Платоновское философское общество
Plato
О нас
Академии
Конференции
Летние школы
Научные проекты
Диссертации
Тексты платоников
Исследования по платонизму
Справочные издания
Партнеры

МОО «Платоновское философское общество»

ΠΛΑΤΩΝΟΣ ΝΟΘΕΥΟΜΕΝΟΙ

ΔΗΜΟΔΟΚΟΣ

380a     Σὺ μὲν δὴ κελεύεις με, ὦ Δημόδοκε, συμβουλεύειν ὑμῖν

περὶ ὧν συνέρχεσθε βουλευσόμενοι· ἐμοὶ δὲ σκοπεῖσθαι

ἐπέρχεται τί ποτε δύναται ἡ σύνοδος ὑμῶν καὶ ἡ τῶν

οἰομένων συμβουλεύειν ὑμῖν προθυμία καὶ ἡ ψῆφος ἣν

(5)φέρειν ἕκαστος ὑμῶν διανοεῖται. τοῦτο μὲν γάρ, εἰ μὴ

ἔστιν ὀρθῶς καὶ ἐμπείρως συμβουλεύειν περὶ ὧν συνέρχεσθε

βουλευσόμενοι, πῶς οὐ γελοῖόν ἐστιν συνέρχεσθαι βουλευσο-

380bμένους περὶ ὧν συμβουλεύειν οὐκ ἔστιν ὀρθῶς; τοῦτο δέ,

εἰ μὲν ἔστιν ὀρθῶς συμβουλεύειν καὶ ἐμπείρως περὶ τῶν

τοιούτων, ἐπιστήμη δ’ ἀφ’ ἧς ἔστιν ὀρθῶς συμβουλεύειν καὶ

ἐμπείρως περὶ τούτων μηδεμία ἐστίν, πῶς οὐκ ἄτοπον; εἰ δέ

(5)τις ἐπιστήμη ἀφ’ ἧς ἔστιν τὰ τοιαῦτα ὀρθῶς συμβουλεύειν,

οὐκ ἀνάγκη καὶ ἐπισταμένους εἶναί τινας συμβουλεύειν

ὀρθῶς περὶ τῶν τοιούτων; ὄντων δέ τινων ἐπισταμένων

συμβουλεύειν περὶ ὧν συνέρχεσθε βουλευσόμενοι, οὐκ ἀνάγκη

380cἐστὶ καὶ ὑμᾶς ἤτοι ἐπίστασθαι περὶ τούτων συμβουλεύειν

ἢ μὴ ἐπίστασθαι, ἢ τοὺς μὲν ἐπίστασθαι ὑμῶν, τοὺς δὲ μὴ

ἐπίστασθαι; εἰ μὲν οὖν ἐπίστασθε πάντες, τί δεῖ ἔτι ὑμᾶς

συνέρχεσθαι βουλευσομένους; συμβουλεύειν γὰρ ἱκανὸς

(5)ἕκαστος ὑμῶν. εἰ δ’ αὖ πάντες μὴ ἐπίστασθε, πῶς ἂν

δύναισθε βουλεύεσθαι; ἢ τί ὑμῖν προύργου τῆς συνόδου

ταύτης εἴη ἂν μὴ δυναμένων γε βουλεύεσθαι; εἰ δὲ οἱ μὲν

380dἐπίστανται, οἱ δὲ οὐκ ἐπιστάμενοί εἰσιν ὑμῶν, οὗτοι δὲ

συμβουλῆς δέονται, εἰ ἄρα δυνατόν ἐστιν συμβουλεύειν

ἔμφρονα ἄνδρα τοῖς ἀπείροις, ἱκανὸς δήπου ἐστὶ καὶ εἷς

συμβουλεῦσαι τοῖς ἐπισταμένοις ὑμῖν. ἢ οὐ ταὐτὰ οἱ ἐπιστά-

(5)μενοι συμβουλεύουσιν πάντες; ὥστ’ ἀκούσαντας ὑμᾶς τούτου

ἀπαλλάττεσθαι προσήκει. νῦν δ’ οὐ ποιεῖτε τοῦτο, ἀλλὰ

βούλεσθε πολλῶν συμβουλευόντων ἀκούειν. οὐ γὰρ ὑπο-

λαμβάνετε εἰδέναι τοὺς ἐπιχειροῦντας ὑμῖν συμβουλεύειν

περὶ ὧν συμβουλεύουσιν. εἰ γὰρ ὑπελαμβάνετε εἰδέναι

(10)τοὺς συμβουλεύοντας ὑμῖν, ἑνὸς μόνου ἀκούσασιν ἐξήρκει ἂν

381aὑμῖν. τὸ οὖν συνέρχεσθαι ἀκουσομένους μὴ εἰδότων ὡς

προύργου τι ποιοῦντας, πῶς οὐκ ἄτοπόν ἐστιν; καὶ περὶ μὲν

τῆς συνόδου ὑμῶν ἀπορῶ ταύτῃ.

     Περὶ δὲ τῆς τῶν οἰομένων ὑμῖν συμβουλεύειν προθυμίας

(5)ἐκεῖνο ἄπορον· εἰ μὲν γὰρ μὴ ταὐτὰ συμβουλεύουσι περὶ τῶν

αὐτῶν συμβουλεύοντες, πῶς ἂν πάντες καλῶς συμβουλεύοιεν,

μὴ συμβουλεύοντες ἃ συμβουλεύει ὁ ὀρθῶς συμβουλεύων;

381bἢ πῶς ἂν οὐκ ἄτοπος εἴη ἡ προθυμία τῶν προθυμουμένων

συμβουλεύειν περὶ ὧν ἀπείρως ἔχουσιν; οὐ γὰρ δὴ ἔμπειροι

ὄντες προαιρήσονται συμβουλεύειν μὴ ὀρθῶς. εἰ δ’ αὖ

ταὐτὰ συμβουλεύουσι, τί δεῖ πάντας αὐτοὺς συμβουλεύειν;

(5)εἷς γὰρ αὐτῶν τὰ αὐτὰ συμβουλεύων ἱκανὸς ἔσται. τὸ οὖν

τοιαῦτα προθυμεῖσθαι ἃ οὐδὲν προύργου ἂν γένοιτο, πῶς οὐ

γελοῖον; οὔτε οὖν ἡ τῶν ἀπείρων προθυμία οὐκ ἂν ἄτοπος

381cεἴη, τοιαύτη γε οὖσα, οὔτε ἔμφρονες ἂν τοιαῦτα προθυμηθεῖεν,

εἰδότες ὅτι καὶ εἷς τις αὐτῶν τὸ αὐτὸ πράξει συμβουλεύων

γε ὡς προσήκει. ὥστε πῶς οὐ γελοῖός ἐστιν ἡ προθυμία

τῶν οἰομένων ὑμῖν συμβουλεύειν; οὐ δύναμαι εὑρεῖν.

(5)     Τὸ δὲ περὶ τῆς ψήφου ἧς φέρειν διανοεῖσθε τί δύναται,

ἀπορῶ μάλιστα. πότερον γὰρ τοὺς εἰδότας συμβουλεύειν

κρίνετε; ἀλλ’ οὐ πλείονες ἑνὸς συμβουλεύσουσιν οὐδ’ ἄλλως

καὶ ἄλλως περὶ τοῦ αὐτοῦ· ὥστε περὶ τούτων μὲν τὴν ψῆφον

381dφέρειν ὑμᾶς οὐ δεήσει. ἀλλὰ τοὺς ἀπείρους καὶ ὡς μὴ δεῖ

συμβουλεύοντας κρίνετε; ἢ τοῖς τοιούτοις ὡς μαινομένοις

οὐκ ἐπιτρέπειν συμβουλεύειν προσήκει; εἰ δὲ μήτε τοὺς

ἐμπείρους μήτε τοὺς ἀπείρους κρινεῖτε, τίνας κρίνετε; ἀρχὴν

(5)δὲ τί δεῖ πάντως ἄλλους συμβουλεύειν ὑμῖν, εἴπερ κρίνειν

τὰ τοιαῦτα ἱκανοί ἐστε; εἰ δ’ αὖ μὴ ἐστὲ ἱκανοί, τί καὶ

δύνανται ὑμῖν αἱ ψῆφοι; ἢ πῶς οὐ γελοῖόν ἐστιν συνέρχεσθαι

381eμὲν ὑμᾶς συμβουλευσομένους, ὡς δεομένους συμβουλίας καὶ

οὐχ ἱκανοὺς ὄντας αὐτούς, συνελθόντας δὲ οἴεσθαι δεῖν ψη-

φίζεσθαι, ὡς κρίνειν ἱκανοὺς ὄντας; οὐ γὰρ δὴ καθ’ ἕνα μὲν

ὄντες οὐκ οἴδατε, συνελθόντες δὲ φρόνιμοι γίγνεσθε· οὐδ’

(5)αὖ ἰδίᾳ μὲν ἀπορεῖτε, ἐλθόντες δὲ εἰς τὸ αὐτὸ οὐκέτι ἀπορεῖτε,

ἀλλ’ ἱκανοὶ γίγνεσθε συνορᾶν ποῖα πρακτέα ἐστιν ὑμῖν, καὶ

ταῦτα παρ’ οὐδενὸς μαθόντες οὐδ’ αὐτοὶ εὑρόντες, ὅ ἐστιν

δεινότατον ἁπάντων. οὐ γὰρ δή, μὴ δυνάμενοί γε συνορᾶν

382aἃ πρακτέον ἐστίν, κρίνειν ἱκανοὶ ἔσεσθε τὸν ὀρθῶς συμβου-

λεύοντα περὶ τούτων ὑμῖν. οὐδ’ αὖ τοῦτό γε ἐρεῖ εἷς ὢν ὁ

συμβουλεύων ὑμῖν οὗτος ὑμᾶς διδάξειν ἃ πρακτέον ὑμῖν ἐστιν,

καὶ κρίνειν τοὺς κακῶς καὶ μὴ συμβουλεύοντας ὑμῖν, οὕτως

(5)ἐν ὀλίγῳ χρόνῳ καὶ ὄντας τοσούτους. τοῦτο δὲ ἐκείνου

οὐδὲν ἧττον ἂν φανείη δεινὸν ὄν. εἰ δὲ μήθ’ ἡ σύνοδος

μήθ’ ὁ συμβουλεύων ὑμῖν ἱκανοὺς κρίνειν ποιεῖ ὑμᾶς, τίς

χρεία τῶν ψήφων ἐστὶν ὑμῖν; ἢ πῶς οὐκ ἐναντιοῦται ἡ

382bσύνοδος ὑμῶν ταῖς ψήφοις καὶ αἱ ψῆφοι τῇ τῶν συμβουλευόν-

των ὑμῖν προθυμίᾳ; ἡ μὲν γὰρ σύνοδός ἐστιν ὑμῶν ὡς οὐχ

ἱκανῶν ἀλλὰ συμβούλων δεομένων, αἱ δὲ ψῆφοι φέρονται ὡς

οὐ συμβούλων δεομένων ἀλλὰ καὶ κρίνειν καὶ συμβουλεύειν

(5)δυναμένων. καὶ ἡ μὲν προθυμία τῶν συμβουλευόντων ὑμῖν

ὡς εἰδότων ἐστίν, αἱ δὲ παρ’ ὑμῶν ψῆφοι ὡς οὐκ εἰδότων

τῶν συμβουλευόντων φέρονται. καὶ εἴ τις ὑμᾶς ἔροιτο τοὺς

382cψηφισαμένους, καὶ τὸν συμβουλεύσαντα ὑμῖν περὶ ὧν ἂν

ψηφίσησθε, πότερον ἴστε ὅτι ἔσται οὗ ἕνεκα πράττειν δια-

νοεῖσθε ἃ ἐψηφίσασθε, οὐκ οἴομαι ἂν φῆσαι ὑμᾶς. τί δ’,

εἰ γένοιτο οὗ ἕνεκα πράττειν διανοεῖσθε, ἴστε ὅτι συνοίσει

(5)τοῦτο ὑμῖν; οὐδὲ τοῦτο ἂν φῆσαι οἴομαι ὑμᾶς οὐδὲ τὸν

συμβουλεύοντα ὑμῖν. τῶν ἀνθρώπων δὲ τίνα ὑπολαμβάνετε

εἰδέναι τι τούτων; εἴ τις προσέροιτο ὑμᾶς, οὐδὲ τοῦτο συγ-

χωρεῖν ἂν οἴομαι ὑμᾶς. ὅταν οὖν περί τε ὧν συμβουλεύετε

382dᾖ τοιαῦτα οἷα ὑμῖν μὴ δῆλα εἶναι, οἵ τε ψηφιζόμενοι καὶ οἱ

συμβουλεύοντες ἄπειροι ὦσιν, εἰκότως καὶ ὑμεῖς φήσετε

συμπίπτειν ἀπιστεῖν καὶ μεταμέλεσθαι πολλάκις αὐτοῖς καὶ

περὶ ὧν ἂν συμβουλεύσωνται καὶ περὶ ὧν ἂν ψηφίσωνται.

(5)τοῖς ἀγαθοῖς δὲ τοιαῦτα συμβαίνειν οὐ προσήκει. ἴσασι

γὰρ καὶ περὶ ὧν συμβουλεύουσιν ποῖά τ’ ἐστίν, καὶ τοῖς

πεισθεῖσιν αὐτοῖς ὅτι βεβαίως ὑπάρχει ὧν ἕνεκα συμβου-

λεύουσιν, καὶ ὅτι οὔτε αὐτοῖς οὔτε τοῖς πεισθεῖσιν αὐτοῖς

382eπώποτε μεταμελήσει. περὶ τοιούτων οὖν ἔγωγε τοὺς νοῦν

ἔχοντας συμβουλεύειν ἀξιοῦν ὑπελάμβανον, ἀλλ’ οὐ περὶ ὧν

σὺ κελεύεις με συμβουλεύειν. ἀπὸ μὲν γὰρ τῆς ἐκείνων

συμβουλίας τὸ τέλος εὐτυχία, ἀπὸ δὲ τῆς τούτων φλυαρίας

(5)ἀτυχία ἐστίν.

     Παρεγενόμην δ’ ἀνθρώπῳ τινὶ νουθετοῦντι ἑαυτοῦ ἑταῖρον,

διότι ἐπίστευεν τῷ κατηγοροῦντι οὐκ ἀκούσας τοῦ ἀπολογου-

μένου ἀλλὰ μόνου τοῦ κατηγοροῦντος. ἔλεγεν οὖν ὡς δεινὸν

πρᾶγμα ποιοῖ καταγιγνώσκων τοῦ ἀνθρώπου, οὔτε αὐτὸς

383aπαραγενόμενος οὔτε τῶν φίλων ἀκούσας παραγενομένων,

οἷς εἰκὸς ἦν αὐτὸν λέγουσιν πιστεύειν· οὐδ’ αὖ ἀμφοτέρων

ἀκούσας, οὕτως προπετῶς ἐπίστευσε τῷ κατηγοροῦντι. δίκαιον

δὲ εἶναι καὶ τοῦ ἀπολογουμένου ἀκοῦσαι πρὸ τοῦ ἐπαινεῖν ἢ

(5)μέμφεσθαι, ὥσπερ καὶ τοῦ κατηγοροῦντος. πῶς γὰρ ἄν τις

ἢ δίκην καλῶς δικάσαι ἢ ἀνθρώπους κατὰ τρόπον κρῖναι

δύναιτο, μὴ ἀμφοτέρων τῶν ἀντιδίκων ἀκούσας; τοὺς γὰρ

383bλόγους παραβαλλομένους, ὥσπερ τὴν πορφύραν καὶ τὸ χρυ-

σίον, ἄμεινον κρίνεσθαι. ἢ τίνος ἕνεκεν ἢ χρόνον ἀμφοτέροις

δίδοσθαι τοῖς ἀντιδίκοις, ἢ ὀμνύειν τοὺς δικαστὰς ἀκροάσασθαι

ὁμοίως ἀμφοτέρων, εἰ μὴ ὑπελάμβανεν ὁ νομοθέτης τὰς δίκας

(5)δικαιότερον ἂν καὶ βέλτιον κρίνεσθαι ὑπὸ τῶν δικαστῶν; σὺ

δέ μοι δοκεῖς οὐδὲ τοῦτο τὸ ὑπὸ τῶν πολλῶν λεγόμενον

ἀκηκοέναι. Τὸ ποῖον; ἔφη.

383c     Μηδὲ δίκην δικάσῃς, πρὶν ἀμφοῖν μῦθον ἀκούσῃς.

καίτοι οὐκ ἂν οὕτω τοῦτο περιεφέρετο, εἰ μὴ καλῶς ἐλέγετο

καὶ ὡς προσήκει. συμβουλεύω οὖν σοι, ἔφη, τοῦ λοιποῦ

μὴ προπετῶς οὕτως τοὺς ἀνθρώπους μήτε μέμφεσθαι μήτ’

(5)ἐπαινεῖν.

     Ὁ οὖν ἑταῖρος ἄτοπον ἔφη ἑαυτῷ καταφαίνεσθαι εἰ ἕνα

μὲν γνῶναι λέγοντα πότερον ἀληθεύει ἢ ψεύδεται οὐ δυνατόν,

δύο δὲ λέγοντας γνῶναι δυνατὸν ἔσται· καὶ παρὰ μὲν τοῦ

383dἀληθῆ λέγοντος μαθεῖν οὐ δυνατόν, ὑπὸ τούτου δ’ αὐτοῦ καὶ

ἄλλου ψευδομένου διδαχθῆναι ταὐτὰ οἷόν τε· καὶ εἰ ὁ μὲν

εἷς ὀρθῶς καὶ ἀληθῆ λέγων ἐμφανίσαι ἃ λέγει οὐ δυνήσεται,

δύο δέ, ὧν ὁ ἕτερος ψεύσεται καὶ οὐκ ὀρθῶς ἐρεῖ, δυνήσονται

(5)ἐμφανίσαι τοῦτο ὃ ὁ λέγων ὀρθῶς ἐμφανίσαι οὐχ οἷός τ’ ἦν.

ἀπορῶ δ’, ἔφη, κἀκεῖνο, πῶς ποτε ἐμφανιοῦσι. πότερον γὰρ

σιωπῶντες ἢ λέγοντες; εἰ μὲν γὰρ σιωπῶντες ἐμφανιοῦσιν,

οὐδετέρου ἂν δέοι, μήτι γε ἀμφοτέρων, ἀκούειν· εἰ δὲ

383eλέγοντες ἀμφότεροι ἐμφανιοῦσιν, ἀμφότεροι δὲ κατ’ οὐδένα

τρόπον λέγουσιν_ἐν μέρει γὰρ λέγειν ἑκάτερον ἀξιοῦσιν_

πῶς ἀμφοτέρους ἐμφανίσαι ἅμα οἷόν τε; εἰ γὰρ ἐμφανιοῦσιν

ἅμα ἀμφότεροι, καὶ ἐροῦσιν τότε ἅμα. τοῦτο δ’ οὐκ ἐῶσιν.

(5)ὥστε λοιπόν, εἴπερ λέγοντες ἐμφανιοῦσιν, ἑκάτερος εἰπὼν

ἐμφανιεῖ· καὶ ὁπότε γε ἐρεῖ ἑκάτερος, τότε καὶ ἐμφανιεῖ

ἑκάτερος αὐτῶν. ὥστ’ ἐρεῖ ὁ μὲν πρότερος, ὁ δ’ ὕστερος·

καὶ ἐμφανιεῖ ὁ μὲν πρότερος, ὁ δ’ ὕστερος. καίτοι εἴπερ

ταὐτὸ ἐν μέρει ἐμφανιοῦσιν ἑκάτεροι, τί δεῖ ἔτι τοῦ ὑστέρου

(10)ἀκούειν; ὑπὸ γὰρ τοῦ πρότερον εἰπόντος ἤδη φανερὸν ἔσται.

384aἐκεῖνο δ’, ἔφη, εἴπερ ἀμφότεροι ἐμφανιοῦσιν, πῶς οὐ καὶ ὁ

ἕτερος αὐτῶν ἐμφανιεῖ; ὧν γὰρ ὁ ἕτερος οὐκ ἐμφανιεῖ, οὗτοι

ἀμφότεροι πῶς ἂν ἐμφανίσαι δύναιντο; εἰ δ’ ἑκάτερος ἐμ-

φανιεῖ, δῆλον ὅτι ἐρεῖ πρότερος καὶ ἐμφανιεῖ πρότερος·

(5)ὥστ’ ἐκείνου μόνου ἀκούσαντα γνῶναι πῶς ἐστιν οὐχ οἷόν τε.

     Ἐγὼ γοῦν ἀκούων αὐτῶν ἠπόρουν καὶ κρίνειν οὐχ οἷός τ’

ἦν· οἱ μὲν γὰρ ἄλλοι ἔφασαν οἱ παρόντες τὸν πρῶτον λέγειν

384bἀληθῆ. εἰ οὖν τι ἔχεις συμβάλλεσθαι μοι περὶ τούτων,

πότερόν ἐστιν ἑνὸς λέγοντος γνῶναι τί λέγει, ἢ προσδεῖται

τοῦ ἀντεροῦντος, εἰ μέλλει τις γνώσεσθαι πότερον ὀρθῶς

λέγει· ἢ οὐκ ἀναγκαῖόν ἐστιν ἀμφοτέρων ἀκούειν. ἢ πῶς

(5)νομίζεις;

     Πρῴην τις ἐνεκάλει ἀνθρώπων τινὶ ὅτι αὐτῷ ἀργύριον

χρῆσαι οὐκ ἠθέλησεν οὐδὲ πιστεῦσαι. κἀκεῖνος μὲν ᾧ ἐνε-

κάλει, ἀπελογεῖτο· ἄλλος δέ τις τῶν παρόντων ἠρώτησε τὸν

384cἐγκαλοῦντα πότερον ὁ μὲν μὴ πιστεύσας αὐτῷ μηδὲ χρήσας

ἥμαρτεν· σὺ δ’, ἔφη, οὐ πείσας σοι χρῆσαι οὐχ ἡμάρτηκας;

ὁ δέ, Τί γὰρ ἥμαρτον; εἶπεν. — Πότερος δ’, ἔφη, σοὶ δοκεῖ

ἁμαρτάνειν; ὁ ἀποτυχὼν ὧν ἤθελεν ἢ ὁ μή; — Ὁ ἀποτυχών,

(5)εἶπεν. — Οὐκοῦν, εἶπεν, σὺ μὲν ἀπέτυχες, χρήσασθαι ἐθέλων;

ὁ δέ σοι μὴ προέσθαι, οὐκ ἀπέτυχε τούτου; — Ναί, εἶπεν· ἀλλ’

ἐγὼ τί ἥμαρτον, καὶ εἰ μὴ ἐκεῖνός μοι ἔδωκεν; — Ὅτι εἰ μὲν

ἐδέου αὐτοῦ, ἔφη, ὧν οὐκ ἐχρῆν, πῶς οὐκ οἴει ἁμαρτάνειν;

384dἐκεῖνος δὲ ὁ μὴ προέμενος ὀρθῶς ἔπραξεν. εἰ δὲ ὧν χρῆν

ἐδέου αὐτοῦ, ἀποτυχὼν τούτου, πῶς οὐχ ἥμαρτες ἐξ ἀνάγκης; —

Ἴσως, εἶπεν. ἀλλ’ ἐκεῖνος πῶς οὐχ ἥμαρτεν, ὁ μὴ πιστεύσας

μοι; — Ἆρ’ οὖν, ἔφη, εἰ προσωμίλησας αὐτῷ ὡς προσήκει,

(5)οὐκ ἂν ἥμαρτες οὐδέν; — Οὐ γὰρ δή. — Νῦν ἄρα οὐχ ὡς προς-

ήκει αὐτῷ προσωμίλησας. — Φαίνομαι, εἰπεῖν. — Εἰ οὖν ὡς

μὴ προσήκει ὁμιλοῦντός σου μὴ ἐπείσθη, πῶς ἂν δικαίως

384eἐγκαλοίης ἐκείνῳ; — Οὐκ ἔχω εἰπεῖν. — Οὐδὲ ὅτι τοῖς κακῶς

χρωμένοις οὐ προσεκτέον ἐστιν ἔχεις εἰπεῖν; — Καὶ μάλ’,

ἔφη, τοῦτό γε. — Ἀλλ’ οὖν οὐχ οἱ ὡς οὐ προσήκει ὁμιλοῦντες,

ἔφη, κακῶς χρῆσθαί σοι δοκοῦσιν; — Ἔμοιγε, ἔφη. — Τί οὖν

(5)ἥμαρτεν εἴ σοι μὴ προσέσχεν κακῶς χρωμένῳ; — Οὐδὲν φαί-

νεται, εἰπεῖν. — Τί οὖν ποτε οἱ ἄνθρωποι, ἔφη, τοιαῦτα ἐγκα-

λοῦσιν πρὸς ἀλλήλους, καὶ τοῖς μὲν μὴ πεισθεῖσιν αὐτοῖς

ὅτι οὐκ ἐπείσθησαν μέμφονται, αὑτοῖς δέ, ὅτι οὐκ ἔπεισαν,

385aοὐδ’ ὁτιοῦν ἐγκαλοῦσιν; — Καὶ ἄλλος τις παρών, Ὅταν τε γάρ

τις, ἔφη, εὖ χρήσηταί τῳ καὶ βοηθήσῃ, εἶτα ἀξιῶν αὐτῷ

ὁμοίως χρήσασθαι μὴ τυγχάνῃ τούτου, πῶς οὐκ εἰκότως

μέμφοιτ’ ἂν ὁ τοιοῦτος; — Οὐκοῦν ἔφη, ὃν ἀξιοῖ ὁμοίως αὐτῷ

(5)χρῆσθαι, ἤτοι δυνατός ἐστιν χρῆσθαι αὐτῷ καλῶς ἢ οὐ δυνα-

τός; καὶ εἰ μὲν μὴ δυνατός ἐστιν, πῶς ἂν καλῶς ἀξιοίη, ἀξιῶν

αὐτὸν ὃ οὐ δυνατός ἐστιν; εἰ δὲ δυνατός ἐστιν, πῶς τοιοῦτον

ἄνθρωπον οὐκ ἔπεισεν; ἢ πῶς τοιαῦτα λέγοντες καλῶς

385bλέγουσιν; — Ἀλλὰ νὴ Δί’, ἔφη, τοῦτο δεῖ ἐγκαλεῖν, ὅπως

οὗτός τε τοῦ λοιποῦ βέλτιον χρῆται αὐτῷ, καὶ οἱ ἄλλοι φίλοι

ἀκούσαντες αὐτοῦ ἐγκαλοῦντος. — Βέλτιον δὲ χρῆσθαι, ἔφη,

οἴει τινὰς ἀκούοντας ὀρθῶς λέγοντος καὶ ἀξιοῦντος, ἢ ἁμαρ-

(5)τάνοντος; — Ὀρθῶς λέγοντος, ἔφη. — Ὁ δέ γε οὐκ ὀρθῶς

ἀξιοῦν ἐδόκει σοι; — Ναί, ἔφη. — Πῶς οὖν ἀκούοντες τοιαῦτα

ἐγκαλοῦντος βέλτιον χρήσονται; — Οὐδαμῶς, ἔφη. — Τοῦ οὖν

385cἕνεκα τοιαῦτά τις ἐγκαλεῖ; — Ἀνευρεῖν ἔφη οὐκ ἂν δύνασθαι.

     Ἀνθρώπου τις κατηγόρει εὐήθειαν ὅτι ταχέως καὶ τοῖς

τυχοῦσιν ἀνθρώποις λέγουσι πιστεύοι. πολίταις μὲν γὰρ καὶ

οἰκείοις λέγουσιν πιστεύειν εἰκός ἐστιν· τοιούτοις δ’ ἀνθρώ-

(5)ποις οὓς οὔτε εἶδεν οὔτε ἤκουσεν πρότερον αὐτῶν, πιστεύειν,

καὶ ταῦτα οὐκ ἀγνοοῦντα ὅτι οἱ πλεῖστοι τῶν ἀνθρώπων

εἰσὶν ἀλαζόνες καὶ πονηροί, ἠλιθιότητος σημεῖον οὐ σμικρὸν

385dεἶναι. Καὶ τῶν παρόντων τις ἔφη, Ἐγὼ δὲ ᾤμην σὲ τὸν

ταχὺ καὶ τοῦ τυχόντος ἂν αἰσθανόμενον πολλοῦ νομίζειν ἄξιον

εἶναι μᾶλλον ἢ τὸν βραδέως. — Καὶ γὰρ νομίζω, εἶπεν ἐκεῖνος.

— Τί οὖν, ἔφη, ἐγκαλεῖς εἰ ταχὺ καὶ τοῖς τυχοῦσιν πιστεύει

(5)τἀληθῆ λέγουσιν; — Ἀλλ’ οὐ τοῦτο ἐγκαλῶ, εἰπεῖν, ἀλλ’ ὅτι

πιστεύει ταχέως ψευδῆ λέγουσιν. — Εἰ δ’ ἐν πλείονι χρόνῳ

καὶ οὐ τοῖς τυχοῦσιν ἐπίστευε καὶ ᾐτιᾶτο, οὐκ ἂν ἐνεκάλεσας

αὐτῷ μᾶλλον; — Ἔγωγ’ ἄν, εἰπεῖν. — Ἆρα διότι γε βραδέως

385eκαὶ οὐ τοῖς τυχοῦσιν ἐπίστευεν; — Μὰ Δί’, εἶπεν. — Οὐ γὰρ

οἶμαί γ’, ἔφη, διὰ τοῦτ’ ἐγκαλεῖν ἀνθρώπῳ ἄξιον εἶναι ὑπολαμ-

βάνεις, ἀλλὰ διότι πιστεύει λέγουσιν ἄπιστα. — Ἔγωγ’,

εἰπεῖν. — Πότερον οὖν, ἔφη, διὰ μὲν τὸ βραδέως καὶ μὴ τοῖς

(5)τυχοῦσιν πιστεύειν οὐκ οἴει ἄξιον εἶναι ἐγκαλεῖν αὐτῷ, διὰ

δὲ τὸ ταχέως καὶ τοῖς τυχοῦσι πιστεύειν ἄξιον; — Οὐκ ἔγωγ’,

εἰπεῖν. — Τί οὖν, ἔφη, ἐγκαλεῖς αὐτῷ; — Ὅτι ἁμαρτάνει, πρὸ

τοῦ σκέψασθαι ταχέως πιστεύων τοῖς τυχοῦσιν. — Ἀλλ’ εἰ

386aβραδέως ἐπίστευσεν πρὸ τοῦ σκέψασθαι, οὐκ ἂν ἡμάρτανεν;

— Μὰ Δί’, εἶπεν, ἀλλὰ καὶ οὕτως ἡμάρτανεν ἂν οὐδὲν ἧττον.

ἀλλ’ οὐ τοῖς τυχοῦσιν οἶμαι δεῖν πιστεύειν. — Εἰ δὲ μὴ πι-

στεύειν τοῖς τυχοῦσιν, ἔφη, οἴει δεῖν, ἀλλὰ τοῖς ἀγνῶσιν πῶς

(5)προσήκει ταχέως πιστεύειν; ἀλλὰ πρότερον οἴει δεῖν σκέ-

ψασθαι εἰ ἀληθῆ λέγουσιν. — Ἔγωγ’, εἶπεν. — Ἐπεὶ οἰκείων

καὶ συνήθων, ἔφη, ὄντων οὐ δεῖ σκοπεῖσθαι εἰ λέγουσιν

ἀληθῆ. — Ἐγὼ μὲν φαίην ἄν, εἰπεῖν. — Ἴσως γὰρ καὶ τούτων

τινές, ἔφη, λέγουσιν ἄπιστα. — Καὶ μάλα, εἶπεν. — Τί οὖν

386bμᾶλλον, ἔφη, τοῖς οἰκείοις καὶ συνήθεσιν εἰκὸς πιστεύειν, ἢ

τοῖς τυχοῦσίν ἐστιν; — Οὐκ ἔχω, ἔφη, εἰπεῖν. — Τί δ’; εἰ οὐ

μᾶλλον τοῖς οἰκείοις πιστεύειν δεῖ ἢ τοῖς τυχοῦσιν, οὐκ

ἀπίστους αὐτοὺς δεῖ νομίζειν μᾶλλον ἢ τοὺς τυχόντας; —

(5)Πῶς γὰρ οὔκ; ἔφη. — Ἐὰν οὖν τοῖς μὲν οἰκεῖοι ὦσιν, τοῖς δ’

ἀγνῶτες, πῶς οὐ δεήσει τοὺς αὐτοὺς μᾶλλον αὐτῷ πιστοὺς

νομίζειν; οὐ γὰρ ὁμοίως πιστοὺς αὐτοὺς δεῖ νομίζειν τοὺς

οἰκείους καὶ τοὺς ἀγνῶτας, ὡς φῄς. — Οὐκ ἀρέσκει μοι, εἰπεῖν.

— Ὁμοίως δ’, ἔφη, καὶ τὰ λεγόμενα ὑπ’ αὐτῶν οἱ μὲν

(10)πιστεύουσιν, οἱ δ’ οὐ πιστὰ ἡγήσονται, καὶ οὐδέτεροι ἁμαρ-

τήσονται αὐτῶν. — Ἄτοπον καὶ τοῦτ’, εἰπεῖν. — Ἔπειτα, ἔφη,

εἰ ταὐτὰ λέγουσιν οἱ οἰκεῖοι καὶ οἱ τυχόντες, πῶς οὐχ ὁμοίως

386cτὰ λεγόμενα πιστὰ εἴη ἂν ἢ ἄπιστα; — Ἀνάγκη, εἶπεν. —

Οὐκοῦν καὶ τοῖς λέγουσιν αὐτὰ ὁμοίως πιστευτέον λέγουσιν

αὐτά; — Πιθανόν, εἶπεν.

     Ταῦτ’ οὖν λεγόντων αὐτῶν ἠπόρουν τίσιν ποτὲ δεῖ πιστεύειν

(5)καὶ τίσιν οὔ, καὶ πότερον τοῖς πιστοῖς καὶ τοῖς εἰδόσι περὶ

ὧν λέγουσιν ἢ τοῖς οἰκείοις καὶ τοῖς γνωρίμοις. περὶ τούτων

οὖν πῶς σὺ νομίζεις;