμην ἀποφαίνειν ὡς ἄμεινον δικαιοσύνη ἀδικίας, οὐκ

ἀπεδέξασθέ μου_οὔτ’ αὖ ὅπως μὴ βοηθήσω ἔχω· δέδοικα

γὰρ μὴ οὐδ’ ὅσιον ᾖ παραγενόμενον δικαιοσύνῃ κακηγορου-

368cμένῃ ἀπαγορεύειν καὶ μὴ βοηθεῖν ἔτι ἐμπνέοντα καὶ δυνά-

μενον φθέγγεσθαι. κράτιστον οὖν οὕτως ὅπως δύναμαι

ἐπικουρεῖν αὐτῇ.

     Ὅ τε οὖν Γλαύκων καὶ οἱ ἄλλοι ἐδέοντο παντὶ τρόπῳ

(5)βοηθῆσαι καὶ μὴ ἀνεῖναι τὸν λόγον, ἀλλὰ διερευνήσασθαι

τί τέ ἐστιν ἑκάτερον καὶ περὶ τῆς ὠφελίας αὐτοῖν τἀληθὲς

ποτέρως ἔχει. εἶπον οὖν ὅπερ ἐμοὶ ἔδοξεν, ὅτι Τὸ ζήτημα

ᾧ ἐπιχειροῦμεν οὐ φαῦλον ἀλλ’ ὀξὺ βλέποντος, ὡς ἐμοὶ

368dφαίνεται. ἐπειδὴ οὖν ἡμεῖς οὐ δεινοί, δοκῶ μοι, ἦν δ’

ἐγώ, τοιαύτην ποιήσασθαι ζήτησιν αὐτοῦ, οἵανπερ ἂν εἰ

προσέταξέ τις γράμματα σμικρὰ πόρρωθεν ἀναγνῶναι μὴ

πάνυ ὀξὺ βλέπουσιν, ἔπειτά τις ἐνενόησεν, ὅτι τὰ αὐτὰ

(5)γράμματα ἔστι που καὶ ἄλλοθι μείζω τε καὶ ἐν μείζονι,

ἕρμαιον ἂν ἐφάνη οἶμαι ἐκεῖνα πρῶτον ἀναγνόντας οὕτως

ἐπισκοπεῖν τὰ ἐλάττω, εἰ τὰ αὐτὰ ὄντα τυγχάνει.

     Πάνυ μὲν οὖν, ἔφη ὁ Ἀδείμαντος· ἀλλὰ τί τοιοῦτον, ὦ

368eΣώκρατες, ἐν τῇ περὶ τὸ δίκαιον ζητήσει καθορᾷς;

     Ἐγώ σοι, ἔφην, ἐρῶ. δικαιοσύνη, φαμέν, ἔστι μὲν ἀνδρὸς

ἑνός, ἔστι δέ που καὶ ὅλης πόλεως;

     Πάνυ γε, ἦ δ’ ὅς.

(5)     Οὐκοῦν μεῖζον πόλις ἑνὸς ἀνδρός;

     Μεῖζον, ἔφη.

     Ἴσως τοίνυν πλείων ἂν δικαιοσύνη ἐν τῷ μείζονι ἐνείη

καὶ ῥᾴων καταμαθεῖν. εἰ οὖν βούλεσθε, πρῶτον ἐν ταῖς

369aπόλεσι ζητήσωμεν ποῖόν τί ἐστιν· ἔπειτα οὕτως ἐπισκεψώ-

μεθα καὶ ἐν ἑνὶ ἑκάστῳ, τὴν τοῦ μείζονος ὁμοιότητα ἐν τῇ

τοῦ ἐλάττονος ἰδέᾳ ἐπισκοποῦντες.

     Ἀλλά μοι δοκεῖς, ἔφη, καλῶς λέγειν.

(5)     Ἆρ’ οὖν, ἦν δ’ ἐγώ, εἰ γιγνομένην πόλιν θεασαίμεθα

λόγῳ, καὶ τὴν δικαιοσύνην αὐτῆς ἴδοιμεν ἂν γιγνομένην καὶ

τὴν ἀδικίαν;

     Τάχ’ ἄν, ἦ δ’ ὅς.

     Οὐκοῦν γενομένου αὐτοῦ ἐλπὶς εὐπετέστερον ἰδεῖν ὃ

(10)ζητοῦμεν;

369b     Πολύ γε.

     Δοκεῖ οὖν χρῆναι ἐπιχειρῆσαι περαίνειν; οἶμαι μὲν γὰρ

οὐκ ὀλίγον ἔργον αὐτὸ εἶναι· σκοπεῖτε οὖν.

     Ἔσκεπται, ἔφη ὁ Ἀδείμαντος· ἀλλὰ μὴ ἄλλως ποίει.

(5)     Γίγνεται τοίνυν, ἦν δ’ ἐγώ, πόλις, ὡς ἐγᾦμαι, ἐπειδὴ

τυγχάνει ἡμῶν ἕκαστος οὐκ αὐτάρκης, ἀλλὰ πολλῶν [ὢν]

ἐνδεής· ἢ τίν’ οἴει ἀρχὴν ἄλλην πόλιν οἰκίζειν;

     Οὐδεμίαν, ἦ δ’ ὅς.

369c     Οὕτω δὴ ἄρα παραλαμβάνων ἄλλος ἄλλον, ἐπ’ ἄλλου, τὸν

δ’ ἐπ’ ἄλλου χρείᾳ, πολλῶν δεόμενοι, πολλοὺς εἰς μίαν

οἴκησιν ἀγείραντες κοινωνούς τε καὶ βοηθούς, ταύτῃ τῇ

συνοικίᾳ ἐθέμεθα πόλιν ὄνομα· ἦ γάρ;

(5)     Πάνυ μὲν οὖν.

     Μεταδίδωσι δὴ ἄλλος ἄλλῳ, εἴ τι μεταδίδωσιν, ἢ μετα-

λαμβάνει, οἰόμενος αὑτῷ ἄμεινον εἶναι;

     Πάνυ γε.

     Ἴθι δή, ἦν δ’ ἐγώ, τῷ λόγῳ ἐξ ἀρχῆς ποιῶμεν πόλιν·

(10)ποιήσει δὲ αὐτήν, ὡς ἔοικεν, ἡ ἡμετέρα χρεία.

     Πῶς δ’ οὔ;

369d     Ἀλλὰ μὴν πρώτη γε καὶ μεγίστη τῶν χρειῶν ἡ τῆς τροφῆς

παρασκευὴ τοῦ εἶναί τε καὶ ζῆν ἕνεκα.

     Παντάπασί γε.

     Δευτέρα δὴ οἰκήσεως, τρίτη δὲ ἐσθῆτος καὶ τῶν τοιούτων.

(5)     Ἔστι ταῦτα.

     Φέρε δή, ἦν δ’ ἐγώ, πῶς ἡ πόλις ἀρκέσει ἐπὶ τοσαύτην

παρασκευήν; ἄλλο τι γεωργὸς μὲν εἷς, ὁ δὲ οἰκοδόμος, ἄλλος

δέ τις ὑφάντης; ἢ καὶ σκυτοτόμον αὐτόσε προσθήσομεν ἤ

τιν’ ἄλλον τῶν περὶ τὸ σῶμα θεραπευτήν;

(10)     Πάνυ γε.

     Εἴη δ’ ἂν ἥ γε ἀναγκαιοτάτη πόλις ἐκ τεττάρων ἢ πέντε

ἀνδρῶν.

369e     Φαίνεται.

     Τί δὴ οὖν; ἕνα ἕκαστον τούτων δεῖ τὸ αὑτοῦ ἔργον

ἅπασι κοινὸν κατατιθέναι, οἷον τὸν γεωργὸν ἕνα ὄντα παρα-

σκευάζειν σιτία τέτταρσιν καὶ τετραπλάσιον χρόνον τε καὶ

(5)πόνον ἀναλίσκειν ἐπὶ σίτου παρασκευῇ καὶ ἄλλοις κοινωνεῖν,

ἢ ἀμελήσαντα ἑαυτῷ μόνον τέταρτον μέρος ποιεῖν τούτου τοῦ

370aσίτου ἐν τετάρτῳ μέρει τοῦ χρόνου, τὰ δὲ τρία, τὸ μὲν ἐπὶ

τῇ τῆς οἰκίας παρασκευῇ διατρίβειν, τὸ δὲ ἱματίου, τὸ δὲ

ὑποδημάτων, καὶ μὴ ἄλλοις κοινωνοῦντα πράγματα ἔχειν,

ἀλλ’ αὐτὸν δι’ αὑτὸν τὰ αὑτοῦ πράττειν;

(5)     Καὶ ὁ Ἀδείμαντος ἔφη· Ἀλλ’ ἴσως, ὦ Σώκρατες, οὕτω

ῥᾷον ἢ ’κείνως.

     Οὐδέν, ἦν δ’ ἐγώ, μὰ Δία ἄτοπον. ἐννοῶ γὰρ καὶ αὐτὸς

εἰπόντος σοῦ, ὅτι πρῶτον μὲν ἡμῶν φύεται ἕκαστος οὐ πάνυ

370bὅμοιος ἑκάστῳ, ἀλλὰ διαφέρων τὴν φύσιν, ἄλλος ἐπ’ ἄλλου

ἔργου πράξει. ἢ οὐ δοκεῖ σοι;

     Ἔμοιγε.

     Τί δέ; πότερον κάλλιον πράττοι ἄν τις εἷς ὢν πολλὰς

(5)τέχνας ἐργαζόμενος, ἢ ὅταν μίαν εἷς;

     Ὅταν, ἦ δ’ ὅς, εἷς μίαν.

     Ἀλλὰ μὴν οἶμαι καὶ τόδε δῆλον, ὡς, ἐάν τίς τινος παρῇ

ἔργου καιρόν, διόλλυται.

     Δῆλον γάρ.

(10)     Οὐ γὰρ οἶμαι ἐθέλει τὸ πραττόμενον τὴν τοῦ πράττοντος

σχολὴν περιμένειν, ἀλλ’ ἀνάγκη τὸν πράττοντα τῷ πρατ-

370cτομένῳ ἐπακολουθεῖν μὴ ἐν παρέργου μέρει.

     Ἀνάγκη.

     Ἐκ δὴ τούτων πλείω τε ἕκαστα γίγνεται καὶ κάλλιον καὶ

ῥᾷον, ὅταν εἷς ἓν κατὰ φύσιν καὶ ἐν καιρῷ, σχολὴν τῶν

(5)ἄλλων ἄγων, πράττῃ.

     Παντάπασι μὲν οὖν.

     Πλειόνων δή, ὦ Ἀδείμαντε, δεῖ πολιτῶν ἢ τεττάρων ἐπὶ

τὰς παρασκευὰς ὧν ἐλέγομεν. ὁ γὰρ γεωργός, ὡς ἔοικεν,

οὐκ αὐτὸς ποιήσεται ἑαυτῷ τὸ ἄροτρον, εἰ μέλλει καλὸν εἶναι,

370dοὐδὲ σμινύην, οὐδὲ τἆλλα ὄργανα ὅσα περὶ γεωργίαν. οὐδ’

αὖ ὁ οἰκοδόμος· πολλῶν δὲ καὶ τούτῳ δεῖ. ὡσαύτως δ’ ὁ

ὑφάντης τε καὶ ὁ σκυτοτόμος· ἢ οὔ;

     Ἀληθῆ.

(5)     Τέκτονες δὴ καὶ χαλκῆς καὶ τοιοῦτοί τινες πολλοὶ

δημιουργοί, κοινωνοὶ ἡμῖν τοῦ πολιχνίου γιγνόμενοι, συχνὸν

αὐτὸ ποιοῦσιν.

     Πάνυ μὲν οὖν.

     Ἀλλ’ οὐκ ἄν πω πάνυ γε μέγα τι εἴη, εἰ αὐτοῖς βουκόλους

(10)τε καὶ ποιμένας τούς τε ἄλλους νομέας προσθεῖμεν, ἵνα οἵ τε

370eγεωργοὶ ἐπὶ τὸ ἀροῦν ἔχοιεν βοῦς, οἵ τε οἰκοδόμοι πρὸς τὰς

ἀγωγὰς μετὰ τῶν γεωργῶν χρῆσθαι ὑποζυγίοις, ὑφάνται δὲ

καὶ σκυτοτόμοι δέρμασίν τε καὶ ἐρίοις.

     Οὐδέ γε, ἦ δ’ ὅς, σμικρὰ πόλις ἂν εἴη ἔχουσα πάντα ταῦτα.

(5)     Ἀλλὰ μήν, ἦν δ’ ἐγώ, κατοικίσαι γε αὐτὴν τὴν πόλιν εἰς

τοιοῦτον τόπον οὗ ἐπεισαγωγίμων μὴ δεήσεται, σχεδόν τι

ἀδύνατον.

     Ἀδύνατον γάρ.

     Προσδεήσει ἄρα ἔτι καὶ ἄλλων, οἳ ἐξ ἄλλης πόλεως αὐτῇ

(10)κομιοῦσιν ὧν δεῖται.

     Δεήσει.

     Καὶ μὴν κενὸς ἂν ἴῃ ὁ διάκονος, μηδὲν ἄγων ὧν ἐκεῖνοι

371aδέονται παρ’ ὧν ἂν κομίζωνται ὧν ἂν αὐτοῖς χρεία, κενὸς

ἄπεισιν. ἦ γάρ;

     Δοκεῖ μοι.

     Δεῖ δὴ τὰ οἴκοι μὴ μόνον ἑαυτοῖς ποιεῖν ἱκανά, ἀλλὰ καὶ

(5)οἷα καὶ ὅσα ἐκείνοις ὧν ἂν δέωνται.

     Δεῖ γάρ.

     Πλειόνων δὴ γεωργῶν τε καὶ τῶν ἄλλων δημιουργῶν δεῖ

ἡμῖν τῇ πόλει.

     Πλειόνων γάρ.

(10)     Καὶ δὴ καὶ τῶν ἄλλων διακόνων που τῶν τε εἰσαξόν-

των καὶ ἐξαξόντων ἕκαστα. οὗτοι δέ εἰσιν ἔμποροι· ἦ

γάρ;

     Ναί.

     Καὶ ἐμπόρων δὴ δεησόμεθα.

(15)     Πάνυ γε.

     Καὶ ἐὰν μέν γε κατὰ θάλατταν ἡ ἐμπορία γίγνηται, συχνῶν

371bκαὶ ἄλλων προσδεήσεται τῶν ἐπιστημόνων τῆς περὶ τὴν

θάλατταν ἐργασίας.

     Συχνῶν μέντοι.

     Τί δὲ δή; ἐν αὐτῇ τῇ πόλει πῶς ἀλλήλοις μεταδώσουσιν

(5)ὧν ἂν ἕκαστοι ἐργάζωνται; ὧν δὴ ἕνεκα καὶ κοινωνίαν

ποιησάμενοι πόλιν ᾠκίσαμεν.

     Δῆλον δή, ἦ δ’ ὅς, ὅτι πωλοῦντες καὶ ὠνούμενοι.

     Ἀγορὰ δὴ ἡμῖν καὶ νόμισμα σύμβολον τῆς ἀλλαγῆς ἕνεκα

γενήσεται ἐκ τούτου.

(10)     Πάνυ μὲν οὖν.

371c     Ἂν οὖν κομίσας ὁ γεωργὸς εἰς τὴν ἀγοράν τι ὧν ποιεῖ, ἤ

τις ἄλλος τῶν δημιουργῶν, μὴ εἰς τὸν αὐτὸν χρόνον ἥκῃ τοῖς

δεομένοις τὰ παρ’ αὐτοῦ ἀλλάξασθαι, ἀργήσει τῆς αὑτοῦ

δημιουργίας καθήμενος ἐν ἀγορᾷ;

(5)     Οὐδαμῶς, ἦ δ’ ὅς, ἀλλὰ εἰσὶν οἳ τοῦτο ὁρῶντες ἑαυτοὺς

ἐπὶ τὴν διακονίαν τάττουσιν ταύτην, ἐν μὲν ταῖς ὀρθῶς οἰκου-

μέναις πόλεσι σχεδόν τι οἱ ἀσθενέστατοι τὰ σώματα καὶ

ἀχρεῖοί τι ἄλλο ἔργον πράττειν. αὐτοῦ γὰρ δεῖ μένοντας

371dαὐτοὺς περὶ τὴν ἀγορὰν τὰ μὲν ἀντ’ ἀργυρίου ἀλλάξασθαι τοῖς

τι δεομένοις ἀποδόσθαι, τοῖς δὲ ἀντὶ αὖ ἀργυρίου διαλλάττειν

ὅσοι τι δέονται πρίασθαι.

     Αὕτη ἄρα, ἦν δ’ ἐγώ, ἡ χρεία καπήλων ἡμῖν γένεσιν

(5)ἐμποιεῖ τῇ πόλει. ἢ οὐ καπήλους καλοῦμεν τοὺς πρὸς ὠνήν

τε καὶ πρᾶσιν διακονοῦντας ἱδρυμένους ἐν ἀγορᾷ, τοὺς δὲ

πλανήτας ἐπὶ τὰς πόλεις ἐμπόρους;

     Πάνυ μὲν οὖν.

371e     Ἔτι δή τινες, ὡς ἐγᾦμαι, εἰσὶ καὶ ἄλλοι διάκονοι, οἳ ἂν

τὰ μὲν τῆς διανοίας μὴ πάνυ ἀξιοκοινώνητοι ὦσιν, τὴν δὲ

τοῦ σώματος ἰσχὺν ἱκανὴν ἐπὶ τοὺς πόνους ἔχωσιν· οἳ δὴ

πωλοῦντες τὴν τῆς ἰσχύος χρείαν, τὴν τιμὴν ταύτην μισθὸν

(5)καλοῦντες, κέκληνται, ὡς ἐγᾦμαι, μισθωτοί· ἦ γάρ;

     Πάνυ μὲν οὖν.

     Πλήρωμα δὴ πόλεώς εἰσιν, ὡς ἔοικε, καὶ μισθωτοί.

     Δοκεῖ μοι.

     Ἆρ’ οὖν, ὦ Ἀδείμαντε, ἤδη ἡμῖν ηὔξηται ἡ πόλις, ὥστ’

(10)εἶναι τελέα;

     Ἴσως.

     Ποῦ οὖν ἄν ποτε ἐν αὐτῇ εἴη ἥ τε δικαιοσύνη καὶ ἡ ἀδικία;

καὶ τίνι ἅμα ἐγγενομένη ὧν ἐσκέμμεθα;

372a     Ἐγὼ μέν, ἔφη, οὐκ ἐννοῶ, ὦ Σώκρατες, εἰ μή που ἐν

αὐτῶν τούτων χρείᾳ τινὶ τῇ πρὸς ἀλλήλους.

     Ἀλλ’ ἴσως, ἦν δ’ ἐγώ, καλῶς λέγεις· καὶ σκεπτέον γε καὶ

οὐκ ἀποκνητέον.

(5)     Πρῶτον οὖν σκεψώμεθα τίνα τρόπον διαιτήσονται οἱ οὕτω

παρεσκευασμένοι. ἄλλο τι ἢ σῖτόν τε ποιοῦντες καὶ οἶνον

καὶ ἱμάτια καὶ ὑποδήματα; καὶ οἰκοδομησάμενοι οἰκίας, θέρους

μὲν τὰ πολλὰ γυμνοί τε καὶ ἀνυπόδητοι ἐργάσονται, τοῦ δὲ

372bχειμῶνος ἠμφιεσμένοι τε καὶ ὑποδεδεμένοι ἱκανῶς· θρέ-

ψονται δὲ ἐκ μὲν τῶν κριθῶν ἄλφιτα σκευαζόμενοι, ἐκ δὲ

τῶν πυρῶν ἄλευρα, τὰ μὲν πέψαντες, τὰ δὲ μάξαντες, μάζας

γενναίας καὶ ἄρτους ἐπὶ κάλαμόν τινα παραβαλλόμενοι ἢ

(5)φύλλα καθαρά, κατακλινέντες ἐπὶ στιβάδων ἐστρωμένων

μίλακί τε καὶ μυρρίναις, εὐωχήσονται αὐτοί τε καὶ τὰ παιδία,

ἐπιπίνοντες τοῦ οἴνου, ἐστεφανωμένοι καὶ ὑμνοῦντες τοὺς

θεούς, ἡδέως συνόντες ἀλλήλοις, οὐχ ὑπὲρ τὴν οὐσίαν ποιού-

372cμενοι τοὺς παῖδας, εὐλαβούμενοι πενίαν ἢ πόλεμον.

     Καὶ ὁ Γλαύκων ὑπολαβών, Ἄνευ ὄψου, ἔφη, ὡς ἔοικας,

ποιεῖς τοὺς ἄνδρας ἑστιωμένους.

     Ἀληθῆ, ἦν δ’ ἐγώ, λέγεις. ἐπελαθόμην ὅτι καὶ ὄψον

(5)ἕξουσιν, ἅλας τε δῆλον ὅτι καὶ ἐλάας καὶ τυρόν, καὶ βολβοὺς

καὶ λάχανά γε, οἷα δὴ ἐν ἀγροῖς ἑψήματα, ἑψήσονται.

καὶ τραγήματά που παραθήσομεν αὐτοῖς τῶν τε σύκων καὶ

ἐρεβίνθων καὶ κυάμων, καὶ μύρτα καὶ φηγοὺς σποδιοῦσιν

372dπρὸς τὸ πῦρ, μετρίως ὑποπίνοντες· καὶ οὕτω διάγοντες τὸν

βίον ἐν εἰρήνῃ μετὰ ὑγιείας, ὡς εἰκός, γηραιοὶ τελευτῶντες

ἄλλον τοιοῦτον βίον τοῖς ἐκγόνοις παραδώσουσιν.

     Καὶ ὅς, Εἰ δὲ ὑῶν πόλιν, ὦ Σώκρατες, ἔφη, κατεσκεύαζες,

(5)τί ἂν αὐτὰς ἄλλο ἢ ταῦτα ἐχόρταζες;

     Ἀλλὰ πῶς χρή, ἦν δ’ ἐγώ, ὦ Γλαύκων;

     Ἅπερ νομίζεται, ἔφη· ἐπί τε κλινῶν κατακεῖσθαι οἶμαι

τοὺς μέλλοντας μὴ ταλαιπωρεῖσθαι, καὶ ἀπὸ τραπεζῶν

372eδειπνεῖν, καὶ ὄψα ἅπερ καὶ οἱ νῦν ἔχουσι καὶ τραγήματα.

     Εἶεν, ἦν δ’ ἐγώ· μανθάνω. οὐ πόλιν, ὡς ἔοικε, σκοποῦμεν

μόνον ὅπως γίγνεται, ἀλλὰ καὶ τρυφῶσαν πόλιν. ἴσως οὖν

οὐδὲ κακῶς ἔχει· σκοποῦντες γὰρ καὶ τοιαύτην τάχ’ ἂν

(5)κατίδοιμεν τήν τε δικαιοσύνην καὶ ἀδικίαν ὅπῃ ποτὲ ταῖς

πόλεσιν ἐμφύονται. ἡ μὲν οὖν ἀληθινὴ πόλις δοκεῖ μοι

εἶναι ἣν διεληλύθαμεν, ὥσπερ ὑγιής τις· εἰ δ’ αὖ βούλεσθε,

καὶ φλεγμαίνουσαν πόλιν θεωρήσωμεν· οὐδὲν ἀποκωλύει.

373aταῦτα γὰρ δή τισιν, ὡς δοκεῖ, οὐκ ἐξαρκέσει, οὐδὲ αὕτη ἡ

δίαιτα, ἀλλὰ κλῖναί τε προσέσονται καὶ τράπεζαι καὶ τἆλλα

σκεύη, καὶ ὄψα δὴ καὶ μύρα καὶ θυμιάματα καὶ ἑταῖραι καὶ

πέμματα, καὶ ἕκαστα τούτων παντοδαπά. καὶ δὴ καὶ ἃ τὸ

(5)πρῶτον ἐλέγομεν οὐκέτι τἀναγκαῖα θετέον, οἰκίας τε καὶ

ἱμάτια καὶ ὑποδήματα, ἀλλὰ τήν τε ζωγραφίαν κινητέον

καὶ τὴν ποικιλίαν, καὶ χρυσὸν καὶ ἐλέφαντα καὶ πάντα τὰ

τοιαῦτα κτητέον. ἦ γάρ;

373b     Ναί, ἔφη.

     Οὐκοῦν μείζονά τε αὖ τὴν πόλιν δεῖ ποιεῖν· ἐκείνη γὰρ

ἡ ὑγιεινὴ οὐκέτι ἱκανή, ἀλλ’ ἤδη ὄγκου ἐμπληστέα καὶ

πλήθους, ἃ οὐκέτι τοῦ ἀναγκαίου ἕνεκά ἐστιν ἐν ταῖς πόλεσιν,

(5)οἷον οἵ τε θηρευταὶ πάντες οἵ τε μιμηταί, πολλοὶ μὲν οἱ περὶ

τὰ σχήματά τε καὶ χρώματα, πολλοὶ δὲ οἱ περὶ μουσικήν,

ποιηταί τε καὶ τούτων ὑπηρέται, ῥαψῳδοί, ὑποκριταί, χορευταί,

ἐργολάβοι, σκευῶν τε παντοδαπῶν δημιουργοί, τῶν τε ἄλλων

373cκαὶ τῶν περὶ τὸν γυναικεῖον κόσμον. καὶ δὴ καὶ διακόνων

πλειόνων δεησόμεθα· ἢ οὐ δοκεῖ δεήσειν παιδαγωγῶν, τιτθῶν,

τροφῶν, κομμωτριῶν, κουρέων, καὶ αὖ ὀψοποιῶν τε καὶ

μαγείρων; ἔτι δὲ καὶ συβωτῶν προσδεησόμεθα· τοῦτο γὰρ

(5)ἡμῖν ἐν τῇ προτέρᾳ πόλει οὐκ ἐνῆν_ἔδει γὰρ οὐδέν_ἐν δὲ

ταύτῃ καὶ τούτου προσδεήσει. δεήσει δὲ καὶ τῶν ἄλλων

βοσκημάτων παμπόλλων, εἴ τις αὐτὰ ἔδεται· ἦ γάρ;

     Πῶς γὰρ οὔ;

373d     Οὐκοῦν καὶ ἰατρῶν ἐν χρείαις ἐσόμεθα πολὺ μᾶλλον οὕτω

διαιτώμενοι ἢ ὡς τὸ πρότερον;

     Πολύ γε.

     Καὶ ἡ χώρα γέ που, ἡ τότε ἱκανὴ τρέφειν τοὺς τότε,

(5)σμικρὰ δὴ ἐξ ἱκανῆς ἔσται. ἢ πῶς λέγομεν;

     Οὕτως, ἔφη.

     Οὐκοῦν τῆς τῶν πλησίον χώρας ἡμῖν ἀποτμητέον, εἰ

μέλλομεν ἱκανὴν ἕξειν νέμειν τε καὶ ἀροῦν, καὶ ἐκείνοις αὖ

τῆς ἡμετέρας, ἐὰν καὶ ἐκεῖνοι ἀφῶσιν αὑτοὺς ἐπὶ χρημάτων

(10)κτῆσιν ἄπειρον, ὑπερβάντες τὸν τῶν ἀναγκαίων ὅρον;

373e     Πολλὴ ἀνάγκη, ἔφη, ὦ Σώκρατες.

     Πολεμήσομεν δὴ τὸ μετὰ τοῦτο, ὦ Γλαύκων; ἢ πῶς ἔσται;

     Οὕτως, ἔφη.

     Καὶ μηδέν γέ πω λέγωμεν, ἦν δ’ ἐγώ, μήτ’ εἴ τι κακὸν

(5)μήτ’ εἰ ἀγαθὸν ὁ πόλεμος ἐργάζεται, ἀλλὰ τοσοῦτον μόνον,

ὅτι πολέμου αὖ γένεσιν ηὑρήκαμεν, ἐξ ὧν μάλιστα ταῖς

πόλεσιν καὶ ἰδίᾳ καὶ δημοσίᾳ κακὰ γίγνεται, ὅταν γίγνηται.

     Πάνυ μὲν οὖν.

     Ἔτι δή, ὦ φίλε, μείζονος τῆς πόλεως δεῖ οὔ τι σμικρῷ,

374aἀλλ’ ὅλῳ στρατοπέδῳ, ὃ ἐξελθὸν ὑπὲρ τῆς οὐσίας ἁπάσης

καὶ ὑπὲρ ὧν νυνδὴ ἐλέγομεν διαμαχεῖται τοῖς ἐπιοῦσιν.

     Τί δέ; ἦ δ’ ὅς· αὐτοὶ οὐχ ἱκανοί;

     Οὔκ, εἰ σύ γε, ἦν δ’ ἐγώ, καὶ ἡμεῖς ἅπαντες ὡμολογήσαμεν

(5)καλῶς, ἡνίκα ἐπλάττομεν τὴν πόλιν· ὡμολογοῦμεν δέ που,

εἰ μέμνησαι, ἀδύνατον ἕνα πολλὰς καλῶς ἐργάζεσθαι τέχνας.

     Ἀληθῆ λέγεις, ἔφη.

374b     Τί οὖν; ἦν δ’ ἐγώ· ἡ περὶ τὸν πόλεμον ἀγωνία οὐ

τεχνικὴ δοκεῖ εἶναι;

     Καὶ μάλα, ἔφη.

     Ἦ οὖν τι σκυτικῆς δεῖ μᾶλλον κήδεσθαι ἢ πολεμικῆς;

(5)     Οὐδαμῶς.

     Ἀλλ’ ἄρα τὸν μὲν σκυτοτόμον διεκωλύομεν μήτε γεωργὸν

ἐπιχειρεῖν εἶναι ἅμα μήτε ὑφάντην μήτε οἰκοδόμον ἀλλὰ

σκυτοτόμον, ἵνα δὴ ἡμῖν τὸ τῆς σκυτικῆς ἔργον καλῶς

γίγνοιτο, καὶ τῶν ἄλλων ἑνὶ ἑκάστῳ ὡσαύτως ἓν ἀπεδίδομεν,

(10)πρὸς ὃ ἐπεφύκει ἕκαστος καὶ ἐφ’ ᾧ ἔμελλε τῶν ἄλλων

374cσχολὴν ἄγων διὰ βίου αὐτὸ ἐργαζόμενος οὐ παριεὶς τοὺς

καιροὺς καλῶς ἀπεργάσεσθαι· τὰ δὲ δὴ περὶ τὸν πόλεμον

πότερον οὐ περὶ πλείστου ἐστὶν εὖ ἀπεργασθέντα; ἢ οὕτω

ῥᾴδιον, ὥστε καὶ γεωργῶν τις ἅμα πολεμικὸς ἔσται καὶ

(5)σκυτοτομῶν καὶ ἄλλην τέχνην ἡντινοῦν ἐργαζόμενος, πετ-

τευτικὸς δὲ ἢ κυβευτικὸς ἱκανῶς οὐδ’ ἂν εἷς γένοιτο μὴ

αὐτὸ τοῦτο ἐκ παιδὸς ἐπιτηδεύων, ἀλλὰ παρέργῳ χρώμενος;

374dκαὶ ἀσπίδα μὲν λαβὼν ἤ τι ἄλλο τῶν πολεμικῶν ὅπλων τε

καὶ ὀργάνων αὐθημερὸν ὁπλιτικῆς ἤ τινος ἄλλης μάχης

τῶν κατὰ πόλεμον ἱκανὸς ἔσται ἀγωνιστής, τῶν δὲ ἄλλων

ὀργάνων οὐδὲν οὐδένα δημιουργὸν οὐδὲ ἀθλητὴν ληφθὲν

(5)ποιήσει, οὐδ’ ἔσται χρήσιμον τῷ μήτε τὴν ἐπιστήμην

ἑκάστου λαβόντι μήτε τὴν μελέτην ἱκανὴν παρασχομένῳ;

     Πολλοῦ γὰρ ἄν, ἦ δ’ ὅς, τὰ ὄργανα ἦν ἄξια.

     Οὐκοῦν, ἦν δ’ ἐγώ, ὅσῳ μέγιστον τὸ τῶν φυλάκων ἔργον,

374eτοσούτῳ σχολῆς τε τῶν ἄλλων πλείστης ἂν εἴη καὶ αὖ

τέχνης τε καὶ ἐπιμελείας μεγίστης δεόμενον.

     Οἶμαι ἔγωγε, ἦ δ’ ὅς.

     Ἆρ’ οὖν οὐ καὶ φύσεως ἐπιτηδείας εἰς αὐτὸ τὸ ἐπιτήδευμα;

(5)     Πῶς δ’ οὔ;

     Ἡμέτερον δὴ ἔργον ἂν εἴη, ὡς ἔοικεν, εἴπερ οἷοί τ’

ἐσμέν, ἐκλέξασθαι τίνες τε καὶ ποῖαι φύσεις ἐπιτήδειαι εἰς

πόλεως φυλακήν.

     Ἡμέτερον μέντοι.

(10)     Μὰ Δία, ἦν δ’ ἐγώ, οὐκ ἄρα φαῦλον πρᾶγμα ἠράμεθα·

ὅμως δὲ οὐκ ἀποδειλιατέον, ὅσον γ’ ἂν δύναμις παρείκῃ.

375a     Οὐ γὰρ οὖν, ἔφη.

     Οἴει οὖν τι, ἦν δ’ ἐγώ, διαφέρειν φύσιν γενναίου σκύλακος

εἰς φυλακὴν νεανίσκου εὐγενοῦς;

     Τὸ ποῖον λέγεις;

(5)     Οἷον ὀξύν τέ που δεῖ αὐτοῖν ἑκάτερον εἶναι πρὸς αἴσθησιν

καὶ ἐλαφρὸν πρὸς τὸ αἰσθανόμενον διωκάθειν, καὶ ἰσχυρὸν

αὖ, ἐὰν δέῃ ἑλόντα διαμάχεσθαι.

     Δεῖ γὰρ οὖν, ἔφη, πάντων τούτων.

     Καὶ μὴν ἀνδρεῖόν γε, εἴπερ εὖ μαχεῖται.

(10)     Πῶς δ’ οὔ;

     Ἀνδρεῖος δὲ εἶναι ἆρα ἐθελήσει ὁ μὴ θυμοειδὴς εἴτε

ἵππος εἴτε κύων ἢ ἄλλο ὁτιοῦν ζῷον; ἢ οὐκ ἐννενόηκας ὡς

375bἄμαχόν τε καὶ ἀνίκητον θυμός, οὗ παρόντος ψυχὴ πᾶσα

πρὸς πάντα ἄφοβός τέ ἐστι καὶ ἀήττητος;

     Ἐννενόηκα.

     Τὰ μὲν τοίνυν τοῦ σώματος οἷον δεῖ τὸν φύλακα εἶναι,

(5)δῆλα.

     Ναί.

     Καὶ μὴν καὶ τὰ τῆς ψυχῆς, ὅτι γε θυμοειδῆ.

     Καὶ τοῦτο.

     Πῶς οὖν, ἦν δ’ ἐγώ, ὦ Γλαύκων, οὐκ ἄγριοι ἀλλήλοις τε

(10)ἔσονται καὶ τοῖς ἄλλοις πολίταις, ὄντες τοιοῦτοι τὰς φύσεις;

     Μὰ Δία, ἦ δ’ ὅς, οὐ ῥᾳδίως.

375c     Ἀλλὰ μέντοι δεῖ γε πρὸς μὲν τοὺς οἰκείους πρᾴους αὐτοὺς

εἶναι, πρὸς δὲ τοὺς πολεμίους χαλεπούς· εἰ δὲ μή, οὐ

περιμενοῦσιν ἄλλους σφᾶς διολέσαι, ἀλλ’ αὐτοὶ φθήσονται

αὐτὸ δράσαντες.

(5)     Ἀληθῆ, ἔφη.

     Τί οὖν, ἦν δ’ ἐγώ, ποιήσομεν; πόθεν ἅμα πρᾷον καὶ

μεγαλόθυμον ἦθος εὑρήσομεν; ἐναντία γάρ που θυμοειδεῖ

πρᾳεῖα φύσις.

     Φαίνεται.

(10)     Ἀλλὰ μέντοι τούτων γε ὁποτέρου ἂν στέρηται, φύλαξ

ἀγαθὸς οὐ μὴ γένηται· ταῦτα δὲ ἀδυνάτοις ἔοικεν, καὶ οὕτω

375dδὴ συμβαίνει ἀγαθὸν φύλακα ἀδύνατον γενέσθαι.

     Κινδυνεύει, ἔφη.

     Καὶ ἐγὼ ἀπορήσας τε καὶ ἐπισκεψάμενος τὰ ἔμπροσθεν,

Δικαίως γε, ἦν δ’ ἐγώ, ὦ φίλε, ἀποροῦμεν· ἧς γὰρ προυθέ-

(5)μεθα εἰκόνος ἀπελείφθημεν.

     Πῶς λέγεις;

     Οὐκ ἐννενοήκαμεν ὅτι εἰσὶν ἄρα φύσεις οἵας ἡμεῖς οὐκ

ᾠήθημεν, ἔχουσαι τἀναντία ταῦτα.

     Ποῦ δή;

(10)     Ἴδοι μὲν ἄν τις καὶ ἐν ἄλλοις ζῴοις, οὐ μεντἂν ἥκιστα

375eἐν ᾧ ἡμεῖς παρεβάλλομεν τῷ φύλακι. οἶσθα γάρ που τῶν

γενναίων κυνῶν, ὅτι τοῦτο φύσει αὐτῶν τὸ ἦθος, πρὸς μὲν

τοὺς συνήθεις τε καὶ γνωρίμους ὡς οἷόν τε πρᾳοτάτους εἶναι,

πρὸς δὲ τοὺς ἀγνῶτας τοὐναντίον.

(5)     Οἶδα μέντοι.

     Τοῦτο μὲν ἄρα, ἦν δ’ ἐγώ, δυνατόν, καὶ οὐ παρὰ φύσιν

ζητοῦμεν τοιοῦτον εἶναι τὸν φύλακα.

     Οὐκ ἔοικεν.

     Ἆρ’ οὖν σοι δοκεῖ ἔτι τοῦδε προσδεῖσθαι ὁ φυλακικὸς

(10)ἐσόμενος, πρὸς τῷ θυμοειδεῖ ἔτι προσγενέσθαι φιλόσοφος

τὴν φύσιν;

376a     Πῶς δή; ἔφη· οὐ γὰρ ἐννοῶ.

     Καὶ τοῦτο, ἦν δ’ ἐγώ, ἐν τοῖς κυσὶν κατόψει, ὃ καὶ ἄξιον

θαυμάσαι τοῦ θηρίου.

     Τὸ ποῖον;

(5)     Ὅτι ὃν μὲν ἂν ἴδῃ ἀγνῶτα, χαλεπαίνει, οὐδὲ ἓν κακὸν

προπεπονθώς· ὃν δ’ ἂν γνώριμον, ἀσπάζεται, κἂν μηδὲν

πώποτε ὑπ’ αὐτοῦ ἀγαθὸν πεπόνθῃ. ἢ οὔπω τοῦτο ἐθαύ-

μασας;

     Οὐ πάνυ, ἔφη, μέχρι τούτου προσέσχον τὸν νοῦν· ὅτι δέ

(10)που δρᾷ ταῦτα, δῆλον.

     Ἀλλὰ μὴν κομψόν γε φαίνεται τὸ πάθος αὐτοῦ τῆς

376bφύσεως καὶ ὡς ἀληθῶς φιλόσοφον.

     Πῇ δή;

     Ἧι, ἦν δ’ ἐγώ, ὄψιν οὐδενὶ ἄλλῳ φίλην καὶ ἐχθρὰν

διακρίνει ἢ τῷ τὴν μὲν καταμαθεῖν, τὴν δὲ ἀγνοῆσαι. καίτοι

(5)πῶς οὐκ ἂν φιλομαθὲς εἴη συνέσει τε καὶ ἀγνοίᾳ ὁριζόμενον

τό τε οἰκεῖον καὶ τὸ ἀλλότριον;

     Οὐδαμῶς, ἦ δ’ ὅς, ὅπως οὔ.

     Ἀλλὰ μέντοι, εἶπον ἐγώ, τό γε φιλομαθὲς καὶ φιλόσοφον

ταὐτόν;

(10)     Ταὐτὸν γάρ, ἔφη.

     Οὐκοῦν θαρροῦντες τιθῶμεν καὶ ἐν ἀνθρώπῳ, εἰ μέλλει

376cπρὸς τοὺς οἰκείους καὶ γνωρίμους πρᾷός τις ἔσεσθαι, φύσει

φιλόσοφον καὶ φιλομαθῆ αὐτὸν δεῖν εἶναι;

     Τιθῶμεν, ἔφη.

     Φιλόσοφος δὴ καὶ θυμοειδὴς καὶ ταχὺς καὶ ἰσχυρὸς ἡμῖν τὴν

(5)φύσιν ἔσται ὁ μέλλων καλὸς κἀγαθὸς ἔσεσθαι φύλαξ πόλεως.

     Παντάπασι μὲν οὖν, ἔφη.

     Οὗτος μὲν δὴ ἂν οὕτως ὑπάρχοι. θρέψονται δὲ δὴ ἡμῖν

οὗτοι καὶ παιδευθήσονται τίνα τρόπον; καὶ ἆρά τι προὔργου

ἡμῖν ἐστιν αὐτὸ σκοποῦσι πρὸς τὸ κατιδεῖν οὗπερ ἕνεκα

376dπάντα σκοποῦμεν, δικαιοσύνην τε καὶ ἀδικίαν τίνα τρόπον

ἐν πόλει γίγνεται; ἵνα μὴ ἐῶμεν ἱκανὸν λόγον ἢ συχνὸν

διεξίωμεν.

     Καὶ ὁ τοῦ Γλαύκωνος ἀδελφός, Πάνυ μὲν οὖν, ἔφη, ἔγωγε

(5)προσδοκῶ προὔργου εἶναι εἰς τοῦτο ταύτην τὴν σκέψιν.

     Μὰ Δία, ἦν δ’ ἐγώ, ὦ φίλε Ἀδείμαντε, οὐκ ἄρα ἀφετέον,

οὐδ’ εἰ μακροτέρα τυγχάνει οὖσα.

     Οὐ γὰρ οὖν.

     Ἴθι οὖν, ὥσπερ ἐν μύθῳ μυθολογοῦντές τε καὶ σχολὴν

(10)ἄγοντες λόγῳ παιδεύωμεν τοὺς ἄνδρας.

376e     Ἀλλὰ χρή.

     Τίς οὖν ἡ παιδεία; ἢ χαλεπὸν εὑρεῖν βελτίω τῆς ὑπὸ

τοῦ πολλοῦ χρόνου ηὑρημένης; ἔστιν δέ που ἡ μὲν ἐπὶ

σώμασι γυμναστική, ἡ δ’ ἐπὶ ψυχῇ μουσική.

(5)     Ἔστιν γάρ.

     Ἆρ’ οὖν οὐ μουσικῇ πρότερον ἀρξόμεθα παιδεύοντες ἢ

γυμναστικῇ;

     Πῶς δ’ οὔ;

     Μουσικῆς δ’, εἶπον, τιθεῖς λόγους, ἢ οὔ;

(10)     Ἔγωγε.

     Λόγων δὲ διττὸν εἶδος, τὸ μὲν ἀληθές, ψεῦδος δ’ ἕτερον;

     Ναί.

377a     Παιδευτέον δ’ ἐν ἀμφοτέροις, πρότερον δ’ ἐν τοῖς ψευ-

δέσιν;

     Οὐ μανθάνω, ἔφη, πῶς λέγεις.

     Οὐ μανθάνεις, ἦν δ’ ἐγώ, ὅτι πρῶτον τοῖς παιδίοις μύθους

(5)λέγομεν; τοῦτο δέ που ὡς τὸ ὅλον εἰπεῖν ψεῦδος, ἔνι δὲ

καὶ ἀληθῆ. πρότερον δὲ μύθοις πρὸς τὰ παιδία ἢ γυμνασίοις

χρώμεθα.

     Ἔστι ταῦτα.

     Τοῦτο δὴ ἔλεγον, ὅτι μουσικῆς πρότερον ἁπτέον ἢ γυ-

(10)μναστικῆς.

     Ὀρθῶς, ἔφη.

     Οὐκοῦν οἶσθ’ ὅτι ἀρχὴ παντὸς ἔργου μέγιστον, ἄλλως

377bτε δὴ καὶ νέῳ καὶ ἁπαλῷ ὁτῳοῦν; μάλιστα γὰρ δὴ τότε

πλάττεται, καὶ ἐνδύεται τύπος ὃν ἄν τις βούληται ἐνσημή-

νασθαι ἑκάστῳ.

     Κομιδῇ μὲν οὖν.

(5)     Ἆρ’ οὖν ῥᾳδίως οὕτω παρήσομεν τοὺς ἐπιτυχόντας ὑπὸ

τῶν ἐπιτυχόντων μύθους πλασθέντας ἀκούειν τοὺς παῖδας

καὶ λαμβάνειν ἐν ταῖς ψυχαῖς ὡς ἐπὶ τὸ πολὺ ἐναντίας

δόξας ἐκείναις ἅς, ἐπειδὰν τελεωθῶσιν, ἔχειν οἰησόμεθα δεῖν

αὐτούς;

(10)     Οὐδ’ ὁπωστιοῦν παρήσομεν.

     Πρῶτον δὴ ἡμῖν, ὡς ἔοικεν, ἐπιστατητέον τοῖς μυθοποιοῖς,

377cκαὶ ὃν μὲν ἂν καλὸν [μῦθον] ποιήσωσιν, ἐγκριτέον, ὃν δ’ ἂν

μή, ἀποκριτέον. τοὺς δ’ ἐγκριθέντας πείσομεν τὰς τροφούς

τε καὶ μητέρας λέγειν τοῖς παισίν, καὶ πλάττειν τὰς ψυχὰς

αὐτῶν τοῖς μύθοις πολὺ μᾶλλον ἢ τὰ σώματα ταῖς χερσίν·

(5)ὧν δὲ νῦν λέγουσι τοὺς πολλοὺς ἐκβλητέον.

     Ποίους δή; ἔφη.

     Ἐν τοῖς μείζοσιν, ἦν δ’ ἐγώ, μύθοις ὀψόμεθα καὶ τοὺς

ἐλάττους. δεῖ γὰρ δὴ τὸν αὐτὸν τύπον εἶναι καὶ ταὐτὸν

377dδύνασθαι τούς τε μείζους καὶ τοὺς ἐλάττους. ἢ οὐκ οἴει;

     Ἔγωγ’, ἔφη· ἀλλ’ οὐκ ἐννοῶ οὐδὲ τοὺς μείζους τίνας

λέγεις.

     Οὓς Ἡσίοδός τε, εἶπον, καὶ Ὅμηρος ἡμῖν ἐλεγέτην καὶ

(5)οἱ ἄλλοι ποιηταί. οὗτοι γάρ που μύθους τοῖς ἀνθρώποις

ψευδεῖς συντιθέντες ἔλεγόν τε καὶ λέγουσι.

     Ποίους δή, ἦ δ’ ὅς, καὶ τί αὐτῶν μεμφόμενος λέγεις;

     Ὅπερ, ἦν δ’ ἐγώ, χρὴ καὶ πρῶτον καὶ μάλιστα μέμφεσθαι,

ἄλλως τε καὶ ἐάν τις μὴ καλῶς ψεύδηται.

(10)     Τί τοῦτο;

377e     Ὅταν εἰκάζῃ τις κακῶς [οὐσίαν] τῷ λόγῳ, περὶ θεῶν τε

καὶ ἡρώων οἷοί εἰσιν, ὥσπερ γραφεὺς μηδὲν ἐοικότα γράφων

οἷς ἂν ὅμοια βουληθῇ γράψαι.

     Καὶ γάρ, ἔφη, ὀρθῶς ἔχει τά γε τοιαῦτα μέμφεσθαι.

(5)ἀλλὰ πῶς δὴ λέγομεν καὶ ποῖα;

     Πρῶτον μέν, ἦν δ’ ἐγώ, τὸ μέγιστον καὶ περὶ τῶν

μεγίστων ψεῦδος ὁ εἰπὼν οὐ καλῶς ἐψεύσατο ὡς Οὐρανός

τε ἠργάσατο ἅ φησι δρᾶσαι αὐτὸν Ἡσίοδος, ὅ τε αὖ Κρόνος

378aὡς ἐτιμωρήσατο αὐτόν. τὰ δὲ δὴ τοῦ Κρόνου ἔργα καὶ

πάθη ὑπὸ τοῦ ὑέος, οὐδ’ ἂν εἰ ἦν ἀληθῆ ᾤμην δεῖν ῥᾳδίως

οὕτως λέγεσθαι πρὸς ἄφρονάς τε καὶ νέους, ἀλλὰ μάλιστα

μὲν σιγᾶσθαι, εἰ δὲ ἀνάγκη τις ἦν λέγειν, δι’ ἀπορρήτων

(5)ἀκούειν ὡς ὀλιγίστους, θυσαμένους οὐ χοῖρον ἀλλά τι μέγα

καὶ ἄπορον θῦμα, ὅπως ὅτι ἐλαχίστοις συνέβη ἀκοῦσαι.

     Καὶ γάρ, ἦ δ’ ὅς, οὗτοί γε οἱ λόγοι χαλεποί.

378b     Καὶ οὐ λεκτέοι γ’, ἔφην, ὦ Ἀδείμαντε, ἐν τῇ ἡμετέρᾳ

πόλει. οὐδὲ λεκτέον νέῳ ἀκούοντι ὡς ἀδικῶν τὰ ἔσχατα

οὐδὲν ἂν θαυμαστὸν ποιοῖ, οὐδ’ αὖ ἀδικοῦντα πατέρα κολάζων

παντὶ τρόπῳ, ἀλλὰ δρῴη ἂν ὅπερ θεῶν οἱ πρῶτοί τε καὶ

(5)μέγιστοι.

     Οὐ μὰ τὸν Δία, ἦ δ’ ὅς, οὐδὲ αὐτῷ μοι δοκεῖ ἐπιτήδεια

εἶναι λέγειν.

     Οὐδέ γε, ἦν δ’ ἐγώ, τὸ παράπαν ὡς θεοὶ θεοῖς πολεμοῦσί

378cτε καὶ ἐπιβουλεύουσι καὶ μάχονται_οὐδὲ γὰρ ἀληθῆ_εἴ

γε δεῖ ἡμῖν τοὺς μέλλοντας τὴν πόλιν φυλάξειν αἴσχιστον

νομίζειν τὸ ῥᾳδίως ἀλλήλοις ἀπεχθάνεσθαι_πολλοῦ δεῖ

γιγαντομαχίας τε μυθολογητέον αὐτοῖς καὶ ποικιλτέον, καὶ

(5)ἄλλας ἔχθρας πολλὰς καὶ παντοδαπὰς θεῶν τε καὶ ἡρώων

πρὸς συγγενεῖς τε καὶ οἰκείους αὐτῶν_ἀλλ’ εἴ πως μέλ-

λομεν πείσειν ὡς οὐδεὶς πώποτε πολίτης ἕτερος ἑτέρῳ

ἀπήχθετο οὐδ’ ἔστιν τοῦτο ὅσιον, τοιαῦτα λεκτέα μᾶλλον πρὸς

378dτὰ παιδία εὐθὺς καὶ γέρουσι καὶ γραυσί, καὶ πρεσβυτέροις

γιγνομένοις καὶ τοὺς ποιητὰς ἐγγὺς τούτων ἀναγκαστέον

λογοποιεῖν. Ἥρας δὲ δεσμοὺς ὑπὸ ὑέος καὶ Ἡφαίστου

ῥίψεις ὑπὸ πατρός, μέλλοντος τῇ μητρὶ τυπτομένῃ ἀμυνεῖν,

(5)καὶ θεομαχίας ὅσας Ὅμηρος πεποίηκεν οὐ παραδεκτέον εἰς

τὴν πόλιν, οὔτ’ ἐν ὑπονοίαις πεποιημένας οὔτε ἄνευ ὑπο-

νοιῶν. ὁ γὰρ νέος οὐχ οἷός τε κρίνειν ὅτι τε ὑπόνοια καὶ

ὃ μή, ἀλλ’ ἃ ἂν τηλικοῦτος ὢν λάβῃ ἐν ταῖς δόξαις δυσέκ-

378eνιπτά τε καὶ ἀμετάστατα φιλεῖ γίγνεσθαι· ὧν δὴ ἴσως

ἕνεκα περὶ παντὸς ποιητέον ἃ πρῶτα ἀκούουσιν ὅτι κάλλιστα

μεμυθολογημένα πρὸς ἀρετὴν ἀκούειν.

     Ἔχει γάρ, ἔφη, λόγον. ἀλλ’ εἴ τις αὖ καὶ ταῦτα ἐρω-

(5)τῴη ἡμᾶς, ταῦτα ἅττα τ’ ἐστὶν καὶ τίνες οἱ μῦθοι, τίνας ἂν

φαῖμεν;

     Καὶ ἐγὼ εἶπον· Ὦ Ἀδείμαντε, οὐκ ἐσμὲν ποιηταὶ ἐγώ τε

379aκαὶ σὺ ἐν τῷ παρόντι, ἀλλ’ οἰκισταὶ πόλεως· οἰκισταῖς δὲ

τοὺς μὲν τύπους προσήκει εἰδέναι ἐν οἷς δεῖ μυθολογεῖν τοὺς

ποιητάς, παρ’ οὓς ἐὰν ποιῶσιν οὐκ ἐπιτρεπτέον, οὐ μὴν

αὐτοῖς γε ποιητέον μύθους.

(5)     Ὀρθῶς, ἔφη· ἀλλ’ αὐτὸ δὴ τοῦτο, οἱ τύποι περὶ θεο-

λογίας τίνες ἂν εἶεν;

     Τοιοίδε πού τινες, ἦν δ’ ἐγώ· οἷος τυγχάνει ὁ θεὸς ὤν,

ἀεὶ δήπου ἀποδοτέον, ἐάντέ τις αὐτὸν ἐν ἔπεσιν ποιῇ ἐάντε

ἐν μέλεσιν ἐάντε ἐν τραγῳδίᾳ.

(10)     Δεῖ γάρ.

379b     Οὐκοῦν ἀγαθὸς ὅ γε θεὸς τῷ ὄντι τε καὶ λεκτέον οὕτω;

     Τί μήν;

     Ἀλλὰ μὴν οὐδέν γε τῶν ἀγαθῶν βλαβερόν· ἦ γάρ;

     Οὔ μοι δοκεῖ.

(5)     Ἆρ’ οὖν ὃ μὴ βλαβερὸν βλάπτει;

     Οὐδαμῶς.

     Ὃ δὲ μὴ βλάπτει κακόν τι ποιεῖ;

     Οὐδὲ τοῦτο.

     Ὃ δέ γε μηδὲν κακὸν ποιεῖ οὐδ’ ἄν τινος εἴη κακοῦ αἴτιον;

(10)     Πῶς γάρ;

     Τί δέ; ὠφέλιμον τὸ ἀγαθόν;

     Ναί.

     Αἴτιον ἄρα εὐπραγίας;

     Ναί.

(15)     Οὐκ ἄρα πάντων γε αἴτιον τὸ ἀγαθόν, ἀλλὰ τῶν μὲν εὖ

ἐχόντων αἴτιον, τῶν δὲ κακῶν ἀναίτιον.

379c     Παντελῶς γ’, ἔφη.

     Οὐδ’ ἄρα, ἦν δ’ ἐγώ, ὁ θεός, ἐπειδὴ ἀγαθός, πάντων ἂν

εἴη αἴτιος, ὡς οἱ πολλοὶ λέγουσιν, ἀλλὰ ὀλίγων μὲν τοῖς

ἀνθρώποις αἴτιος, πολλῶν δὲ ἀναίτιος· πολὺ γὰρ ἐλάττω

(5)τἀγαθὰ τῶν κακῶν ἡμῖν, καὶ τῶν μὲν ἀγαθῶν οὐδένα

ἄλλον αἰτιατέον, τῶν δὲ κακῶν ἄλλ’ ἄττα δεῖ ζητεῖν τὰ

αἴτια, ἀλλ’ οὐ τὸν θεόν.

     Ἀληθέστατα, ἔφη, δοκεῖς μοι λέγειν.

     Οὐκ ἄρα, ἦν δ’ ἐγώ, ἀποδεκτέον οὔτε Ὁμήρου οὔτ’ ἄλλου

379dποιητοῦ ταύτην τὴν ἁμαρτίαν περὶ τοὺς θεοὺς ἀνοήτως

ἁμαρτάνοντος καὶ λέγοντος_

          ὡς δοιοί τε πίθοι κατακείαται ἐν Διὸς οὔδει

          κηρῶν ἔμπλειοι, ὁ μὲν ἐσθλῶν, αὐτὰρ ὃ δειλῶν·

(5)καὶ ᾧ μὲν ἂν μείξας ὁ Ζεὺς δῷ ἀμφοτέρων,

          ἄλλοτε μέν τε κακῷ ὅ γε κύρεται, ἄλλοτε δ’ ἐσθλῷ·

ᾧ δ’ ἂν μή, ἀλλ’ ἄκρατα τὰ ἕτερα,

          τὸν δὲ κακὴ βούβρωστις ἐπὶ χθόνα δῖαν ἐλαύνει·

379eοὐδ’ ὡς ταμίας ἡμῖν Ζεὺς_

                              ἀγαθῶν τε κακῶν τε τέτυκται.

τὴν δὲ τῶν ὅρκων καὶ σπονδῶν σύγχυσιν, ἣν ὁ Πάν-

δαρος συνέχεεν, ἐάν τις φῇ δι’ Ἀθηνᾶς τε καὶ Διὸς

(5)γεγονέναι, οὐκ ἐπαινεσόμεθα, οὐδὲ θεῶν ἔριν τε καὶ κρίσιν

380aδιὰ Θέμιτός τε καὶ Διός, οὐδ’ αὖ, ὡς Αἰσχύλος λέγει,

ἐατέον ἀκούειν τοὺς νέους, ὅτι_

                              θεὸς μὲν αἰτίαν φύει βροτοῖς,

               ὅταν κακῶσαι δῶμα παμπήδην θέλῃ.

(5)ἀλλ’ ἐάν τις ποιῇ ἐν οἷς ταῦτα τὰ ἰαμβεῖα ἔνεστιν, τὰ τῆς

Νιόβης πάθη, ἢ τὰ Πελοπιδῶν ἢ τὰ Τρωικὰ ἤ τι ἄλλο τῶν

τοιούτων, ἢ οὐ θεοῦ ἔργα ἐατέον αὐτὰ λέγειν, ἢ εἰ θεοῦ,

ἐξευρετέον αὐτοῖς σχεδὸν ὃν νῦν ἡμεῖς λόγον ζητοῦμεν, καὶ

380bλεκτέον ὡς ὁ μὲν θεὸς δίκαιά τε καὶ ἀγαθὰ ἠργάζετο, οἱ δὲ

ὠνίναντο κολαζόμενοι· ὡς δὲ ἄθλιοι μὲν οἱ δίκην διδόντες,

ἦν δὲ δὴ ὁ δρῶν ταῦτα θεός, οὐκ ἐατέον λέγειν τὸν ποι-

ητήν. ἀλλ’ εἰ μὲν ὅτι ἐδεήθησαν κολάσεως λέγοιεν ὡς

(5)ἄθλιοι οἱ κακοί, διδόντες δὲ δίκην ὠφελοῦντο ὑπὸ τοῦ θεοῦ,

ἐατέον· κακῶν δὲ αἴτιον φάναι θεόν τινι γίγνεσθαι ἀγαθὸν

ὄντα, διαμαχετέον παντὶ τρόπῳ μήτε τινὰ λέγειν ταῦτα ἐν

τῇ αὑτοῦ πόλει, εἰ μέλλει εὐνομήσεσθαι, μήτε τινὰ ἀκούειν,

380cμήτε νεώτερον μήτε πρεσβύτερον, μήτ’ ἐν μέτρῳ μήτε ἄνευ

μέτρου μυθολογοῦντα, ὡς οὔτε ὅσια ἂν λεγόμενα εἰ λέγοιτο,

οὔτε σύμφορα ἡμῖν οὔτε σύμφωνα αὐτὰ αὑτοῖς.

     Σύμψηφός σοί εἰμι, ἔφη, τούτου τοῦ νόμου, καί μοι

(5)ἀρέσκει.

     Οὗτος μὲν τοίνυν, ἦν δ’ ἐγώ, εἷς ἂν εἴη τῶν περὶ θεοὺς

νόμων τε καὶ τύπων, ἐν ᾧ δεήσει τούς τε λέγοντας λέγειν

καὶ τοὺς ποιοῦντας ποιεῖν, μὴ πάντων αἴτιον τὸν θεὸν ἀλλὰ

τῶν ἀγαθῶν.

(10)     Καὶ μάλ’, ἔφη, ἀπόχρη.

380d     Τί δὲ δὴ ὁ δεύτερος ὅδε; ἆρα γόητα τὸν θεὸν οἴει εἶναι

καὶ οἷον ἐξ ἐπιβουλῆς φαντάζεσθαι ἄλλοτε ἐν ἄλλαις ἰδέαις

τοτὲ μὲν αὐτὸν γιγνόμενον, [καὶ] ἀλλάττοντα τὸ αὑτοῦ εἶδος

εἰς πολλὰς μορφάς, τοτὲ δὲ ἡμᾶς ἀπατῶντα καὶ ποιοῦντα

(5)περὶ αὑτοῦ τοιαῦτα δοκεῖν, ἢ ἁπλοῦν τε εἶναι καὶ πάντων

ἥκιστα τῆς ἑαυτοῦ ἰδέας ἐκβαίνειν;

     Οὐκ ἔχω, ἔφη, νῦν γε οὕτως εἰπεῖν.

     Τί δὲ τόδε; οὐκ ἀνάγκη, εἴπερ τι ἐξίσταιτο τῆς αὑτοῦ

380eἰδέας, ἢ αὐτὸ ὑφ’ ἑαυτοῦ μεθίστασθαι ἢ ὑπ’ ἄλλου;

     Ἀνάγκη.

     Οὐκοῦν ὑπὸ μὲν ἄλλου τὰ ἄριστα ἔχοντα ἥκιστα ἀλλοι-

οῦταί τε καὶ κινεῖται; οἷον σῶμα ὑπὸ σιτίων τε καὶ ποτῶν

(5)καὶ πόνων, καὶ πᾶν φυτὸν ὑπὸ εἱλήσεών τε καὶ ἀνέμων καὶ

τῶν τοιούτων παθημάτων, οὐ τὸ ὑγιέστατον καὶ ἰσχυρότατον

381aἥκιστα ἀλλοιοῦται;

     Πῶς δ’ οὔ;

     Ψυχὴν δὲ οὐ τὴν ἀνδρειοτάτην καὶ φρονιμωτάτην ἥκιστ’

ἄν τι ἔξωθεν πάθος ταράξειέν τε καὶ ἀλλοιώσειεν;

(5)     Ναί.

     Καὶ μήν που καὶ τά γε σύνθετα πάντα σκεύη τε καὶ

οἰκοδομήματα καὶ ἀμφιέσματα κατὰ τὸν αὐτὸν λόγον τὰ εὖ

εἰργασμένα καὶ εὖ ἔχοντα ὑπὸ χρόνου τε καὶ τῶν ἄλλων

παθημάτων ἥκιστα ἀλλοιοῦται.

(10)     Ἔστι δὴ ταῦτα.

381b     Πᾶν δὴ τὸ καλῶς ἔχον ἢ φύσει ἢ τέχνῃ ἢ ἀμφοτέροις

ἐλαχίστην μεταβολὴν ὑπ’ ἄλλου ἐνδέχεται.

     Ἔοικεν.

     Ἀλλὰ μὴν ὁ θεός γε καὶ τὰ τοῦ θεοῦ πάντῃ ἄριστα ἔχει.

(5)     Πῶς δ’ οὔ;

     Ταύτῃ μὲν δὴ ἥκιστα ἂν πολλὰς μορφὰς ἴσχοι ὁ θεός.

     Ἥκιστα δῆτα.

     Ἀλλ’ ἆρα αὐτὸς αὑτὸν μεταβάλλοι ἂν καὶ ἀλλοιοῖ;

     Δῆλον, ἔφη, ὅτι, εἴπερ ἀλλοιοῦται.

(10)     Πότερον οὖν ἐπὶ τὸ βέλτιόν τε καὶ κάλλιον μεταβάλλει

ἑαυτὸν ἢ ἐπὶ τὸ χεῖρον καὶ τὸ αἴσχιον ἑαυτοῦ;

381c     Ἀνάγκη, ἔφη, ἐπὶ τὸ χεῖρον, εἴπερ ἀλλοιοῦται· οὐ γάρ

που ἐνδεᾶ γε φήσομεν τὸν θεὸν κάλλους ἢ ἀρετῆς εἶναι.

     Ὀρθότατα, ἦν δ’ ἐγώ, λέγεις. καὶ οὕτως ἔχοντος δοκεῖ

ἄν τίς σοι, ὦ Ἀδείμαντε, ἑκὼν αὑτὸν χείρω ποιεῖν ὁπῃοῦν

(5)ἢ θεῶν ἢ ἀνθρώπων;

     Ἀδύνατον, ἔφη.

     Ἀδύνατον ἄρα, ἔφην, καὶ θεῷ ἐθέλειν αὑτὸν ἀλλοιοῦν,

ἀλλ’ ὡς ἔοικε, κάλλιστος καὶ ἄριστος ὢν εἰς τὸ δυνατὸν

ἕκαστος αὐτῶν μένει ἀεὶ ἁπλῶς ἐν τῇ αὑτοῦ μορφῇ.

(10)     Ἅπασα, ἔφη, ἀνάγκη ἔμοιγε δοκεῖ.

381d     Μηδεὶς ἄρα, ἦν δ’ ἐγώ, ὦ ἄριστε, λεγέτω ἡμῖν τῶν

ποιητῶν, ὡς_

                              θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσι,

               παντοῖοι τελέθοντες, ἐπιστρωφῶσι πόληας·

(5)μηδὲ Πρωτέως καὶ Θέτιδος καταψευδέσθω μηδείς, μηδ’ ἐν

τραγῳδίαις μηδ’ ἐν τοῖς ἄλλοις ποιήμασιν εἰσαγέτω Ἥραν

ἠλλοιωμένην, ὡς ἱέρειαν ἀγείρουσαν_

               Ἰνάχου Ἀργείου ποταμοῦ παισὶν βιοδώροις·

381eκαὶ ἄλλα τοιαῦτα πολλὰ μὴ ἡμῖν ψευδέσθων. μηδ’ αὖ ὑπὸ

τούτων ἀναπειθόμεναι αἱ μητέρες τὰ παιδία ἐκδειματούντων,

λέγουσαι τοὺς μύθους κακῶς, ὡς ἄρα θεοί τινες περιέρχονται

νύκτωρ πολλοῖς ξένοις καὶ παντοδαποῖς ἰνδαλλόμενοι, ἵνα

(5)μὴ ἅμα μὲν εἰς θεοὺς βλασφημῶσιν, ἅμα δὲ τοὺς παῖδας

ἀπεργάζωνται δειλοτέρους.

     Μὴ γάρ, ἔφη.

     Ἀλλ’ ἆρα, ἦν δ’ ἐγώ, αὐτοὶ μὲν οἱ θεοί εἰσιν οἷοι μὴ

μεταβάλλειν, ἡμῖν δὲ ποιοῦσιν δοκεῖν σφᾶς παντοδαποὺς

(10)φαίνεσθαι, ἐξαπατῶντες καὶ γοητεύοντες;

     Ἴσως, ἔφη.

382a     Τί δέ; ἦν δ’ ἐγώ· ψεύδεσθαι θεὸς ἐθέλοι ἂν ἢ λόγῳ ἢ

ἔργῳ φάντασμα προτείνων;

     Οὐκ οἶδα, ἦ δ’ ὅς.

     Οὐκ οἶσθα, ἦν δ’ ἐγώ, ὅτι τό γε ὡς ἀληθῶς ψεῦδος, εἰ

(5)οἷόν τε τοῦτο εἰπεῖν, πάντες θεοί τε καὶ ἄνθρωποι μισοῦσιν;

     Πῶς, ἔφη, λέγεις;

     Οὕτως, ἦν δ’ ἐγώ, ὅτι τῷ κυριωτάτῳ που ἑαυτῶν ψεύ-

δεσθαι καὶ περὶ τὰ κυριώτατα οὐδεὶς ἑκὼν ἐθέλει, ἀλλὰ

πάντων μάλιστα φοβεῖται ἐκεῖ αὐτὸ κεκτῆσθαι.

(10)     Οὐδὲ νῦν πω, ἦ δ’ ὅς, μανθάνω.

382b     Οἴει γάρ τί με, ἔφην, σεμνὸν λέγειν· ἐγὼ δὲ λέγω ὅτι

τῇ ψυχῇ περὶ τὰ ὄντα ψεύδεσθαί τε καὶ ἐψεῦσθαι καὶ

ἀμαθῆ εἶναι καὶ ἐνταῦθα ἔχειν τε καὶ κεκτῆσθαι τὸ ψεῦδος

πάντες ἥκιστα ἂν δέξαιντο, καὶ μισοῦσι μάλιστα αὐτὸ ἐν

(5)τῷ τοιούτῳ.

     Πολύ γε, ἔφη.

     Ἀλλὰ μὴν ὀρθότατά γ’ ἄν, ὃ νυνδὴ ἔλεγον, τοῦτο ὡς

ἀληθῶς ψεῦδος καλοῖτο, ἡ ἐν τῇ ψυχῇ ἄγνοια ἡ τοῦ ἐψευ-

σμένου· ἐπεὶ τό γε ἐν τοῖς λόγοις μίμημά τι τοῦ ἐν τῇ

(10)ψυχῇ ἐστὶν παθήματος καὶ ὕστερον γεγονὸς εἴδωλον, οὐ πάνυ

382cἄκρατον ψεῦδος. ἢ οὐχ οὕτω;

     Πάνυ μὲν οὖν.

     Τὸ μὲν δὴ τῷ ὄντι ψεῦδος οὐ μόνον ὑπὸ θεῶν ἀλλὰ καὶ

ὑπ’ ἀνθρώπων μισεῖται.

(5)     Δοκεῖ μοι.

     Τί δὲ δὴ τὸ ἐν τοῖς λόγοις [ψεῦδος]; πότε καὶ τῷ χρή-

σιμον, ὥστε μὴ ἄξιον εἶναι μίσους; ἆρ’ οὐ πρός τε τοὺς

πολεμίους καὶ τῶν καλουμένων φίλων, ὅταν διὰ μανίαν ἤ

τινα ἄνοιαν κακόν τι ἐπιχειρῶσιν πράττειν, τότε ἀποτροπῆς

(10)ἕνεκα ὡς φάρμακον χρήσιμον γίγνεται; καὶ ἐν αἷς νυνδὴ

382dἐλέγομεν ταῖς μυθολογίαις, διὰ τὸ μὴ εἰδέναι ὅπῃ τἀληθὲς

ἔχει περὶ τῶν παλαιῶν, ἀφομοιοῦντες τῷ ἀληθεῖ τὸ ψεῦδος

ὅτι μάλιστα, οὕτω χρήσιμον ποιοῦμεν;

     Καὶ μάλα, ἦ δ’ ὅς, οὕτως ἔχει.

(5)     Κατὰ τί δὴ οὖν τούτων τῷ θεῷ τὸ ψεῦδος χρήσιμον;

πότερον διὰ τὸ μὴ εἰδέναι τὰ παλαιὰ ἀφομοιῶν ἂν

ψεύδοιτο;

     Γελοῖον μεντἂν εἴη, ἔφη.

     Ποιητὴς μὲν ἄρα ψευδὴς ἐν θεῷ οὐκ ἔνι.

(10)     Οὔ μοι δοκεῖ.

     Ἀλλὰ δεδιὼς τοὺς ἐχθροὺς ψεύδοιτο;

382e     Πολλοῦ γε δεῖ.

     Ἀλλὰ δι’ οἰκείων ἄνοιαν ἢ μανίαν;

     Ἀλλ’ οὐδείς, ἔφη, τῶν ἀνοήτων καὶ μαινομένων θεοφιλής.

     Οὐκ ἄρα ἔστιν οὗ ἕνεκα ἂν θεὸς ψεύδοιτο.

(5)     Οὐκ ἔστιν.

     Πάντῃ ἄρα ἀψευδὲς τὸ δαιμόνιόν τε καὶ τὸ θεῖον.

     Παντάπασι μὲν οὖν, ἔφη.

     Κομιδῇ ἄρα ὁ θεὸς ἁπλοῦν καὶ ἀληθὲς ἔν τε ἔργῳ καὶ

λόγῳ, καὶ οὔτε αὐτὸς μεθίσταται οὔτε ἄλλους ἐξαπατᾷ, οὔτε

(10)κατὰ φαντασίας οὔτε κατὰ λόγους οὔτε κατὰ σημείων πομπάς,

οὔθ’ ὕπαρ οὐδ’ ὄναρ.

383a     Οὕτως, ἔφη, ἔμοιγε καὶ αὐτῷ φαίνεται σοῦ λέγοντος.

     Συγχωρεῖς ἄρα, ἔφην, τοῦτον δεύτερον τύπον εἶναι ἐν ᾧ

δεῖ περὶ θεῶν καὶ λέγειν καὶ ποιεῖν, ὡς μήτε αὐτοὺς γόητας

ὄντας τῷ μεταβάλλειν ἑαυτοὺς μήτε ἡμᾶς ψεύδεσι παράγειν

(5)ἐν λόγῳ ἢ ἐν ἔργῳ;

     Συγχωρῶ.

     Πολλὰ ἄρα Ὁμήρου ἐπαινοῦντες, ἀλλὰ τοῦτο οὐκ ἐπαι-

νεσόμεθα, τὴν τοῦ ἐνυπνίου πομπὴν ὑπὸ Διὸς τῷ Ἀγαμέμνονι·

οὐδὲ Αἰσχύλου, ὅταν φῇ ἡ Θέτις τὸν Ἀπόλλω ἐν τοῖς αὑτῆς

383bγάμοις ᾄδοντα <ἐνδατεῖσθαι τὰς ἑὰς εὐπαιδίας>_

                    νόσων τ’ ἀπείρους καὶ μακραίωνας βίους,

                    ξύμπαντά τ’ εἰπὼν θεοφιλεῖς ἐμὰς τύχας

                    παιᾶν’ ἐπηυφήμησεν, εὐθυμῶν ἐμέ.

(5)                    κἀγὼ τὸ Φοίβου θεῖον ἀψευδὲς στόμα

                    ἤλπιζον εἶναι, μαντικῇ βρύον τέχνῃ·

                    ὁ δ’, αὐτὸς ὑμνῶν, αὐτὸς ἐν θοίνῃ παρών,

                    αὐτὸς τάδ’ εἰπών, αὐτός ἐστιν ὁ κτανὼν

                    τὸν παῖδα τὸν ἐμόν_

383cὅταν τις τοιαῦτα λέγῃ περὶ θεῶν, χαλεπανοῦμέν τε καὶ

χορὸν οὐ δώσομεν, οὐδὲ τοὺς διδασκάλους ἐάσομεν ἐπὶ

παιδείᾳ χρῆσθαι τῶν νέων, εἰ μέλλουσιν ἡμῖν οἱ φύλακες

θεοσεβεῖς τε καὶ θεῖοι γίγνεσθαι, καθ’ ὅσον ἀνθρώπῳ ἐπὶ

(5)πλεῖστον οἷόν τε.

     Παντάπασιν, ἔφη, ἔγωγε τοὺς τύπους τούτους συγχωρῶ,

καὶ ὡς νόμοις ἂν χρῴμην.