Платоновское философское общество
Plato
О нас
Академии
Конференции
Летние школы
Научные проекты
Диссертации
Тексты платоников
Исследования по платонизму
Справочные издания
Партнеры

МОО «Платоновское философское общество»

ἘΠΙΣΤΟΛΗ

Α

                              

Πλάτων Διονυσίῳ εὖ πράττειν.

309a     Διατρίψας ἐγὼ παρ’ ὑμῖν χρόνον τοσοῦτον καὶ διοικῶν

τὴν ὑμετέραν ἀρχὴν πεπιστευμένος πάντων μάλιστα, τὰς

ὠφελίας ὑμῶν λαμβανόντων, τὰς διαβολὰς δυσχερεῖς οὔσας

ὑπέμενον· ᾔδη γὰρ ὅτι τῶν ὠμοτέρων οὐδὲν ἐμοῦ συνε-

(5)θέλοντος ὑμῖν δόξει πεπρᾶχθαι· πάντες γὰρ οἱ συμπολιτευό-

309bμενοι μεθ’ ὑμῶν ὑπάρχουσί μοι μάρτυρες, ὧν ἐγὼ πολλοῖς

συνηγωνισάμην, ἀπολύσας αὐτοὺς οὐ σμικρᾶς ζημίας. αὐ-

τοκράτωρ δὲ πολλάκις τὴν ὑμετέραν πόλιν διαφυλάξας,

ἀπεπέμφθην ἀτιμότερον ἢ πτωχὸν ὑμῶν ἀποστελλόντων

(5)προσήκει καὶ κελευόντων ἐκπλεῦσαι, τοσοῦτον παρ’ ὑμῖν

διατρίψαντα χρόνον. ἐγὼ μὲν οὖν περὶ ἐμαυτοῦ βουλεύ-

σομαι τὸ λοιπὸν τρόπον ἀπανθρωπότερον, σὺ δὲ τοιοῦτος

ὢν τύραννος οἰκήσεις μόνος. τὸ δὲ χρυσίον τὸ λαμπρόν,

309cὅπερ ἔδωκας εἰς ἀποστολήν, ἄγει σοι Βακχεῖος ὁ τὴν ἐπι-

στολὴν φέρων· οὔτε γὰρ ἐφόδιον ἐκεῖνό γ’ ἦν ἱκανὸν οὔτε

πρὸς τὸν ἄλλον βίον συμφέρον, ἀδοξίαν δὲ πλείστην τῷ

διδόντι σοὶ παρασκευάζον, οὐ πολλῷ δὲ ἐλάττω κἀμοὶ λαμ-

(5)βάνοντι, διόπερ οὐ λαμβάνω. σοὶ δ’ οὐδὲν διαφέρει δῆλον

ὅτι καὶ λαβεῖν καὶ δοῦναι τοσοῦτον, ὥστε κομισάμενος

ἄλλον τινὰ τῶν ἑταίρων θεράπευσον ὥσπερ ἐμέ· κἀγὼ γὰρ

309dἱκανῶς ὑπὸ σοῦ τεθεράπευμαι. καί μοι τὸ τοῦ Εὐριπίδου

κατὰ καιρόν ἐστιν εἰπεῖν, ὅτι σοὶ πραγμάτων ἄλλων ποτὲ

συμπεσόντων_

                         εὔξῃ τοιοῦτον ἄνδρα σοι παρεστάναι.

(5)ὑπομνῆσαι δέ σε βούλομαι διότι καὶ τῶν ἄλλων τραγῳδο-

ποιῶν οἱ πλεῖστοι, ὅταν ὑπό τινος ἀποθνῄσκοντα τύραννον

εἰσάγωσιν, ἀναβοῶντα ποιοῦσιν_

310a                         φίλων ἔρημος, ὦ τάλας, ἀπόλλυμαι·

χρυσίου δὲ σπάνει ἀπολλύμενον οὐδεὶς πεποίηκεν. κἀκεῖνο

δὲ τὸ ποίημα τοῖς νοῦν ἔχουσιν οὐ κακῶς ἔχειν δοκεῖ_

          οὐ χρυσὸς ἀγλαὸς σπανιώτατος ἐν θνατῶν δυσελπί-

(5)                         στῳ βίῳ,

          οὐδ’ ἀδάμας οὐδ’ ἀργύρου κλῖναι πρὸς ἄνθρωπον

                         δοκιμαζόμεν’ ἀστράπτει πρὸς ὄψεις·

          οὐδὲ γαίας εὐρυπέδου γόνιμοι βρίθοντες αὐτάρκεις

                         γύαι,

(10)          ὡς ἀγαθῶν ἀνδρῶν ὁμοφράδμων νόησις.

310bἔρρωσο, καὶ γίγνωσκε τοσοῦτον ἡμῶν διημαρτηκώς, ἵνα

πρὸς τοὺς ἄλλους βέλτιον προσφέρῃ.